Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Ελεούσαν της Ξυνιάδος Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Ελεούσαν της Ξυνιάδος

Την / Το Πεμ Απρ 02, 2020 11:25 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Χαριτόβρυτον Ελεούσαν της Ξυνιάδος Δομοκού

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Ελεούσαν της Ξυνιάδος Ksinia10

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Γὴν ἐξαχθεῖσαν ἐκ τῆς γῆς τῶν λαγόνων ὑπερφυῶς ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις εἰκόνα προσκυνήσωμεν πιστοὶ εὐλαβῶς τῆς Θεογεννήτορος, Ἐλεούσης Παρθένου, Δομοκοῦ ἀκέστορος καὶ Μονῆς Ξυνιάδος τῆς ἀρωγοῦ βοῶντες ἀκλινῶς· Ρῦσαι κινδύνων ἡμᾶς, Μῆτερ ἄχραντε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ Κανὼν, οὗ ἡ Ἀκροστιχίς
Ἐλεοῦσα Ξυνιάδος, πιστοὺς περίσκεπε. Χ. “

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἐπάκουσον πάντων ὡς ἀγαθὴ τῶν σὲ ἀνυμνούντων, Ἐλεοῦσα, πανευλαβῶς, Μονῆς Ξυνιάδος ἀντιλῆπτορ καὶ Δομοκοῦ εὐσεβῶν καταφύγιον.

Λαμπάδα μοι ἄναψον ἀρετῆς, σεμνὴ Ἐλεοῦσα, Ξυνιάδος φῶς παμφαές, τῷ πίστει μορφήν σου προσκυνοῦντι τὴν ἀστραπαῖς ηὐγασμένην χαρίτων σου.

Εὐλόγει τοὺς δούλους σου καὶ χαρᾶς ἀφθίτου, Παρθένε, Ἐλεοῦσα, πλῆσον ἡμᾶς εἰκόνα τὴν σὴν ἀσπαζομένους ἐν Ξυνιάδος Μονῇ, τὴν πανάχραντον.

Ὁδόν μοι ὑπόδειξον σωστικὴν τῷ σὲ ἀνυμνοῦντι ὡς ἰθύντειραν ἀπλανῆ πιστῶν πρὸς τὸν πόλον, Ἐλεοῦσα, τοῦ Δομοκοῦ πολυτίμητον κόσμημα.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπερεύχου σῶν δούλων, Μῆτερ Θεοῦ, ἄχραντε, Ξυνιάδος μάργαρον θεῖον καὶ σεμνολόγημα τοῦ Δομοκοῦ, εὐλαβῶς τῇ σῇ Μονῇ προσιόντων, Ἐλεοῦσα, χάριν σου πίστει ἀσπάσασθαι.

Σοῦ τὴν θείαν εἰκόνα, ἣν θαυμαστῶς ἔκρυβε γῆ ἐπὶ αἰῶνας, Παρθένε, ἄρτι ἀνεύρομεν ὡς θησαυρὸν τιμαλφῆ, τῆς Ξυνιάδος ἀκέστορ, ἀτεκνίας ζόφωσιν τάχος ἡ λύουσα.

᾿Ἀκεσώδυνον φρέαρ σοῖς ὑμνηταῖς δέδοσαι, Μάνδρας Ξυνιάδος, Παρθένε, ἄγρυπνε ἔφορε, τῶν ἀσθενούντων δεινῶς ἡ ταχινὴ θεραπεία καὶ τυφλῶν ἀνάβλεψις, Θεογεννήτρια.

Ξυνιάδος προστάτις καὶ Δομοκοῦ πέφηνας φύλαξ, Ἐλεοῦσα Παρθένε, ἡ ἀπελαύνουσα ἐκ τῶν προσφύγων τῶν σῶν θαυματουργὲ Θεοτόκε, χάριτι δοθείσῃ σοι ἄλαλα πνεύματα.


Διάσωσον, τῆς Ξυνιάδος θησαύρισμα, Ἐλεοῦσα σοὺς οἰκέτας ἐκ συμφορῶν, κινδύνων, κακώσεων,
στενώσεων, Μῆτερ, καὶ δυσθυμίας.

Ἔπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Παιδὸς προτροπῇ, Ἀθανασίου, εὕρομεν εἰκόνα τὴν σὴν ἐν Ξυνιάδι, Δέσποινα, Ἐλεοῦσα πάναγνε, ἣν πιστῶς προσκυνοῦντες βοῶμέν σοι· Τῶν σῶν χαρίτων ἔμπλησον ἡμᾶς μακρὰν τοῦ Υἱοῦ σου τοὺς καθεύδοντας.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑμνῳδίαι συνώδευον, Ἐλεοῦσα, εὕρεσιν τῆς εἰκόνος σου, εὐλαβῶς ἣν ἀσπαζόμενοι ξένως ἀθυμίας ἐκλυτρούμεθα.

Νῦν προστάτιν ὡς ἄγρυπνον Ξυνιάδος Μάνδρας σὲ μεγαλύνοντες καταφεύγομεν σῇ χάριτι, Ελεοῦσα, βίου ἐν τοῖς κλύδωσι.

Ἲατρεῖον ἀδάπανον ὥφθη Ξυνιάδος Μονὴ ἡ πάνσεπτος, Ελεοῦσα, ἡ ἐκ μάστιγος τοῦ καρκίνου πάντας ἀπαλλάττουσα.

Ἀναργύρως ἰάματα, Ξυνιάδος Μῆτερ, παρέχεις ἅπασιν, ἡ εὐλάλους τῇ σῇ χάριτι κωφαλάλους ἅπαντας δεικνύουσα.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δύναμιν ἡμῖν, Ελεοῦσα, δὸς τὰ ἔνεδρα τοῦ ἀλάστορος συντρῖψαι τοῖς πιστῶς ἐν Μονῇ τῆς Ξυνιάδος προσκυνοῦσί σε.

Ὄμβρισον ἡμῖν, ὑετὸν τῆς προστασίας σου, Ξυνιάδος ἀντιλῆπτορ καὶ φρουρέ, Ἐλεοῦσα Θεοκῦμον, παντευλόγητε.

Σκέδασον ἀχλὺν, τῶν δεινῶν ἡμῶν καὶ θλίψεων, Ξυνιάδος ἰατρέ, Μῆτερ Θεοῦ, Ἐλεοῦσα, τῷ φωτὶ τῆς προστασίας σου.

Παῦσον τὰς ὁρμὰς, τῶν παθῶν καὶ πρὸς ἀπάθειαν, Ἐλεοῦσα, καθοδήγησον ἡμᾶς ἐν Μονῇ τῆς Ξυνιάδος προσκυνοῦντάς σε.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάτρευσον ἄλγη τὰ κατώδυνα, Ἐλεοῦσα, Ξυνιάδος ἡ σκέπη, τῶν προσκυνούντων σὴν θείαν εἰκόνα τὴν θεραπεύουσαν τάχος νοσήματα πιστῶν σπευδόντων-σῇ Μονῇ, ἰατρεῖον ἣν ἔδειξας ἄμισθον.

Στρουθίον σου οὐρανόθεν ἔστειλας ὁδηγῆσαι εὐσεβεῖς πρὸς Μονήν σου, τῆς Ξυνιάδος φρουρέ, Ἐλεοῦσα, ἡ τοὺς πιστοὺς πρὸς σκηνὰς κατευθύνουσα τῶν οὐρανῶν τοῦ σοῦ Υἱοῦ κατιδεῖν τῆς μορφῆς κάλλος ἄῤῥητον.

Τὴν χάριν σου, Ἐλεοῦσα πάνσεμνε, Ἀθανάσιος εὑρὼν ἐν λαγόσι τῆς γῆς αὐτῇ πίστει ἔκτισε Μάνδραν τῆς Ξυνιάδος, ἐν ἣ ἀσπαζόμενοι τὴν σὴν πανάχραντον μορφὴν ὑγιείας καὶ ῥώμης πληρούμεθα.

Οὐράνωσον οἰκετῶν σου φρόνημα προσκυνούντων σὴν ἁγίαν εἰκόνα ἐν Ξυνιάδι, σεμνὴ Ἐλεοῦσα, καταφυγὴ Δομοκοῦ ὁμηγύρεως τῶν εὐσεβῶν καὶ χαρμονὴ τῶν ἐν λύπαις στενόντων καὶ θλίψεσι.


Διάσωσον, τῆς Ξυνιάδος θησαύρισμα, Ἐλεοῦσα σοὺς οἰκέτας ἐκ συμφορῶν, κινδύνων, κακώσεων, στενώσεων, Μῆτερ, καὶ δυσθυμίας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ το Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῆς ἀτεκνίας δεσμὰ διαλύουσαν καὶ νοσημάτων ὁμίχλην σκεδάζουσαν νῦν, Ἐλεοῦσαν Παρθένον, ὑμνήσωμεν τῆς Ξυνιάδος Μονῆς θείαν ἔφορον καὶ τρυχομένων θερμὸν καταφύγιον.


Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν σοὺ λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ἐλεούσης κόσμου Μητρός σου ἱκεσίαις ἐξάλειψόν μου, Σῶτερ, τὴν πληθὺν ἐγκλημάτων.

Καὶι νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δεῦτε προσκυνήσωμεν ἐν τῇ Μονῇ Ξυνιάδος τὸ σεπτὸν ἐκτύπωμα τῆς Θεογεννήτορος βλῦζον ἅπασι τοῖς πιστοῖς νάματα ξένως ἰαμάτων καὶ βοήσωμεν ἐκ πίστεως· Μῆτερ τοῦ Κτίσαντος, Ἐλεοῦσα, δεῖξον τὴν χάριν σου τοῖς σπεύδουσιν ἑκάστοτε προσκυνῆσαι θείαν εἰκόνα σου, χρόνοις ἐν ἐσχάτοις ἣν εὕρομεν ὀτρύνσει σου σεπτῇ ἐν γῆς λαγόσι, Μητρόθεε, Δομοκοῦ θησαύρισμα.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὑμνηπόλων σου φύλαξ καὶ φρουρός, Ἐλεοῦσα, ἡμᾶς ἐπόπτευε θεόθεν τοὺς ἐν πίστει ἐν Ξυνιάδι, Μῆτερ, προσκυνοῦντας εἰκόνα σου, ἡ ἀσθενοῦσι δεινῶς παρέχουσα ιάσεις


Σέ, τὴν σκέπουσαν πάντας ἀκλινῶς, Ἐλεοῦσα, τοὺς σοὶ προσφεύγοντας λαμπρῶς ἀνευφημοῦμεν ὡς Ξυνιάδος Μάνδρας ταχινὴν ἀντιλήπτορα καὶ Θετταλῶν εὐλαβῶν προσφύγων σου προστάτιν.

Παναγία Παρθένε, Ξυνιάδος κοσμῆτορ καὶ πολυτίμητον θησαύρισμα, μὴ παύσῃ θεόθεν εὐλογοῦσα καὶ ἀεὶ ἁγιάζουσα τοὺς προσκυνοῦντας πιστῶς θαυματουργὸν μορφήν σου.

Ἐξ εὐκλείας σου ὕψους, Ἐλεοῦσα, σοὺς δούλους ἀεὶ περίσκεπε τοὺς σπεύδοντας εἰκόνα σὴν θείαν προσκυνῆσαι, Ξυνιὰς ἥνπερ κέκτηται ὡς ὄλβον, Μῆτερ Θεοῦ ὑπερευλογημένη.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥοὰς δακρύων σμῆξον ἡμῶν, Ἐλεοῦσα, μανδηλίῳ θερμῶν πρεσβειῶν σου πρὸς μονογενῆ σου Υὶόν, χαρὰν τοῦ κόσμου.

Ἰσχὺν σοῖς δούλοις δίδου ἀεί, Ἐλεοῦσα, καθελεῖν τοῦ ἐχθίστου τὸ θράσος, Μάνδρας Ξυνιάδος Φρουρέ Θεογεννῆτορ.

Σοῦ τὴν εἰκόνα, ἣν Ἀθανάσιος εὗρε, Ξυνιάδος Σεμνείου ὁ κτίτωρ, πόθῳ προσκυνοῦμεν σὴν χάριν ἐκζητοῦντες.

Κῆπος θαυμάτων ἡ Ξυνιὰς ἀνεδείχθη, Ἐλεοῦσα, ὡς εὔοσμον ἄνθος ἔχουσα εἰκόνα τὴν σήν, Θεογεννῆτορ.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εὐλόγει οὐρανόθεν πάντας, Ἐλεοῦσα, εἰς Ξυνιάδα προστρέχοντας χάριν σου, Μῆτερ Θεοῦ, προσκυνῆσαι τὴν θαυματόβρυτον.

Πολύτιμον ὡς ὄλβον κέκτηται μορφήν σου τῆς Ξυνιάδος Μονὴ ἡ νεόδμητος, τῶν εὐσεβῶν, Ἐλεοῦσα, τὸ καταφύγιον.

Ἐπάκουσον σῶν δούλων, Ἐλεοῦσα Μῆτερ, τῶν προσκυνούντων τὸ θεῖόν σου ἔκτυπον ἐν Ξυνιάδος Σεμνείῳ, Θεογεννήτρια.

Ἀριστοῦ τοῦ εὐϊλάτου Μῆτερ γλυκυτάτη, τῆς Ξυνιάδος Μονῆς ἐγκαλλώπισμα, τοὺς ἀδυνάτους ἐνίσχυε τῇ σῇ χάριτι.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ ἐπόμενα Μεγαλυνάρια,
Χαίροις, Ἐλεοῦσα θαυματουργεέ, Μάνδρας Ξυνιάδος ἡ προστάτις καὶ ἀρωγός, χαίροις, εὐσεβούντων τοῦ Δομοκοῦ ἀκέστωρ καὶ ῥῦστις ἐκ παγίδων τοῦ παναλάστορος.

Μ ῆτερ Ἐλεοῦσα, τοὺς εὐλαβῶς ἐν τῇ Ξυνιάδι προσκυνοῦντας τὴν σὴν μορφὴν ῥύου ἀλγηδόνων ὀδυνηρῶν, κινδύνων καὶ βλάβης τοῦ ἐχθίστου, Θεογεννήτρια.

Παῖς ὁ Ἀθανάσιος σὴν μορφὴν εὗρε κεκρυμμένην ἐν λαγόσι τῆς γῆς, σεμνή, Ἐλεοῦσα Μῆτερ, κοσμῆτορ Ξενιάδος, ἐν ἠ λαμπρὸν Σεμνεῖον ἄρτι ἀνήγειρε.

Σκέπε, Ξυνιάδος Μονῆς φρουρέ, Θετταλίας σκέπη καὶ ἀντίληψις κραταιά Δομοκοῦ, Παρθένε, Κυρία Ἐλεοῦσα, καταφυγὴ σῶν δούλων καὶ παραμύθιον.

Δεῦτε προσκυνήσωμεν εὐλαβῶς τὴν σεπτὴν εἰκόνα Ἐλεούσης, τὴν θαυμαστῶς ἐν τῇ Ξυνιάδι ἀρτίως εὑρεθεῖσαν πρὸς εὐσεβῶν ἁπάντων δήμου ἐνίσχυσιν.

Χαίροις, ἀσθενούντων ἡ ἰατρός, μάστιγος καρκίνου θεραπεύτρια ταχινή, χαίροις, ἀτεκνίας ἡ λύσις, Ἐλεοῦσα, Μονῆς τῆς Ξυνιάδος φύλαξ ἀνύστακτε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ξυνιάδος Σεμνείου φρουρὲ ἀνύστακτε, θαυματουργὲ Ἐλεοῦσα, τοῦ Δομοκοῦ εὐσεβῶν καὶ ἁπάντων Θετταλῶν τὸ παραμύθιον. πέμψον ἐλέη σοῦ Υἱοῦ ἐφ’ ἡμᾶς τοὺς ἐκτενῶς ὑμνοῦντάς σου θαυμασίων τὸ πλῆθος καὶ προσκυνοῦντας τὴν χαριτόβρυτον εἰκόνα σου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ΄ ἣν ψάλλομεν τὸ ἑξῆς:

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Μάνδρας Ξυνιάδος ἀρωγὲ καὶ φρουρέ, σεμνὴ Ἐλεοῦσα, τὴν σὴν ἁγίαν μορφήν, ἥνπερ ἀνεσύραμεν ἐκ γῆς γηθόμενοι, οἱ πιστοὶ ἀσπαζόμεθα καὶ σὲ δυσωποῦμεν· Ῥύου περιστάσεων, παθῶν καὶ θλίψεων πάντας μεγαλύνοντας πόθῳ σοῦ τῶν θαυμασίων τὸ πλῆθος καὶ σὴν προστασίαν τὴν ἀνύστακτον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.

Δίστιχον.

Εὐγενίαν ἀνάπαυσον, Ἐλεοῦσα,
σὺν Ἰωάννῃ Χαραλάμπης κραυγάζει.







Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης