Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Μαλεβή Empty Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Μαλεβή

Πεμ Νοε 01, 2012 3:17 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Μαλεβή

Ποίημα  Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Μαλεβή Malevi10

Εὒλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τά Τροπάρια

Ἦχος δ': Ό ὑψωθείς ἔν τῷ Σταυρῶ.

Τῆς Θεοτόκου τῆ ἀγία Εἰκόνι, τῆ ἔν Μονῇ τῆς Μαλεβῆς ἐκβλυζούσῃ, μῦρον εὐῶδες θεῖον καί οὐράνιον, δεῦτε καί προσπέσωμεν, πρός αὐτήν ἐκβοῶντες. Κόρη Μυροβλύτισσα, ἐκ παθῶν ἀκαθάρτων, καί ἐπηρείας πάσης τοῦ ἐχθροῦ, τούς τῆ Εἰκόνι σου σπεύδοντας λύτρωσαι.

Δόξα, καί νῦν. Ὅμοιον.
Ὦς τετοκυϊα τό ζωήρρυτον μύρον, σωματωθέν ἐκ τῶν ἀγνῶν σου αἱμάτων, μῦρον ἐκβλύζειν Δέσποινα ηὐδόκησας, τήν σεπτήν Εἰκόνα σου, τάς ψυχάς ἁγιάζον, καί διῶκον ἀπᾷσαν, τῶν παθῶν δυσωδίαν. Ἀλλ' ἐκ παντοίων ῥύου πειρασμῶν, Θεογεννητορ, τούς σέ μεγαλύνοντας.


Ό Ν' (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους

Καί ὅ Κανών οὐ ἤ ἀκροστιχίς.
«Σπεύδω Παρθένε σῶ θείω μύρω. Γερασίμου».

’Ὠδή ἀ'. Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας.

Σαρκός ὁμοιώματι τῆς ζώῃς, τεκοῦσα τό μύρον, Μυροβλύτισσα Μαριάμ, τῷ μύρω Εἰκόνος σου τῆς θείας, τῆς τῶν παθών δυσωδίας με λύτρωσαι.

Πηγάζουσα μύρον ἤ σή Είκών, τῆ σή ἐπινεύσει, Θεοτόκε ἔν Μαλεβῆ, εὐφραίνει καί τέρπει καθ' ἑκάστην, τούς προσιόντας αὕτη μετά πίστεως.

Ἐπίβλεψον ὄμματι ἱλαρῷ, τούς τῆ σή Εἰκόνι, παρεστῶτας πανευλαβῶς, καί δίδου ἡμῖν Θεογεννητορ, τῶν αἰτημάτων ἁπάντων τήν πλήρωσιν.

Ὑμνοῦμεν θαυμάτων σου τήν πληθύν, καί πίστει βοῶμεν, Μυροβλύτισσα Μαριάμ. Ἐκ πάσης ἀνάγκης τε καί βλάβης, ῥῦσαι ἡμᾶς μητρικῇ σου χρηστότητι.


Ὠδή γ'. Ούρανίας ἁψῖδος.
Δυσμενῶν ἀοράτων, ἐπιβουλῆς λύτρωσαι, καί ἀσθενειῶν πολυτρόπων, καί περιστάσεων, ὦ Μυροβλύτισσα, τούς ἐκ τοῦ θείου σου μύρου, εὐλαβῶς λαμβάνοντας, καί σε δοξάζοντας.

Ὦς καρκίνου τό πάθος, τό χαλεπόν ἐπαΰσας, χρίσει τοΰ ἀγίου σου μύρου, Παρθένε ’Ἄχραντε, οὒτω θεράπευσον, Κἁμέ δεινῶς ἀσθενοῦντα, Κόρη Μυροβλύτισσα, ἶνα γεραίρω σε.

Παραδόξως ὁρᾶται, μύρου πηγή Ἄχραντε, ἔν τῆ Μαλεβη ἤ Είκών σου, πάντας ἐκπλήττουσα, καί θεραπεύουσα, νόσους ψυχῶν καί σωμάτων Ὅθεν σου τήν ἄφθονον χάριν κηρύττομεν.

Ἁγιάσματος οἶκος, ὦς ἀληθῶς πέφηνας Ὅθεν ἁγιάζεις Παρθένε, τῷ θείω μύρω σου τούς καταφεύγοντας, ἔν Μαλεβῆ τῆ Μονῇ σου, καί τά μεγαλεῖα σου, Κόρη δοξάζοντας.


Διάσωσον, ὦ Μυροβλύτισσα Κόρη Θεογεννητορ, πάσης βλάβης καί ἐπηρείας τοῦ δράκοντος, τούς χριομένους τῷ μύρω σου τῷ ἁγίῳ.

Ἐπίβλεψον ἔν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοΰ σώματος κάκωσιν, καί ἴασαι τῆς ψύχῃς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β'. Πρεσβεῖα θερμῇ.

Πηγῇ οἰκτιρμῶν, καί θεϊκῆς χρηστότητος, Παρθένε Ἀγνῇ, μύρου πηγήν ἀνέβλυσας, ἐκ τῆς σεπτῆς Εἰκόνος σου, ἕξ οὐ Κόρη πιστῶς οἵ μετέχοντες, πληροῦνται ὀσμῆς μυστικῆς καί χαράς, τά θεῖα σου θαύματα κηρύττοντες.


Ώδή δ'. Εἰσακήκοα Κύριε.
Ρυπωθέντας ἐκκάθαρον, Κόρη ἐπιθέσει τοΰ πολεμήτορος, ήμάς χρίσει τῆ τοῦ μύρου σου, ἤ ζώῃς τό μύρον κόσμῳ βλύσασα.

Θαυμαστῇ ὄντως δέδεικται, Κόρη ἀναβλύζει θείω Πνεύματι.έν τῆ Μαλεβη Είκών σου ἤ πάντιμος' μύρον θεῖον γάρ ἑκάστοτε,

Ἐκ τοΰ μύρου σου Δέσποινα, οἵ πιστῶς λαμβάνοντες θεραπεύονται, πάσης βλάβης καί κακώσεως, καί τά σά κηρύττουσι θαυμάσια.

Νοσημάτων ἀπάλλαξον, καί παθῶν παντοίων ψυχῆς καί σώματος, Μυροβλύτισσα Παντάνασσα, τούς τῆ σῆ Εἰκόνι καταφεύγοντας.


Ώδή ἕ'. Φώτισον ήμάς.
Ἔπιδε ἡμῖν, Θεοτόκε. Μαλεβίτισσα, τοῖς προστρέχουσι τῆ σκέπη σου πιστῶς, καί παράσχου εὐφροσύνην ταῖς ψυχαῖς ὑμῶν.

Σκέπη ἀσφαλής, ἡμῖν ἔσω Μυροβλύτισσα, καί ἔν πᾶσιν ἀρωγός καί βοηθός, τοῖς αἰτοῦσι τήν ὀξεῖαν σου ἀντίληψιν.

Ὤσπερ ὀφθαλμῶν, τάς παθήσεις ἐθεράπευσας, οϋτως ἀνοῖξον Κἁμοῦ τούς ὀφθαλμούς, τῆς καρδίας δυσωπῶ σε Μυροβλύτισσα.

Θαύματα πολλά, ἐνεργοῦν τό θεῖον μύρον σου, κατευφραίνει Θεοτόκε τούς πιστούς, καί δαιμόνων ἀπελαύνει τήν ἐπήρειαν.


Ώδή στ'. Τήν δέησιν.
Έῤῤύσω, ἐκ τῶν δεσμῶν ἀτεκνίας, τάς πιστῶς σοι προσελθούσας γυναῖκας, οὕτω Κ' ἁμέ Μυροβλύτισσα Κόρη, ἐκ τῶν δεσμῶν τῆς κακίας ἀπάλλαξον, καί σύνδησόν με, ἀρραγῶς, τῷ δεσμῶ τῆς ἀγάπης τοῦ Κτίστου μου.

’Ἰδού σοι, ἔν τῆ ἀγία Μόνη σου, πανταχόθεν Χριστωνύμων τά στίφη, μετ' εὐλαβείας συρρέουσι Κόρη, καί ἐκ τοῦ θείου σου μύρου λαμβάνοντες, βοῶσι σοι ἀπό ψυχῆς Χαρμονῆς ἡμᾶς Δέσποινα πλήρωσον.

Ὦς μύρον, τό τῆς ζώῃς τετοκυῖα, μυροθήκη ούρανίων χαρίτων, τούς προσκυνοῦντας ἔν πίστει τελεία, τήν Μυροβλύτισσαν Κόρη Εἰκόνα σου, ἐκ δυσωδίας χαλεπῆς, νοσημάτων καί θλίψεων λύτρωσαι.

Μονῇ σου, τῆ Μαλεβη προσιόντες, καί πληρούμενοι ὀσμῆς οὐρανίου, ἐκ τοΰ ἀγίου σου μύρου Παρθένε, τά μεγαλεῖα σου πᾶσι κηρύττομεν, καί ἐκβοῷμεν ἐκ ψύχῃς δυσωδίας παθῶν ἡμᾶς λύτρωσαι.


Διάσωσον, ὦ Μυροβλύτισσα Κόρη Θεογεννητορ, πάσης βλάβης καί ἐπηρείας τοῦ δράκοντος, τούς χριομένους τῷ μύρω σου τῷ ἁγίῳ.

Ἄχραντε, ἤ διά λόγου τόν Λόγον ανερμηνεύτως, ἐπ' έσχάτων τῶν ήμερών, τεκοῦσα δυσώπησον, ὦς ἔχουσα, μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β'. Τοῖς τῶν αίμάτων σου.

Ὦς μυροβλύτις καί πλήρης χρηστότητος, Θεογεννήτορ Παρθένε Πανάμωμε, τόν σόν Υἱόν απαύστως ἱκέτευε, ἁμαρτημάτων διδόναι συγχώρησιν, ἡμῖν τοῖς πιστῶς σοι προστρέχουσι.

Προκείμενον.
Μνησθήσομαι τοΰ ὀνόματος σου ἔν πάσῃ γενεά καί γενεά.
Στιχ. Τό πρόσωπον σου λιτανεύσουσιν οἵ πλούσιοι ...

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.(Κεφ. α´ 39-49, 56)

Ἔν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἵς τήν ὀρεινήν μετά σπουδῆς εἵς πόλιν ’Ἰούδα, καί εἰσῆλθεν εἵς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Έλισάβετ. Καί ἐγένετο ὦς ἤκουσεν ἤ Έλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἔν τῆ κοιλία αύτης' καί ἐπλήσθη Πνεύματος ἀγίου ἤ Έλισάβετ καί ἀνεφώνησε φωνή μεγάλη καί εἶπεν' Εύλογημένη σύ ἔν γυναιξί καί εὐλογημένος ὅ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο ϊνα ἔλθῃ ἤ Μήτηρ τοΰ Κυρίου μου πρός με; ’Ἰδού γάρ ὦς ἐγένετο ἤ φωνή τοΰ ἀσπασμοῦ σου εἵς τά ὦτα μου, ἐσκίρτησε τό βρέφος ἔν ἀγαλλιάσει ἔν τῆ κοιλία μου. Καί μακαρία ἤ πιστεύσασα Ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὕτη παρά Κυρίου. Καί εἶπε Μαριάμ. Μεγαλύνει ἤ ψυχή μου τόν Κύριον καί ήγαλλίασε τό πνεῦμα μου ἐπί τῷ θεῶ τῷ Σωτῆρι μου, Ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αύτοΰ. ’Ἰδού γάρ ἀπό τοΰ νΰν μακαριοῦσι με πάσαι αἵ γενεαί. Ὅτι ἐποίησε μοι μεγαλεϊα ὅ δυνατός καί ἅγιον τό ὄνομα αύτοΰ. ’Ἔμεινε δέ Μαριάμ σύν αὕτη ώσεϊ μηνάς τρεῖς καί ὑπέστρεψεν εἵς τόν οἶκον αύτης.

Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, έξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, έξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Προσόμοιον.
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Στίχ. Έλέησόν με ὅ Θεός κατά τό μέγα ἐλεός σου ...

Μύρον τό ἀκένωτον, Χριστόν τόν πάντων Σωτῆρα, τέξασα Πανύμνητε, κόσμον εύωδίασας θεία χάριτι' καί τανῦν Δέσποινα, τῷ ἁγίῳ μύρω, τῷ πλουσίως ἀναβλύζοντι, ἐκ τῆς Εἰκόνος σου, τῆ ἐπισκιάσει τῆς δόξης σου, εὐφραίνεις τάς ψυχάς ἡμῶν, καί ἀποφοράν τήν ψυχόλεθρον, παθών τε καί νόσων, καί πάσης ἀθυμίας χαλεπῆς, ἀποδιώκεις, ἑκάστοτε, ἐκ τῶν καρδιῶν ἡμῶν.


Σῶσον ὅ Θεός τόν λαόν σου...

Ώδή ζ'. Οἵ ἐκ τῆς Ἰουδαίας.

Ὑπέρ πάντα Παρθένε, Γραφικώς τά ἀρώματα ἤ τοΰ μύρου σου, εὐφραίνει εύωδία, καρδίας καί αἰσθήσεις, τῶν βοώντων ἑκάστοτε. Ό τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἷ.

Ῥαντισμοῖς ἀοράτοις, Μυροβλύτισσα Κόρη τοΰ θείου μύρου σου, ἀπόπλυνον τόν ῥύπον, ψύχῃς μου τῆς δυσώδους, καί βοῶντα με λάμπρυνον* Ό τῶν Πατέρων ήμών, Θεός εὐλογητός εἷ.

Ὦς λειμών πανευώδης, Μαλεβῆ ἤ Μονή σου πρόκειται ἅπασιν, ἐν ἡ Θεογεννητορ, Είκών σου ἤ ἀγία, ὤσπερ ἄνθος πανεύοσμον, εὐωδιάζει ἡμᾶς, έκβλύσει τῆ τοΰ μύρου.

Γνώρισον μοι Παρθένε, ζώῃς τρίβον προσπίπτοντι τῆ Εἰκόνι σου, καί πάσης ὀλεθρίου, ῥῦσαι με ἀνοδίας, ϊνα πίστει κραυγάζω σοι* χαῖρε πιστῶν ἤ χαρᾷ, ὦ Κεχαριτωμένη.


Ώδή ἡ'. Τόν Βασιλέα.
Εἵς πάντα κόσμον, ἤ τοῦ ἀγίου σου μύρου, ἐξελήλυθε Θεογεννήτορ χάρις, καί πιστῶν τά στίφη, ὑμνοῦσι σου τήν δόξαν.

Ῥῦσαι Παρθένε, ὀδυνηρῶν συμπτωμάτων, τούς προσπίπτοντας τῆ θεῖα σου Εἰκόνι, καί ἀλειφομένους, τῷ ἱερῷ σου μύρω.

Ἅπας προστρέχων, ἔν Μαλεβῆ τῆ Μονῇ σου, ἁγιάζεται τῷ ίερω σου μύρω, καί τά θαύματά σου, κηρύττει Θεοτόκε.

Σωμάτων πόνων, καί ψυχικῶν ἀλγημάτων, Μυροβλύτισσα ἀπάλλαξον Παρθένε, τούς ὑπερυψοῦντας, τόν ἄφραστον σου τόκον.


Ώδή Θ'. Κυρίως Θεοτόκον.
’Ἰάσεις πᾶσι νέμει, τό σόν μύρον Κόρη, δ' ἀναβλύζει Είκών σου ἤ πάνσεπτος, τοῖς μετά πίστεως τοῦτο ἀεί λαμβάνουσι.

Μυρίπνοον ὦς κρίνον, θείαν εὐωδίαν, ἤ μυροβλύτις Είκών σου Πανάχραντε, πνέει τοῖς πίστει προστρέχουσιν ἔν τῆ Μάνδρα σου.

Οἵ πάθεσι καί νόσοις, στένοντες ἀθλίως, τῆς Θεοτόκου τῷ μύρω προσέλθετε, ἶνα ταχέως τήν ϊασιν ἀπολάβητε.

Ὑπέρτερον τόν νοῦν μου, δεῖξον Θεοτόκε, σχέσεως πάσης παθών τῆς φαυλότητος, τῆ θαυμαστῇ εὐωδίᾳ τοΰ θείου μύρου σου.

’Ἀξιόν ἔστιν ὦς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί τταναμώμητον, καί μητέρα τοΰ Θεοΰ ήμών. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σε μεγαλύνομεν.

καί τά παρόντα Μεγαλυνάρια.
Τῆ ἐπισκιάσει σου τῆ σεπτῇ, μύρον ἀναβλύζει, ἤ Είκών σου ἤ ἱερᾷ, οὐ τῆ λήψει Κόρη, λυτρούμεθα κινδύνων, καί πάσης ἀσθενείας, ἀπαλλαττόμεθα.

Ὤφθη μυροβλύτις νεύσει τῆ σῆ, ἤ Είκών σου Κόρη, ἔν τῆ Μάνδρα τῆς Μαλεβῆς, ἡ μετ' εὐλαβείας, Παρθένε προσιόντες, ὀσμῆς ἐπουρανίου, πίστει πληρούμεθα.

Λύει τῆς στειρώσεως τά δεσμά, τό μύρον σου Κόρη, λαμβανόμενον εὐλαβῶς' Ὅθεν σου τήν χάριν, κηρύττομεν τοῖς πᾶσι, καί τά πολλά σου θαύματα μεγαλύνομεν.

Ῥῶσιν καί ὑγείαν νέμει ἡμῖν, τό μύρον σου Κόρη, καί κινδύνων ἀπαλλαγήν, καί καρκίνου πάθος, τό χαλεπόν ἴαται' διό σε Μυροοβλύτισσα μεγαλύνομεν.

Δεῦτε προσκυνήσωμεν ἀδελφοί, τῆς Μυροβλυτίσσης, τήν Εἰκόνα ἔν Μαλεβῆ, ἶνα πληρωθῶμεν, ὀσμῆς ἐπουρανίου, καί πάσης δυσωδίας, θᾶττον ῥυσθείημεν.

’Ἔχει ἤ Μονῇ σου ἔν Μαλεβῆ, προπύργιον μέγα, τήν Εἰκόνα σου τήν σεπτήν, ἐκβλύζουσαν μύρον, εὐῶδες Θεοτόκε' διό καί μεγαλύνει, ἀεί τήν δόξαν σου.

Πᾶσαι τῶν Άγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς, οἵ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἵς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Ἐκτενής καί ἀπόλυσις, μεθ' ἤν ψάλλομεν τό έξης


Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

Μύρον ἤ τεκοῦσα τῆς ζώῃς, τόν Δημιουργόν τῶν ἁπάντων, Παρθένε Ἄχραντε, μύρον βλύζειν εὔοσμον, Κόρη ηὐδόκησας, τήν ἀγίαν Εἰκόνα σου, πιστούς κατευφραϊνον' ἡ πιστῶς προσπίπτοντες, ἁγιαζόμεθα  Ὅθεν μετοχή τῆ τοΰ μύρου, λῦσον τῶν παθῶν τάς ὀδύνας, ἐκ τῶν εὐλαβῶς παρακαλούντων σε.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μήτηρ, τοΰ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.



Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.




Κατεβάστε την Παράκληση




Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης