Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Αγαθάγγελο Empty Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Αγαθάγγελο

Την / Το Δευ Απρ 06, 2020 9:20 am
Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Αγαθάγγελο ο Εσφιγμενίτης

Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Αγαθάγγελο Agiosa14
Εορτάζετε 19 Απριλίου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.



Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν Ὁσιόαθλον Χριστοῦ Ἀγαθάγγελον, τὸν ἐν ἀσκήσει καὶ ἀθλήσει ἐκλάμψαντα, καὶ τὸν τῆς πλάνης λύσαντα κρυμόν, ἅπαντες ὑμνήσωμεν, ἱεραῖς μελωδίαις, πρὸς αὐτὸν κραυγάζοντες, ἐκ παντοίας ἀνάγκης, καὶ ἐπηρείας λύτρωσαι ἡμᾶς, τοὺς σὲ προστάτην, στεῤῥὸν εὐμοιρίσαντας

Δόξα.
Οἱ τῇ σορῷ σεπτῶν λειψάνων προστρέχοντες, Ἀγαθαγγέλου ἐκ ψυχῆς ἀνακράξωμεν, μετὰ ζεούσης πίστεως τὴν κάραν τε αὐτοῦ, πόθῳ ἀσπαζόμενοι, ἐκ δεινῶν συμπτωμάτων, νόσων καὶ κακώσεων, ἐξελοῦ ἡμᾶς Μάρτυς, καὶ δυσωδίας λύτρωσαι παθῶν, ταῖς πρὸς Θεὸν ἱεραῖς μεσιτείαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Τίς ἐξισχύσειεν ὑμνεῖν Θεοτόκε, τὰς δυναστείας καὶ θαυμάτων τὰ πλήθη, τῆς θαυμαστῆς Εἰκόνος Σου τὰ ξένα καὶ φρικτά, πάντας ἰατρεύουσα, ἐκ δεινῶν νοσημάτων, τάχος τε προφθάνουσα, τοῖς θερμῶς Σε καλοῦσιν, ἀλλὰ καὶ νῦν ἡμᾶς ἐκ τῶν δεινῶν, ταῖς προστασίαις Σου σῶζε δεόμεθα.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἀγγέλων συνώνυμε ἐκτενῶς, δέησιν προσάγων μὴ ἐλλείπης τῷ Λυτρωτῇ, κινδύνων παντοίων διασώσαι, τοὺς ἀδιστάκτῳ τῇ πίστει τιμῶντάς σε.

Ἡ θεία σορός σου τῶν ἱερῶν, λειψάνων βραβεύει τὰς ἰάσεις τοῖς εὐλαβῶς, κατασπαζομένοις τῇ θερμῇ σου, πρὸς τὸν Θεὸν μεσιτείᾳ τρισόλβιε.

Νοσοῦσάν μου ἴασαι τὴν ψυχήν, Μαρτύρων τὸ κλέος Ἀγαθάγγελε ἱερέ, καὶ βαίνειν τὰς τρίβους τοῦ Κυρίου, σῇ μεσιτείᾳ τρισμάκαρ ἐνίσχυσον.

Θεοτοκίον.
Δυσώπει Παρθένε τὸν Σὸν Υἱόν, σὺν Ἀγαθαγγέλῳ νεκρωθεῖσάν μου τὴν ψυχήν, ζωῶσας ὁ πάλαι τὸν τῆς χήρας, υἱὸν ζωώσας τῷ θείῳ προστάγματι.


ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ἔχοντές σε προστάτιν πρὸς τὸν Θεὸν ἔνδοξε, οἱ ἐν τῇ Μονῇ Ἐσφιγμένου καθικετεύομεν, ὦ Ἀγαθάγγελε, τοὺς σὲ πιστῶς εὐφημοῦντας, πειρασμῶν ἀπάλλαξον τῇ μεσιτείᾳ σου.

Ἱκετεύομεν μάκαρ τὰ τῆς ψυχῆς ἴασαι, πάθη καὶ τὰ τραύματα ταύτης τάχος θεράπευσον, ὦ Ἀγαθάγγελε, τῶν εὐφημούντων σε πόθῳ, Μοναστῶν Μαρτύρων τε θεῖον ἀγλάϊσμα.

Εὐμενῆ σε προστάτιν πρὸς τὸν Θεὸν ἔνδοξε, πάντες προβαλλόμεθα οἱ τοῦ Σωτῆρος Μονῆς ἀδελφοὶ καθικετεύοντες, πειρατηρίων παντοίων, λυτρωθῆναι ἅπαντας τῇ μεσιτείᾳ σου.

Θεοτοκίον.
Παναγία Παρθένε τὸν Λυτρωτὴν τέξασα, λύτρωσαι παντοίων κινδύνων τοὺς Σοὶ προστρέχοντας, καὶ ἀνυμνοῦντάς Σε, Θεοκυῆτορ Μαρία, τῶν πιστῶν βοήθεια μόνη πανύμνητε.


Διάσωσον, ἀπὸ κινδύνων Μονήν σου τὴν σὲ τιμῶσαν, καὶ τὴν ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ ἡμῶν καὶ ῥύστης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.



Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμὸς ὑπάρχεις Ἀγαθάγγελε, τοῖς πόθῳ τοῖς σοῖς λειψάνοις προσπελάζουσι, καὶ πιστῶς γεραίρουσι καὶ βοῶσί σοι Ὁσιόαθλε, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς μέγας ἡμῶν φύλαξ καὶ πρόμαχος.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰερὲ Ἀγαθάγγελε, λύτρωσαι κινδύνων τοὺς σὲ γεραίροντας, καὶ τιμῶντάς σου τὰ λείψανα, ὅπως σε ἀπαύστως μακαρίζομεν.

Δυσωποῦμέν σε ἔνδοξε, τὴν νενεκρωμένην ψυχὴν ἡμῶν ζώωσον, καὶ ἀνάστησον πρεσβείαις σου, Ἀθλητὰ Κυρίου Ἀγαθάγγελε.

Ὃν ἐπόθησας ἔνδοξε, σῶμα δι’ ὃν ἔθυσας καθικέτευε, τοῖς ὑμνοῦσί σε δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.

Θεοτοκίον.
Τῆς Μητρός Σου δεήσεσι, καὶ Ἀγαθαγγέλου Κύριε δώρησαι, τοῖς ἱκέταις Σου τὴν ἄφεσιν, τῶν πλημμελημάτων ὑπεράγαθε.


ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἰατρὸς καχεκτούντων, ἀνεδείχθης πανόλβιε Ἀγαθάγγελε, διὸ δέομαί σου, τῆς ψυχῆς μου τὰ πάθη καὶ σώματος, καὶ παντοίας λώβης, ἐξασθενοῦντά με λιταῖς σου, ὡς καλός μου προστάτης θεράπευσον.

Παῤῥησίαν ὡς ἔχων, τῷ Δεσπότῃ τῶν ὅλων Μάρτυς ἱκέτευε, ἵνα ἐγκλημάτων, τὴν συγχώρησιν πᾶσι δωρήσηται, τοῖς μετ’ εὐλαβείας, ἀσπαζομένοις σῶν λειψάνων, τὴν σορὸν ἱερὲ Ἀγαθάγγελε.

Παρεστὼς τῇ Τριάδι, θεῖε Ἀγαθάγγελε ὅλος ὁλόφωτος, ὑπὲρ τῆς Μονῆς σου, καθικέτευε ταύτην μακάριε, ἐκ παντὸς κινδύνου, βιοτικῶν πειρατηρίων, φυλαχθῆναι εἰς τέλος ἀπήμονα.

Θεοτοκίον.
Τὴν Ἁγίαν Παρθένον, τὴν Θεοχαρίτωτον καὶ Παναμώμητον, ὁ στεῤῥὸς ὁπλίτης, εἰς βοήθειαν ἐπικαλούμενος, τῶν βασάνων ὄγκον, καὶ τῶν δεινῶν τὴν τρικυμίαν, ἀπτοήτῳ διῆλθε φρονήματι.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὴν πίστιν, τὴν τοῦ Χριστοῦ ἀοίδιμε ἀγαπήσαι οὐδαμῶς ἐπτοήθης, τὰς χαλεπάς, καὶ ποικίλαις κολάσεις, ἀλλὰ τυράννων ἀνδρείως ἐνώπιον, ἐκήρυξας τὴν ἀληθῆ, τῆς Τριάδος ἀήττητον δύναμιν.

Προστάτην, πρὸς τὸν Θεὸν κεκτήμεθα, καὶ μεσίτην Ἀγαθάγγελε Μάρτυς, καὶ γὰρ πολλὴν παῤῥησίαν ἐκτήσω, ὑπεραθλήσας γενναίως ἀοίδιμε, ἱκέτευε οὖν ἐκτενῶς, ὑπὲρ πάντων τῶν πίστει τιμώντων σε.

Νυγεῖσά σου, ἡ ψυχὴ θείῳ βέλει, τῆς γλυκείας τοῦ Σωτῆρος ἀγάπης, καὶ τὸ αὐτοῦ, φανταζόμενος κάλλος, φανταζομένη δι’ ὅλου προσέδραμες, ὀπίσω Αὐτοῦ μαρτυρικῶς, καὶ Αὐτοῦ ἐντρυφᾶς ἀγαλλόμενος.

Θεοτοκίον.
Νοσοῦσάν μου, ἀνιάτως Παρθένε, καὶ τῷ δείγματι δεινῶς πληγωθεῖσαν, τοῦ πονηροῦ, τὴν καρδίαν μου Κόρη, τῷ δραστικῷ Σου φαρμάκῳ θεράπευσον, καὶ σῶσόν με τὸν ἐπὶ Σοί, τὰς ἐλπίδας μου θέμενον Δέσποινα.


Διάσωσον, ἀπὸ κινδύνων Μονήν σου τὴν σὲ τιμῶσαν, καὶ τὴν ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ ἡμῶν καὶ ῥύστης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀθλοφόρε Χριστοῦ Ἀγαθάγγελε, τῆς Ἁγίας Τριάδος ὑπέρμαχε ἔνθερμε, μὴ παρίδῃς δεήσεις εὐσεβῶν, ἀλλὰ πρόφθασον ταχύ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς ἐκβοώντων σοι· ἔνδοξε στεφανίτα, πρεσβείαν πρὸς Θεὸν ποίει, ὅπως ῥυσθῶμεν τῶν δεινῶν, καὶ κινδύνων ταῖς πρεσβείαις σου.


Προκείμενον
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον κατὰ Λουκᾶν.

Εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τοῦ Ἀγγέλου τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς, καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα
Ταῖς τοῦ Ὁσιοάθλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Τὸν ὑπεραθλήσαντα, ἐν τῷ σταδίῳ γενναίως, θεῖον Ἀγαθάγγελον, ἐν ᾠδαῖς καὶ ᾄσμασιν εὐφημήσωμεν, οὗτος γὰρ πάντοτε, οὐδέποτε λείπει, τοῦ πρεσβεύειν πρὸς τὸν Κύριον, ὅπως ἂν λάβωμεν, τῶν ἁμαρτημάτων συγχώρησιν, τούτῳ οὖν προσερχόμενοι, πίστει τε καὶ βοήσωμεν· Μάρτυς Ἀθλοφόρε, Μονῆς τοῦ Ἐσφιγμένου φοιτηταί, τὸν Λυτρωτὴν ἐκδυσώπησον, ὑπὲρ τῶν τιμώντων σε.

Σῶσον, ὅ Θεός τόν λαόν Σου ...

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τῶν Ἁγίων Ἀγγέλων ἰσοστάσιος ὄντως ὦ Ἀγαθάγγελε, ὑπάρχων Ἀθλοφόρε, ἐκλύτρωσαι κινδύνων τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σεαυτὸν τῷ Κυρίῳ προσενήνοχας Μάρτυς θῦμα εὐπρόσδεκτον, καὶ νῦν μὴ διαλείπῃς, Ὁσιόαθλε πάντας, ἐποπτεύων τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θησαυρὸς ἰαμάτων καὶ πηγὴ τῶν θαυμάτων ἡ θεία πέφυκε, κάρα τοῦ Ἀθλοφόρου, στεῤῥοῦ Ἀγαθαγγέλου, τοῖς ἐν πίστει κραυγάζουσιν·  Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Πανύμνητε Παρθένε ἡ Θεὸν σαρκωθέντα κόσμῳ κυήσασα, παντοίων ἀλγηδόνων, ἀπάλλαξον τοὺς πίστει, τῷ Υἱῷ Σου κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ταῖς σαῖς πρεσβείαις, τὰς τῶν ψυχῶν ἀῤῥωστίας, τῶν σὲ τιμώντων θεραπεύεις τρισμάκαρ, ὅθεν σὲ τιμῶμεν, Ἀγαθάγγελε Μάρτυς.

Τοὺς προσιόντας, τοῖς ἱεροῖς σου λειψάνοις, ἐκ παντοίων λύτρωσαι κινδύνων, νόσων τε ποικίλων, Ἀγαθάγγελε μάκαρ.

Πρὸς τὸν Δεσπότην, σὲ προβάλλοντες πρέσβυν, ἀπὸ κινδύνων ἐκλυτρούμεθα Μάρτυς, σαῖς πανευπροσδέκτοις, πρὸς τὸν Θεὸν πρεσβείαις.

Θεοτοκίον.
Τὴν ἐκτακεῖσαν, ταῖς ἁμαρτίαις ψυχήν μου, Σῇ μεσιτείᾳ καταδρόσισον Κόρη, ὅπως Σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.



ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐνήθλησας γενναίως, Ἀγαθάγγελε Μάρτυς, καὶ τὰ βραβεῖα τῆς νίκης παρὰ Χριστοῦ τοῦ Θεοῦ, ἐδέξω ὄντως αἰσχύνας τὸν πολυμήχανον.

Χαρᾶς καὶ εὐφροσύνης, ἔμπλησον τοὺς πόθῳ, ἀσπαζομένους τὰ θεῖά σου λείψανα, ὦ Ἀγαθάγγελε Μάρτυς καὶ ῥῶσιν βράβευσον.

Δεήθητι Κυρίου, Ὅσιε καὶ Μάρτυς, ὑπὲρ τῶν πίστει τελούντων τὴν μνήμην σου, τοῦ λυτρωθῆναι κινδύνων καὶ περιστάσεων.

Θεοτοκίον.
Τὴν ὄντως Θεοτόκον, πάντες Σὲ τιμῶμεν, καὶ ἀσιγήτως τὸ χαῖρέ Σοι κράζομεν, Σὺ γὰρ ἐκύησας κόσμῳ τὴν ἀγαλλίασιν.



Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

καί τά παρόντα Μεγαλυνάρια,
Τὸν λαμπρὸν καὶ μέγιστον Ἀθλητήν, ἡμῶν πολιοῦχον, Ἀγαθάγγελον τὸν στεῤῥόν, ὕμνοις ἐπαξίως, τιμήσωμεν καὶ τούτου, σορὸν θείων λειψάνων κατασπασώμεθα.

Ἔθελξε σε πόθος ὁ τοῦ Χριστοῦ, γενναῖε ὁπλῖτα Ἀγαθάγγελε ἱερέ, διὸ τοῖς τυράννοις, παρέδωκας τὸ σῶμα, ὑπὲρ Χριστοῦ τυθῆναι Ὃν ἐκήρυξας.

Δεῦτε εὐφημήσωμεν ἀδελφοί, ἐν ᾠδαῖς καὶ ὕμνοις μαργαρίτην τοῦ Ἰησοῦ, τῶν Νεομαρτύρων, Χριστοῦ τὸ λαμπρὸν ἄστρον, Ἀγαθάγγελον θεῖον ἡμῶν τὸν πρόμαχον.

Πηγὴν θαυματόβρυτον τὰ σεπτά, ὀστέα σου Μάρτυς κεκτημένοι παρὰ Θεοῦ, ἐν σοὶ χαρμοσύνως, καυχάται ἡ Μονή σου, ἣν φρούρεις Ἀγαθάγγελε ταῖς πρεσβείαις σου.

Νέος ἀλλ’ ἀδάμαστος Ἀθλητής, ὤφθης γενναιόφρον, Ἀγαθάγγελε τοῦ Χριστοῦ, ἔναντι τυράννων, Αὐτὸν ἀνακηρύξας, Θεὸν καὶ Βασιλέα πάσης τῆς κτίσεως.

Τοὺς ἀσπαζομένους σου εὐλαβῶς, κάραν τὴν Ἁγίαν, τὴν κηρύξασαν τὸν Χριστόν, καὶ ἐπιτελοῦσι, μετὰ ταύτης δεήσεις, παντοίων συμπτωμάτων δεινῶν ἀπάλλαξον.

Ὑψημέδων ἄναρχε ταῖς λιταῖς, Σοῦ Ἀγαθαγγέλου, νεοάθλου τοῦ θαυμαστοῦ, καὶ τῆς Θεοτόκου, ψυχήν μου σκοτισθεῖσαν, παθῶν τῇ ἀμαυρώσει φώτισον δέομαι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἤν ψάλλομεν τό έξης.

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Νέος, ἀνεδείχθης Ἀθλητής, σοφὲ Ἀγαθάγγελε Μάρτυς, ἐχθρὸν συραξάμενος, τὸν μισανθρωπότατον στεῤῥᾷ ἀθλήσει σου, τὸν εἰς ὕψος καυχώμενον, καὶ γένος ἀνθρώπων, παμπήδην γελάσαντα, καὶ ἀπατήσαντα, ὅθεν, τὴν σορὸν σῶν λειψάνων, πόθῳ ἀσπαζόμενοι μάκαρ, τῷ σὲ ἐνισχύσαντι δοξάζομεν.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης