Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Γαλόκτιστον Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Γαλόκτιστον

Την / Το Δευ Απρ 06, 2020 9:31 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Επονομαζόμενην Γαλόκτιστον την Έφορο και Σκέπην του Πύργου Τηλλυρίας

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας


Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Γαλόκτιστον Galokt10

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἣχος δ΄. Ὁ ὑψωϑεὶς ἐν τῷ Σταυρῷ.

Τοὺς προσιόντας τῷ πανσέπτῳ Ναῷ σου, Τῷ ἐν τῷ Πύργῳ Τηλλυρίας, Παρϑένε, Γαλόκτιστε πανϑαύμαστε, χαρᾶς μυστικῆς ἅπαντες πληρούμεϑα καὶ δυνάμεως ϑείας διανῦσαι δόλιχον βιοτῆς τῆς παρούσης καλῶς καὶ φϑάσαι πόλου εἰς σκηνὰς τῷ σῷ πανσέπτῳ Υἱῷ συνευφραίνεσϑαι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ᾿Ακροστιχίς"
«Γαλόκτιστε Θεοτόκε, ἐχϑρῶν ῥῦσαί με. Χ. Μ.»

᾿Ωδὴ α΄. Ὑγρὰν διοδεύσας.

Γαλόκτιστε, Πύργου καταφυγὴ ϑερμὴ καὶ ἀκέστορ Τηλλυρίας, Μῆτερ Θεοῦ, ἡμᾶς νηπιάζοντας τῇ πίστει ϑρέψον Υἱοῦ σου τῷ γάλακτι γνώσεως.

Ἁγίασον δήμους τῶν εὐσεβῶν πιστῶς ἀνυμνούντων προστασίαν σου ταχινήν, Γαλόκτιστε Μῆτερ, ἣν δεικνύεις τοῖς καταφεύγουσι χάριτι ϑείᾳ σου.

Λειμώνων τοῦ Πύργου ἡδυτερπὲς λευκάνϑεμον, Μῆτερ, εὐωδίᾳ σῆς ἀρωγῆς, Γαλόκτιστε, ἔμπλησον τοὺς πόϑῳ σῷ πανιέρῳ Ναῷ προσπελάζοντας.

Ὀρδὰς τῶν ἀπίστων Αγαρ υἱῶν ἐκδίωξον τάχος, ἐπιδούλων ἡμῶν τῆς γῆς, Γαλόκτιστε Μῆτερ, τῶν προγόνων ἣν ὀχετοὶ τῶν αἱμάτων ἡγίασαν.


᾿Ωδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Καταπράῦνον ἄλγη  ψυχῶν ἡμῶν, ἄχραντε, καὶ σωμάτων σέ τῶν ὑμνούντων, Μῆτερ Γαλόκτιστε, ὡς Τηλλυρίας ϑερμὴν ἐν συμφοραῖς παραστάτιν καὶ ἐν ἀσϑενήμασι ϑείαν ἰάτειραν.

Τἡλλυρίαν μὴ παύσῃ ΤΣ οὐρανῶν ϑρόνου σου ϑείου ἐφορῶσα καὶ Πύργου δῆμον, Γαλόκτιστε, τὸν σὲ τιμῶντα λαμπροῖς, Θεογεννῆτορ Παρϑένε, ὕμνοις ἐποπτεύουσα ὡς εὐσυμπάϑητος.

Ἲατρεύεις τὰ πάϑη σῶν ἱκετῶν, Δέσποινα, καὶ τὰς ἀλγηδόνας πραΐνεις πάντων, Γαλόκτιστε, καταφευγόντων πιστῶς ταῖς σαῖς ϑερμαῖς ἱκεσίαις πρὸς τὸν ϑεῖον Τόκον σου, τὸν πολυεύσπλαγχνον.

Στηριγμὸς ἀδυνάτων και σταϑηρὸν ἔρεισμα πέλεις κλονουμένων ἐν βίῳ, Μῆτερ Γαλόκτιστε, Θεογεννῆτορ σεμνή, ἡ κατισχύουσα πάντας ἀσϑενεῖς καὶ σκέπουσα τοὺς εὐφημοῦντάς σε.


Διάϑρεψον ἠμᾶς τῷ γάλακτι πίστεως Ὀρϑοδόξου, Τηλλυρίας τροφεῦ σεμνή, Παρϑένε Γαλόκτιστε, νηπίους τοὺς ὄντας τῇ ἡλικίᾳ.

Ἒπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάϑισμα.
Ἥχος β΄. Πρεσβεία ϑερμή.

Πρεσβείαις, ἁγνὴ Γαλόκτιστε, ἐνθέρμοις σου πιστῶν Τηλλυρῶν οἱ δῆμοι καταφεύγοντες ἐν δεινοῖς καὶ ϑλίψεσιν ἀπολαύομεν ϑείας σου χάριτος καὶ πειρασμῶν παντοίων προσβολὰς ἐλαύνομεν τάχος, Μητροπάρϑενε.


᾿Ωδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Τᾶς λιτάς σου, Γαλόκτιστε, Μῆτερ τοῦ Ὑψίστου, ἀπεκδεχόμεϑα καὶ προσφεύγομεν τῇ σκέπῃ σου  ἐν δειναῖς τοῦ βίου περιστάσεσιν.

Εὑσυμπάϑητε Δέσποινα, δήμων Τηλλυρίας ϑερμὴ ἀντίληψις, ῥύου ϑλίψεων, Γαλόκτιστε, καὶ ἐχϑρῶν ἀπίστων ἐπιϑέσεων.

Θραῦσον βέλη, Γαλόκτιστε, πολεμίων πάντων ἀσπίδι ϑείᾳ σου ἀνυστάκτου ἀντιλήψεως,  Κεχαριτωμένη Μητροπάρϑενε.

Ἐκ ϑερμῶν παρακλήσεων ϑρέψον γάλακτός σου ἡμᾶς, Γαλόκτιστε, τὸν Χριστὸν ἡ διαϑρέψασα βρέφος ἐκ μαζῶν σου τὸν εὐΐλατον.


Ωδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὂμόρισον ἡμῖν ὑετὸν τῆς εὐσλπαγχνίας σου καὶ τὰ πρόσφορα παράσχου δαψιλῶς τοῖς ὑμνοῦσί σε, Γαλόκτιστε Μητρόϑεε.

Τείχισον ἡμᾶς ἱκεσίαις σου, Γαλόκτιστε, ἵνα πάντες τῇ αὐτῶν παρεμβολῇ ϑεωϑῶμεν, Μητροπάρϑενε, φρουρούμενοι.

Ὂλῃ σε ψυχῇ, διανοίᾳ τε καὶ χείλεσι καὶ καρδίᾳ μεγαλύνων, ἀγαϑή, ἀπεκδέχομαι τὴν χάριν σου, Γαλόκτιστε.

Κοίμισον ἡμῶν, οἴμοι, πάϑη τὰ χαμαίζηλα καὶ ὑπόδειξον, Γαλόκτιστε, ἡμῖν ἀπαϑείας ἀτραπὸν τὴν διασῴζουσαν.


᾿Ωδὴ στ΄. Τὴν δέησιν.
Ἐκδίωξον  ἐπιβούλους τάχιστα τῆς ἡμῶν ἐλευϑερίας καὶ κάμψον ἰσχὺν ἐχϑρῶν ἀλλοπίστων, Παρϑένε, τῶν κατεχόντων ἀδίκως, Γαλόκτιστε, πιστῶν ἑστίας πατρικὰς ἐν τῇ Κύπρῳ καὶ ϑεῖα σκηνώματα.


Ἐπάκουσον τῶν ἡμῶν δεήσεων καὶ μὴ παύσῃ περισκέπουσα πάντας καϑάπερ ὄρνις αὐτῆς τὰ νοσία  ὑπὸ τὰς πτέρυγας, Μῆτερ Γαλόκτιστε, ἡ γάλακτι τῶν σῶν μαζῶν σαρκωϑέντα Θεοῦ Λόγον ϑρέψασα.

Χαρίτωσον εὐσεβεῖς, Γαλόκτιστε, προσιόντας τῷ πανσέπτῳ Ναῷ σου ἐν Τηλλυρίᾳ, Κυρία Παρϑένε, καὶ τὴν ἡμῶν δυσϑυμίαν μετάστρεψον εἰς εὐθυμίαν ἱλαράν, χαρμονὴ τῶν πιστῶν ἀτελεύτητε.

Θεράπευσον τῆς ψυχῆς μου τραύματα καὶ οὐλὰς σαρκὸς φαρμάκῳ εὐχῶν σου πρὸς τὸν Υἱόν σου, Γαλόκτιστε Μῆτερ, Ὃν ἐν ἀγκάλαις ὡς βρέφος ἐβάστασας καὶ Ὂνπερ ἔϑρεψας καλῶς τῶν τιμίων μαζῶν σου τῷ γάλακτι.


Διάϑρεψον ἡμᾶς τῷ γάλακτι πίστεως Ὀρϑοδόξου, Τηλλυρίας τροφεῦ σεμνή, Παρϑένε Γαλόκτιστε, νηπίους τοὺς ὄντας τῇ ἡλικίᾳ.

Ἃχρᾶντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἡ εὐλογοῦσα δικαίους, Γαλόκτιστε, καὶ ἀποστρέφουσα πρόσωπον ϑεῖόν σου ἐκ τῶν ἀδίκων, ταχὺ ἐλευϑέρωσον ἐκ τῶν ἀπίστων ἐχϑρῶν Κύπρον ἅπασαν σὲ ἀνυμνοῦσαν, Θεόνυμφε Δέσποινα.


Προκείμενον.
Μνησϑήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον: κατὰ Λουκᾶν. (Κεφ. α’ 39-49, 56)

Τᾧ καιρῷ ἐκείνῳ, ἀναστᾶσα Μαριὰμ ἐπορεύϑη εἰς τὴν ὀρεινην μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλϑεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσϑη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ Καρπός τῆς κοιλίας σου. Καὶ πόϑεν μοι τοῦτο, ἵνα ἔλϑῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με· Ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βὀρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύρῖον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.


Δόξα.
Γαλοκτίστου, Σῶτερ, Μητρός Σου, Ἐλεῆμον, λιταῖς ἐξάλειψόν μου τὴν πληϑὺν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου….
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποϑέμενοι.

Πύργου μέγα καύχημα καὶ Τηλλυρίας προστάτις, εὐκλεὲς Γαλόκτιστε, ἡ μαζῶν σου γάλακτι διαϑρέψασα Ὃν ἐν ἀγκάλαις σου ταῖς σεπταῖς ὡς βρέφος, Ἰησοῦν Χριστόν, ἐβάστασας, ἡμᾶς διάϑρεψον ἀρετῇ νηπίους τῷ γάλακτι σῆς συμπαϑείας, Δέσποινα, καὶ ἡμᾶς τραφῆναι ἀξίωσον, Κεχαριτωμένη, δι᾿ ἄρτου στερεοῦ ἔργων καλῶν καὶ ψυχοτρόφων τοὺς μέλποντας πρὸς ἡμᾶς σὴν εὔνοιαν.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

‘Ραντισμῷ προστασίας ἀνυστάκτου σου, Μῆτερ ἁγνή, Γαλόκτιστε, ἁγίαζε τοὺς πόϑῳ προσφεύγοντας σῇ σκέπῃ, ἐπιπνοίᾳ καὶ χάριτι καὶ ἐξαιρέτως πιστοὺς ἐνδόξου Τηλλυρίας.

Ὠραΐζεις τὰς νάπας καὶ δρυμοὺς Τηλλυρίας, σεμνὴ Γαλόκτιστε, Ναῷ σου τῷ πανσέπτῳ καὶ δήμους εὐσεθούντων τῇ ϑερμῇ ἀντιλήψει σου, τοὺς ἐφυμνίοις λαμπροῖς σὲ ἀνυμνολογοῦντας.

Νικητὰς σοὺς ἱκέτας ἐχϑρῶν ἀοράτων ταχὺ ἀνάδειξον καὶ ὁρατῶν, Παρϑένε Γαλόκτιστε, τοὺς πίστει καταφεύγοντας πάντοτε σῇ ταχινῇ ἀρωγῇ ἐν μάχαις ταῖς τοῦ βίου.

Ῥυπτικάς σου δεήσεις ἐκδεχόμεϑα πάντες οἱ κυλινδούμενοι παϑῶν ἐν τῷ βορβόρῳ καὶ τέλματι δυσώδει ἐμπαϑείας, Γαλόκτιστε, Μῆτερ τοῦ Λόγου Θεοῦ, ὑπερευλογημένη.


Ὠδὴ η΄. Τὸν Βασιλέα.
‘Υμνολογοῦντες δαψιλεστάτην σου χάριν, ἣν δεικνύεις, Γαλόκτιστε, πᾶσι σπεύδομεν σῇ σκέπῃ ἐν χαλεποῖς κινδύνοις.

Συνέτισόν με καὶ ἐντολὰς τοῦ Υἱοῦ σου καϑ᾽ ἑκάστην τηρεῖν, Θεοτόκε, δίδαξον σὸν δοῦλον, Γαλόκτιστε Κυρία.

Ἀνάστισὸν με ἐκ τοῦ βυϑοῦ ἁμαρτίας τὸν αἰτούμενον σὰς ἱκεσίας πρὸς τὸν ἀναστάντα, Γαλόκτιστε, Υἱόν σου.

Ἲ σχύος πλῆσον καὶ χαρμονῆς τὰς καρδίας τῶν σπευδόντων ἐν τῇ Τηλλυρίᾳ δέξασϑαι σὴν χάριν, Γαλόκτιστε Παρϑένε.


Ὠδὴ ϑ΄. Κυρίως Θεοτόκον.
Μαρτυρικῆς προστάτις, Μῆτερ, Τηλλυρίας, τοὺς ἐπιβούλους ἐχϑροὺς ἀποδίωξον ἐξ ἑστιῶν τῶν πατρῴων ἡμῶν, Γαλόκτιστε.

Ἐλέη τοῦ Υἱοῦ σου πέμψον οὐρανόϑεν ἡμῖν ἀφϑόνως, Παρϑένε Γαλόκτιστε, τοῖς καταφεύγουσι πίστει σῇ ϑείᾳ χάριτι.

Χαρᾶς καρδίας πλῆσον πάντων θλιβομένων τῶν προσιόντων Ναῷ πανιέρῳ σου, τὴν Τηλλυρίαν κοσμοῦντι λαμπρῶς, Γαλόκτιστε.

Μνημόνευε σῶν δούλων, τῶν πεσόντων, μῆτερ, ἐν Τηλλυρίας ταῖς μάχαις, Γαλόκτιστε, κατ᾽ εἰσβολέων ἀπίστων, Θεογεννήτρια.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ ἐπόμενα Μεγαλυνάρια,
Χαίροις, ἡ τῷ γάλακτι σῶν εὐχῶν τρέφουσα σοὺς δούλους νηπιάζοντας ἀρετῇ, χαίροις, Τηλλυρίας προστάτις καὶ ἀκέστωρ, Γαλόκτιστε Κυρία, Θεογεννήτρια.

Ἒχει Τηλλυρία τὸν σὸν Ναόν, Κεχαριτωμένη, καταφύγιον ἱερόν, ἔπαλξιν ἁγίαν καὶ πύργον σωτηρίας, Γαλόκτιστε Παρϑένε, Μῆτερ τοῦ Κτίσαντος.

‘Ρῦσαι ἀλλοπίστων κατακτητῶν βλάβης, Θεοτόκε, καὶ κακίας τῆς μανικῆς ἐπιβούλους, Μῆτερ, ἡμῶν ἐλευϑερίας, Γαλόκτιστε, βοῶμεν, Θεογεννήτρια.

Τῶν διχοτομούντων κατακτητῶν Κύπρον τὴν ἁγίαν ἀποδίωξον τὰς ὀρδὰς πανσϑενεῖ χειρί σου, ἃς ὡς ἀκρίδων σμήνη εἰς τὸν βυϑὸν ϑαλάσσης ῥῖψον, Γαλόκτιστε.

Πύργου Τηλλυρίας ὡς ϑησαυρὸν καὶ τῆς νήσου Κύπρου ὡς διάκοσμον ἀληϑῶς σὲ ὑμνολογοῦμεν, Γαλόκτιστε Παρϑένε, οἱ σπεύδοντες ἐν πίστει χάριτι ϑείᾳ σου.

Χαῖρε, σοί, Γαλόκτιστε, εὐλαβῶς κράζομεν οἱ δῆμοι Τηλλυρίας, ἧς οἱ δρυμοὶ πάλαι τὴν εἰκόνα πανσέπτου Κυκκωτίσσης σὺν ϑείῳ Ἡσαΐᾳ καϑυπεδέξαντο.

Πἄσαι τῶν ᾿Αγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωϑῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ ᾿Απολυτίκιον·
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τἡλλυρίας ὑπάρχεις φρουρός, Γαλόκτιστε, καὶ ἀρωγὸς καὶ προστάτις, Θεογεννῆτορ σεμνή, καὶ ὀλέτειρα ἐχϑρῶν ταχίστη, Δέσποινα· σοῦ γὰρ Ναῷ περικαλλεῖ διὰ γάλακτός ποτε κτισϑέντι νῦν προσιόντες ἄμφω πληρούμεϑα σϑένους τῶν ἐπιβούλων ϑραῦσαι βέλεμνα.

Ἐκτενὴς καὶ ᾿Απόλυσις, μεϑ᾽ ἣν ψάλλομεν τὸ ἑξῆς:

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Πύργου Τηλλυρίας ταχινὲ φύλαξ, Θεοτόκε Παρϑένε, καὶ πάντων τῶν εὐσεβῶν τεῖχος ἀπροσμάχητον, Μῆτερ Γαλόκτιστε, τῶν δεήσεων ἄκουσον ἡμῶν καὶ λιταῖς σου ἦμαρ ἐξανάτειλον ἡμῖν εὐφρόσυνον τῆς ἐλευϑερίας τῆς Κύπρου σὲ μεγαλυνούσης ἀπαύστως ἐξ Ἄγαρ υἱῶν τῆς κατακτήσεως.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.

Δίστιχον.

Νικηφόρον Ἐπίσκοπον, Γαλόκτιστε,
φρούρει καὶ σκέπε, ἔκραξε Χαραλάμπης.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης