Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Εσφαγμένην Empty Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Εσφαγμένην

Την / Το Πεμ Νοε 01, 2012 2:07 am
Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Εσφαγμένην
ΤΗΣ ΙΕΡΑΣ ΜΟΝΗΣ ΒΑΤΟΠΕΔΙΟΥ


Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Εσφαγμένην Esfagm10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Κεκοσμημένην ἐξ ἰχώρων Σου θείων, ἡ παναγία Σου Εἰκὼν Ἐσφαγμένη, θαυματουργεῖ ἑκάστοτε τοῖς ταύτῃ πιστῶς, προσιοῦσι Δέσποινα, χαλεπῶς τρυχομένοις, ἐκ παντοίων θλίψεων, καὶ δεινῶν ἀλγηδόνων, διὸ ὑμνοῦμεν ᾄσμασι τερπνοῖς, αὐτῆς προνοίας, πρὸς πάντας τὸ ἄμετρον.

Δόξα. Καὶ νῦν.  
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Ἐσφαγμένη,σῶσόν με τὸν ἀνόμως βιοῦντα. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἐλέους κατάπεμψον ὑετόν, τοῦ θείου Σου τόκου, ἐπὶ πάντας τοὺς εὐλαβῶς, ὑμνοῦντάς Σε Μῆτερ Ἐσφαγμένη, καὶ τὴν σεπτὴν προσκυνοῦντας Εἰκόνα Σου.

Σκοπεύοντες δόξαν τῶν οὐρανῶν, οἱ Σὲ ἀνυμνοῦντες, Ἐσφαγμένη περιχαρῶς, ἀσπάζονται ἔκτυπον τὸ θεῖον, καὶ τὴν θερμὴν ἐκζητοῦσι πρεσβείαν Σου.

Φωτόλαμπρος λύχνος ἡ Σὴ Εἰκών, αὐγάζει καρδίας, Ἐσφαγμένη τῶν μοναστῶν, τῆς θείας Μονῆς Βατοπεδίου, οὓς ἐποπτεύεις ὑψόθεν ἑκάστοτε.

Γλυκεῖα μερόπων καταφυγή, ταῖς Σαῖς Ἐσφαγμένη, καταφεύγοντες προσευχαῖς, λαμβάνομεν χάριν οὐρανόθεν, τὰ κέντρα πλῆξαι τοῦ πλάνου ἀλάστορος.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μὴ παρίδῃς δεήσεις, τῶν μοναστῶν Δέσποινα, Μῆτερ Ἐσφαγμένη καὶ πάντων, τῶν προσιόντων Σοι· ὑπάρχεις γὰρ ταχινή, προστάτις σκέπη καὶ ῥῦστις, τῶν χαρίτων ἄβυσσον, μεγαλυνόντων Σου.

Ἐσφαγμένη βοῶ Σοι· ὥσπερ ποτὲ ᾤκτειρας, μεταμεληθέντα βιαίως, Σοῦ πάλαι τρώσαντα, τὴν παναγίαν μορφήν, ἐκκλησιάρχην μοὶ πέμψον, οἰκτιρμῶν τὸ πλῆθός Σου, ἵνα γεραίρω Σε.

Νουνεχῶς διαπλεῦσαι, τὸ τῆς ζωῆς πέλαγος, καὶ εἰς ὅρμον εὔδιον φθάσαι, αἰωνιότητος, τοὺς Σὲ ὑμνοῦντας ἀεί, θαυματουργὲ Ἐσφαγμένη, μελιχροῖς μελίσμασι, πάντας ἀξίωσον.

Ἡ ἐν θρόνῳ κειμένῃ, περικαλλεῖ Ἄνασσα, τοῦ Βατοπεδίου Εἰκών Σου, ὄμμα γλυκύτατον, ῥίπτει ἡμῖν δαψιλῶς, Σῆς μητρικῆς συμπαθείας, Ἐσφαγμένη ἅπασι, τοῖς προσκυνοῦσί Σε.


Διάσωσον, ἐκκλησιάρχην ὡς πάλαι πληγώσαντά Σε, Ἐσφαγμένη τοὺς Σὲ πιστῶς ὑμνοῦντας, καὶ δώρησαι, μετάνοιαν πᾶσι σωτηριώδη.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τo κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Εἰκόνα τὴν Σὴν πιστῶς κατασπαζόμενοι, ὑγείαν ψυχὴν καὶ σώματος λαμβάνομεν, Ἐσφαγμένην πάνσεμνε, καὶ παθῶν παντοίων λυτρούμεθα· ὅθεν βοῶμεν πίστει ἀκλινεῖ· ἀκέστωρ ἡμῶν ὑπάρχεις Δέσποινα.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σοὶ ὁ τλήμων οἰκέτης Σου, νῦν προσπίπτω κράζων, πταισμάτων ἄφεσιν, Ἐσφαγμένη ὥνπερ ἔπραξα, Σαῖς λιταῖς παράσχου πρὸς τὸν Κύριον.

Ὡς ποτὲ συνεχώρησας, Ἐσφαγμένη Δέσποινα Σὲ τὸν τρώσαντα, τὰ πολλά μου ἀτοπήματα, καὶ ἀνόμους πράξεις μου συγχώρησον.

Στῆσον ὄμβρους πταισμάτων μου, ὄμβρον τὸν οὐράνιον ἡ ἐν μήτρᾳ Σου, δεξαμένη καὶ τοὺς αὔλακας, Μῆτερ τῆς ψυχῆς μου πλῆσον χάριτος.

Ὀλοφύρομαι Δέσποινα, ἀναμιμνησκόμενος τῆς κακίας μου, Ἐσφαγμένη πλὴν κραυγάζω Σοι· αὔξησον πρὸς πάντας τὴν ἀγάπην μου.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νύκτα πειρασμῶν, τῶν δεινῶν συνεχομένων με, διασκέδασον φωτὶ Σῶν πρεσβειῶν, Ἐσφαγμένη ἵνα πόθῳ μακαρίζω Σε.

Μόνη τῶν πιστῶν, προστασία καὶ βοήθεια, Ἐσφαγμένη ἐνδυνάμωσον ἡμᾶς, ἀντιστῆναι τῇ μανίᾳ τοῦ ἀλάστορος.

Ἕλκη χαλεπά, Ἐσφαγμένη τῆς καρδίας μου, ἀντιλήψεως ἐξάλειψον τῆς Σῆς, τῷ φαρμάκῳ Ὄρους Ἄθωνος ἰάτειρα.

Τείχισον ἡμᾶς, ἐν τῇ σκέπῃ τῆς προνοίας Σου, Ἐσφαγμένη καὶ ἀπάλλαξον δεινῶν, τοὺς ἱκέτας Σου στερήσεων βοῶμέν Σοι.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὁδήγησον, τὰς ψυχὰς τῶν δούλων Σου, Ἐσφαγμένη σωτηρίας πρὸς τρίβους, ἡ τοῦ ὀργίλου ποτὲ δεξαμένη, ἐκκλησιάρχου τὴν μῆνιν πρὶν ἄφθονον, μεταμελείας δωρεάν, δῷς ἐκείνῳ καὶ δάκρυ ἀείῤῥοον.

Νυχθήμερον, Ἐσφαγμένη δέησιν, μονοτρόπων ἣν προσφέρουσι δέξαι, Βατοπεδίου Μονῆς αἱ χορεῖαι, καὶ πρὸς τὸν θρόνον τοῦ Κτίστου προσάγαγε, αὐτὰς καὶ τόκου Σου σεπτοῦ, ὡς μεσίτρια πάντων ὑπάρχουσα.

Ἀνάγαγε, τοὺς πεσόντας δούλους Σου, Ἐσφαγμένη εἰς βυθὸν ἁμαρτίας, τῆς βοηθείας Σου τείνουσα χεῖρας, καὶ ἀτραποὺς μετανοίας δεικνύουσα, αὐτοῖς πρὸς ὕψος νοητόν, ὁδηγούσα καὶ δόμους λαμπρότητος.

Νοσοῦσάν μου, τὴν ψυχὴν θεράπευσον, καὶ σαρκίου μου ἀπέλασον ἄλγη, Βατοπεδίου τῆς Μάνδρας ἀκέστορ, ἀναβοῶμεν πιστῶς ἀσπαζόμενοι, τὴν θαυματόβρυτον Ἁγνή, Ἐσφαγμένη καὶ θείαν Εἰκόνα Σου.


Διάσωσον, ἐκκλησιάρχην ὡς πάλαι πληγώσαντά Σε, Ἐσφαγμένη τοὺς Σὲ πιστῶς ὑμνοῦντας καὶ δώρησαι, μετάνοιαν πᾶσι σωτηριώδη.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Μετανοίας τῆς σωτηριώδους ὑπάνοιξον, Ἐσφαγμένη ἁγνὴ Μαριὰμ πύλας ἅπασι, τοῖς ἐν πίστει, ἀσπαζομένοις ἔκτυπον τὸ Σόν, καὶ ὑμνοῦσιν ὕμνοις μελιχροῖς, τὴν Σὴν ταχεῖαν ἀρωγήν, καὶ ἀσίγητον εὔνοιαν, δέξαι οὖν τὰς δεήσεις, Παρθένε τῶν ὑμνητῶν Σου, καὶ ἀπὸ πάσης τοῦ ἐχθροῦ, Ἐσφαγμένη βλάβης λύτρωσαι.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἄκουσον, Θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ πατρός Σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους Σου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α´ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου· καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Ἐσφαγμένης πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Σῶσόν με τὸν ἄσωτον, καὶ τὸν ὀργίλον Παρθένε, δοῦλόν Σου τὸν σπεύδοντα, τὴν σεπτὴν Εἰκόνα Σου, κατασπάσασθαι, ἡ ποτὲ σώσασα, τὸν ἐκκλησιάρχην, τὸν μαχαίρας Σε πληγώσαντα, ἀκμῇ σκαιότατα, ἐξ ὀργῆς κινούμενον Ἄνασσα· ὡς γὰρ οὗτος ἦλθεν, Παρθένε εἰς ἐπίγνωσιν λιταῖς, ταῖς Σαῖς κᾀμοὶ πύλας ἄνοιξον, μετανοίας δέομαι.


ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὅρμος ἀχείμαστος ὑπάρχεις, ποντουμένων σάλῳ βίου οἰκετῶν Σου, καὶ θεμένων ἐν Σοί, τοὺς οἴακας Παρθένε, ψυχῆς αὐτῶν εἰς ἄγρυπνον, ὥσπερ θεῖον κυβερνήτην.

Μάργαρον ὤφθη Ἐσφαγμένη, πολυτίμητον Εἰκών Σου ἡ Ἁγία, ἡ πληγὴ παρειᾶς, δεικνύουσα Σῆς θείας, καὶ ἐκροᾶς αἱμάτων Σου, τοῖς πιστῶς Σε προσκυνοῦσιν.

Ὡς κιβωτόν Σε σωτηρίας ἄλλην, ἔγνωμεν Κυρία Ἐσφαγμένη, ἐκ τοῦ κατακλυσμοῦ, τὴν σώσασαν τὸ γένος, ἡμῶν ζοφώδους θλίψεως, καὶ θανάτου αἰωνίου.

Σύ μου χαρὰ Σύ μου καὶ τεῖχος, Σὺ ψυχῆς μου ἀγαλλίαμα καὶ εὖχος, Ἐσφαγμένη βοῶν, καὶ πόθῳ τὴν Σὴν θείαν, Εἰκόνα ἀσπαζόμενος, Σὲ δοξάζω εἰς αἰῶνας.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Βυθῷ πεσόντες, ἁμαρτημάτων παντοίων, Ἐσφαγμένη πιστῶς Σοι βοῶμεν· ἔγειρον Σοὺς δούλους, ἐκ βόθρου ἀπωλείας.

Ἰσχὺν πρεσβεύειν, ὑπὲρ ἡμῶν Ἐσφαγμένη, τῶν Εἰκόνα τὴν Σὴν προσκυνούντων, ἔχεις ὥσπερ Μήτηρ, Θεοῦ δεδοξασμένη.

Οἱ εὐλαβῶς Σε, ἐπικαλούμενοι Μῆτερ, Ἐσφαγμένη λαμβάνουσι ῥώμην, καὶ ἰσχὺν τὸν πλάνον, ἐχθρὸν καταπαλαῖσαι.

Ὑψόθεν πέμψον, παντὶ πιστῷ Ἐσφαγμένη, δαψιλῶς τὴν κατ’ ἄμφω ὑγιείαν, ψυχικὴν εἰρήνην, καὶ ἄκραν εὐρωστίαν.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ναμάτων ζωηῤῥύτων, ἐμπλησθῆναι πάντας, τοὺς προσκυνοῦντας τὸ θεῖόν Σου ἔκτυπον, περικλεὲς Ἐσφαγμένη ταχὺ ἀξίωσον.

Ταπείνωσιν τελείαν, δός μοι Ἐσφαγμένη, καὶ μετανοίας μοι πύλας ὑπάνοιξον, ἵνα εἰσέλθω ὁ τάλας εἰς θεῖα δώματα.

Ἁγίασον τοὺς πόθῳ, νῦν ἀσπαζομένους, τὴν ἱερὰν Ἐσφαγμένη Εἰκόνα Σου, καὶ ῥᾶνον τούτους εὐχῶν Σου ψεκάσιν ἄνωθεν.

Χαρᾶς μου Ἐσφαγμένη, πάνσεπτον δοχεῖον, τοὺς Σὲ ὑμνοῦντος τὸ ἄχθος ἐκδίωξον, καὶ προσκυνεῖν Σε καρδίᾳ ἁγνῇ ἀξίωσον.


Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Ἔχει τὴν Εἰκόνα Σου τὴν σεπτήν, τοῦ Βατοπεδίου, τὸ σεμνεῖον ὡς θησαυρόν, θεῖον Ἐσφαγμένη, Κυρία Θεοτόκε, καὶ κρήνην θαυμασίων, ὄντως ἀστείρευτον.

Σκότος ζοφερώτατον τῆς ὀργῆς, σκέδασον λιταῖς Σου, καὶ ἀνάτειλον χρυσαυγῆ, ἥλιον εἰρήνης, Κυρία Ἐσφαγμένη, ἡμῖν τοῖς προσιοῦσι, Σῷ ἐκτυπώματι.

Μάνδραν περιφρούρει τὴν εὐαγῆ, τοῦ Βατοπεδίου, οἷαν κόσμον περικλεῆ, τὴν σεπτὴν πλουτοῦσαν, Εἰκόνα Σου ἐν κόλποις, Παρθένε Ἐσφαγμένη, κόσμου διάσωσμα.

Πύλας ἄνοιξόν μοι τῆς σωστικῆς, μετανοίας Κόρη, Ἐσφαγμένη θαυματουργέ, ἡ ἐκ τοῦ θανάτου, τοῦ αἰωνίου πάλαι, τὸν τρώσαντα βιαίως, Σὲ διασώσαντα.

Τρόμον ἐμποιεῖ μοι τῷ δυστυχεῖ, Ἐσφαγμένη Κόρη, τῶν αἱμάτων ἡ ἐκροή, ἐν τῇ παρειᾷ Σου, καὶ τῆς ὀργῆς μου νέφη, διώκει τὰ ζοφώδη, πρᾷε Μητρόθεε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἐσφαγμένη Παρθένε τὸ Σὸν ἐκτύπωμα, φέρον αἱμάτων τὰ ἴχνη, ἐν τῇ τρωθείσῃ δεινῶς, παρειᾷ Σου ὑπ’ ὀργίλου διακόνου Σου, Βατοπεδίου ἡ Μονή, ὡς ὑπόδειγμα ἡμῖν, προβάλλει ἀοργησίας, καὶ μετανοίας ἐνθέου, ἥσπερ ἀξίωσον ταχὺ καὶ ἡμᾶς.


Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Νέφη, ἀποδίωξον ὀργῆς, τὰ θανάτου φέροντα ὄμβρον, ἡ τοῦ ὀργίλου ποτέ, δεξαμένη μάχαιραν, Θεογεννήτρια, Ἐσφαγμένη καὶ πότισον, ἡμῶν τὰς καρδίας, νάμασι συνέσεως, καὶ ταπεινώσεως, ἵνα πρὸς τὸν πέλας ἀγάπης, καὶ τὸν Λυτρωτὴν ἄνθος θεῖον, οὐρανίου μύρου ἐκβλαστήσωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.



ΧΑΡΑΛΑΜΠΟΥΣ Μ. ΜΠΟΥΣΙΑ
ΔΙΔΑΚΤΟΡΟΣ ΧΗΜΙΚΟΥ
ΑΘΗΝΑΙ 1993.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης