Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1765
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Μυρτιδιώτισσαν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Μυρτιδιώτισσαν

Την / Το Παρ Φεβ 28, 2020 12:12 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την θαυματουργόν Μυρτιδιώτισσαν εν ω και τινά εκ των απείρων αυτής θαυμάτων.

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Μυρτιδιώτισσαν Mirtid10

Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια

Ἦχος δ'. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.

Τῶν Κυθηρίων δεῦτε ἅπαν τό πλῆθος, τῆς Θεοτόκου τῷ πανσέπτῳ τεμένει πανευλαβώς προσέλθωμεν κραυγάζοντες˙ φύλαττε τήν νῆσον σου, τήν παροῦσαν Παρθένε, τῶν ἐν βίῳ θλίψεων, καί παντοίας ανάγκης˙ ὅτι τῆ σή Εἰκόνι ἐν χαρά, Μυρτιδιώτισσα, σπεύδει ἑκάστοτε.

Δόξα… Τό αὑτό. Καί νύν… Ὅμοιον.
Ἐν τῆ εὑρέσει τῆς σεπτῆς σου Εἰκόνος, ἀνεστομώθη δαψιλῶς ἐν Κυθήροις, τῶν σῶν χαρίτων κρήνη, ανεξάντλητος˙ βρύει γάρ ἰάματα, τοῖς προστρέχουσι χύδην, παύει δε νοσήματα, καί κινδύνων λυτροῦται, τούς ἐξαιτοῦντας ὅλης τῆς ψυχῆς, Μυρτιδιώτισσα Κόρη, τήν χάριν σου.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Καὶ ὸ Κανών οὐ ἡ ἀκροστιχίς.
«Σε Μυρτιδιώτισσα ἐπιβοῶμαι. Γερασίμου.

ᾨδή ἀ’. Ἦχος πλ. δ'’. Ὑγράν διοδεύσας.

Σωτήριον σκέπην καί ἀρωγόν, ἡ νῆσος Κυθήρων, ευραμένη σε θαυμαστῶς, τῆ σή προστασίᾳ καταφεύγει, Μυρτιδιώτισσα Κόρη.

Ἐφάνης ποιμένι τῷ εὐσεβεῖ, καί τήν σήν Εἰκόνα, ἀπεκάλυψας τήν σεπτήν ἀλλά καί νῦν φάνηθι αΰλως, καί πᾶσι δίδου, Παρθένε, τήν χάριν σου.

Μυρίων ἠξίωσας ἀγαθῶν, τήν νῆσον Κυθήρων, δοῦσα ταύτῃ ὡς θησαυρόν, τήν σήν χαριτόβρυτον Εἰκόνα, χάριν καί ἔλεος πᾶσι βλυστάνουσα.

Ὑψίστου Μητέρα σε συμπαθῆ, εἰδώς σοι προστρέχει, τήν ῥῶσιν, οὕτως ἡμᾶς παράλυτος ευλαβώς˙ ἀλλ’ ὡς τούτῳ δέδωκας πάσης νόσου ἀπάλλαξον.


Ὠδή γ’. Οὐρανίας ἁψῖδος.
Ῥῶσιν νέμουσα Κόρη, τοῖς ἐν δεινοῖς πάθεσι, τόν ἡμιπληγία παθόντα, ξένως ἰατρεύσας˙ ὅθεν θεράπευσον, καμοῦ, τό ἄλγος Παρθένε, καί ὑγείαν δίδου μοι, ψυχῆς καί σώματος.

Τήν ὁρμήν ὡς πάλαι, τῶν πειρατῶν ἤλασας, τῶν ἐπιδραμόντων Παρθένε, κατά τῆς νήσου σου, οὕτως ἀπέλασον, τήν καθ’ ἡμῶν τῶν δαιμόνων, χαλεπήν ἐπήρειαν, Μυρτιδιώτισσα.

Ἱλασμόν καί εἰρήνην, καί τῶν δεινῶν λύτρωσιν, τοῖς ἐγγύς καί πόρρω παρέχεις, Μυρτιδιώτισσα˙ ὅτι τό ὄνομα, τό σόν πηγῇ εὐφροσύνης, πέλει τοῖς προστρέχουσι, τῆ ἀντιλήψει σου.

Δωρεῶν σου ἁγίων, ὡς ἀληθῶς ἔδειξας, τόν ἐν Μυρτιδίοις ναόν σου, κρουνόν ἀκένωτον, Μυρτιδιώτισσα˙ πᾶς γάρ προστρέχων ἐν τούτῳ, πάσης ἀπαλλάττεται, λύπης καί μάστιγος.


Διάσωσον, Μυρτιδιώτισσα Κόρη Θεογεννήτορ, πάσης βλάβης καί πειρασμῶν τε καί θλίψεων τούς προσιόντας τῆ θεία σου προστασία.

Ἐπίβλεψον, Μυρτιδιώτισσα Κόρη, ἐν εὐμενεία, τούς ἐν πίστει τῷ σῶ ναῶ καταφεύγοντας, καί πᾶσι δίδου ὑγείαν καί σωτηρίαν.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Τά ἄνω ζητῶν.

Τήν κλῆσιν τήν σήν, πιστῶς ἐπικαλούμενοι ἐκ βάθους ψυχῆς, πάσης χαράς πληρούμεθα, καί λύτρωσιν εὑρίσκομεν, τῶν ἐν βίῳ δεινῶν περιστάσεων. Ἀλλ’ ὦ Μυρτιδιώτισσα, ἡμῶν τάς αἰτήσεις πλήρου πάντοτε.


ᾨδή δ’. Εἰσακήκοα Κύριε.
Ἱλαρῶς ὡς τεθέασαι, πλήρης συμπαθείας τοῖς κινδυνεύουσι, τῆς αὑτῆς μετάδος χάριτος, τοῖς σε ἀνυμνοῦσι, Μυρτιδιώτισσα.

Ὡς πλοῖον διέσωσας, ἐκ τοῦ θαλαττίου πνιγμοῦ, Πανάχραντε, οὕτω πρόφθασον καί λύτρωσαι, τῆς νῦν ἐπελθούσης ἡμῖν θλίψεως.

Τῶν Κυθήρων ἡ νῆσος σε, ἄγρυπνον προστάτην, Παρθένε, κέκτηται˙ ὅθεν χαίρει τῆ Εἰκόνι σου, καί τά σά κηρύττει ξένα θαύματα.

Ἰδού πάντες προστρέχομεν, τῆ σή παναγία Εἰκόνι, Ἄχραντε, ἶνα λάβωμεν βοήθειαν, ἐκ τῆς σής ταχείας ἀντιλήψεως.


Ὠδή ἕ’. Φώτισον ἡμᾶς.
Σκέπασον ἡμᾶς ἐν τῆ σκέπη τῆς σής χάριτος, ὡς ἐσκέπασας τήν νῆσον σοῦ πότε, ἐκ πανώλους λοιμικοῦ, Μυρτιδιώτισσα.

Σβέσον τά πικρά, καθ’ ἡμῶν ἐχθροῦ τοξεύματα, ὡς κατέσβεσας πότε τῶν κεραυνῶν, τόν ὀλέθριον σκηπτόν, Μυρτιδιώτισσα.

Ἄνοιξον καί νῦν, τήν πηγήν τῆς σής χρηστότητος, καί ἐπόμβρησον ὡς πάλαι τοῖς πιστοῖς, τῶν χαρίτων σου τά ῥεῖθρα τά γλυκύρροα.

Ἔχει ἡ νησίς, τῶν Κυθήρων τήν Εἰκόνα σου, ὡς ἐχέγγυον τῆς σής επισκοπής˙ διά τοῦτο ἐν σοι χαίρουσι Κυθήριοι.


Ὠδή στ’. Τήν δέησιν.
Παράδεισος νοητός ἀνεδείχθη, ὁ λαμπρός ἐν Μυρτιδίοις ναός σου, καθάπερ ξύλον ζωῆς ἔχων μέσον, τήν θαυμαστήν σου Εἰκόνα, Πανάχραντε, ἐξ ἦς ὑγείαν καί ζωήν, οἱ νοσοῦντες τρυγῶντες ὑμνοῦσι σε.

Ἰλύος φθοροποιῶν νοσημάτων, καί ποικίλων χαλεπῶν συμπτωμάτων, ῥῦσαι ἡμᾶς τῆ θερμή σου πρεσβεία, Μυρτιδιώτισσα Κόρη Πανύμνητε, ἡ ἀπαλλάξασα πολλούς, ἐκ κινδύνων καί πόνων καί θλίψεων.

Βοᾶται ἡ σή βοήθεια ὄντως, Κυθηρίοις ἐμφανῶς παρά πάντων˙ ἀλλά καί πᾶσι βοήθει ταχέως, τοῖς ἀλλαχοῦ προσφωνοῦσι τήν κλήσίν σου, καί δίδου τούτοις συμπαθῶς, τά σωτήρια Κόρη αἰτήματα.

Οἱ νόσων κατατρυχόμενοι πόνοις, καί στενούμενοι ἀνάγκαις καί λύπαις, ἐν κατανύξει προσπέσωμεν πάντες, τῆ τῆς Παρθένου Εἰκόνι κραυγάζοντες˙ Μυρτιδιώτισσα Ἀγνῇ, δός ἡμῖν τήν θερμήν σου βοήθειαν.


Διάσωσον, Μυρτιδιώτισσα Κόρη, Θεογεννητορ, πάσης βλάβης καί πειρασμῶν τε καί θλίψεων, τούς προσιόντας τῆ θεία σου προστασία.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.

Τῶν Κυθηρίων προστάτις καί ἔφορος, παντός τοῦ κόσμου δε μέγα προσφύγιον, ὑπάρχεις, Ἀγνῇ Ἀειπάρθενε, Μυρτιδιώτισσα, πᾶσι παρέχουσα, τήν σήν ὀξυτάτην ἀντίληψιν.


Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεά καί γενεά.
Στίχ. τό πρόσωπον σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ελισάβετ. Καί ἐγένετο ὡς ἤκουσεν ἡ Ελισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῆ κοιλία αυτής˙ καί ἐπλήσθη Πνεύματος Ἀγίου ἡ Ελισάβετ καί ἀνεφώνησε φωνή μεγάλη καί είπεν˙ Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο ἶνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτα μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῆ κοιλία μου. Καί μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὑτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ ˙ Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ηγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῶ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὑτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσι με πάσαι αἱ γενεαί ˙ ὅτι ἐποίησε μοι μεγαλεία ὁ δυνατός καί ἅγιον τό ὄνομα αὑτοῦ. Ἔμεινε δε Μαριάμ σύν αὑτῇ ὡσεί μήνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὑτῆς.


Δόξα.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νύν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Προσόμοιον.
Ἦχος πλ. Β’. Ὅλην ἀποθέμενοι.
Στίχ.Ελέησόν με ὁ Θεός...

Μέγα καταφύγιον, Μυρτιδιώτισσα Κόρη, παντός πιστοῦ πέφηνας, καί δόξα καί καύχημα καί διάσωσμα˙ συμπαθῶς πάντας γάρ, πάντοτε προφθάνεις, τούς φωνοῦντας τό σόν ὄνομα, καί δίδως, Ἄχραντε, τῆς μητρικῆς ἀγαθότητος, τήν χάριν καί τό ἔλεος, καί τῶν δωρεῶν τά γνωρίσματα, τοῖς ἐν ἀσθενείαις, καί λύπαις καί κινδύνοις χαλεποίς˙ ὅθεν τήν σήν μεγαλύνομεν πρόνοιαν σῳζόμενοι.

Σῶσον ὁ Θεός τῶν λαόν σου...

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὡς ἐρρύσω πολλάκις, χαλεπῆς ἀνομβρίας, Ἀγνῇ, τά Κύθηρα, οὕτω τούς θείους ὄμβρους, τῶν οἰκτιρμῶν Κυρίου, ταῖς λιταῖς σου υέτισεν, τοῖς ἀνυμνοῦσιν ἀεί, τά ξένα θαύματά σου.

Μεγαλύνει σου, Κόρη, τά πολλά μεγαλεία ἡ νῆσος Κύθηρα˙ αὐτόπτις γάρ τυγχάνει, τῶν εὐεργεσιῶν σου ἆς παρέχεις ἑκάστοτε, τοῖς εὐσεβέσι πιστοῖς, ἀλλά καί ἀλοπίστοις.

Ἀπό πάσης ἀνάγκης, ἀνωτέρους συντήρει Μυρτιδιώτισσα, τούς πίστει προσιόντας, τῆ θεία σου πρεσβείᾳ, ὡς πολλάκις διέσωσας, τούς προσελθόντας πιστῶς, τῆ θεία σου Εἰκόνι.

Ἰθυνόμενοι, Κόρη, ἁλιεῖς ἐν θαλάσσῃ οἱ κινδυνεύσαντες, τῆ θεία χάριτι σου, ἐσώθησαν θανάτου˙ καί ἡμᾶς τανῦν ἴθυνον, ἐπί λιμένι Ἀγνῇ, τῶν θείων θελημάτων.


Ὠδή ἡ’. Τόν Βασιλέα.
Γλώσσης ἀπᾴσῃς, Μυρτιδιώτισσα, πέλει, τό σόν ὄνομα μελέτημα τό μέγα˙ πᾶσι γάρ παρέχεις, σωτηριώδεις δόσεις.

Ἔσωσας παῖδα, ἐξ ὕψους, Κόρη, πεσόντα, τόν φωνήσαντα τήν σήν ἀγίαν κλήσιν˙ οὕτω κάμε σῶσον, τῆς τοῦ ἐχθροῦ μανίας.

Ῥῶσιν ἐφεῦρον Μυρτιδιώτισσα Κόρη, καί παράφρονες ἐν τῷ σεπτῷ ναῶ σου˙ ὅθεν κάμε ρῶσον, τῆς ἔνδον ἀσθενείας.

Ἀσθενημάτων πολυειδῶν ὡς ἰάσω, τούς προστρέξαντας τῆ θεία ἀρωγή σου, οὕτως ἴασαι μου τήν ψυχικήν ὀδύνην.


Ὠδή θ’. Κυρίως Θεοτόκον.
Σεισμοῦ καί ἀνομβρίας, καί παντοίων νόσων, τῶν Κυθηρίων, τήν νῆσον διάσῳζε, Μυρτιδιώτισσα Κόρη ἀνακειμένην σοι.

Ιλέω ὄμματι σου, ἴδε τούς ἑστῶτας, πανευλαβῶς τῆ ἀγία Εἰκόνι σου, καί τάς φωνάς τούτων δέξαι Μυρτιδιώτισσα.

Μυρσίνης ἐν τοῖς κλάδοις, εὑρέθη ἡ Εἰκών σου, Μυρτιδιώτισσα ὅθεν ὠνόμασται, καί νοητόν μύρον φέρει τῶν χαρισμάτων σου.

Ὁλόφωτος ὁρᾶται, ὁ ἐν Μυρτιδίοις, Μυρτιδιώτισσα, ἅγιος οἰκός σου, ὡς πεπλησμένος τῆς δόξης τῶν μεγαλείων σου.

Ὑψίστου ὡς καθέδρα, Κεχαριτωμένη, ἀπό κοπρίας παθόντα˙ ἀνύψωσον, Μυρτιδιώτισσα, κάμε τόν δοῦλον σου.

Καί εὐθύς.
Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ ἐπόμενα Μεγαλυνάρια


Χαίροις, τῶν Κυθήρων ἡ ἀρωγός, καί καύχημα μέγα, καί γλυκεία καταφυγή˙ χαίροις ὀρθοδόξων ταχείᾳ προστασία, Εὐλογημένη Κόρη Μυρτιδιώτισσα.

Πάλαι ὡς ἀνεῦρε τῆ σή ὀμφή, ἐν κλάδοις μυρσίνης, τήν Εἰκόνα σου τήν σεπτήν, ὁ ποιμήν Παρθένε, ἐν εὐφροσύνη θεία, αὑτήν Μυρτιδιώτισσαν ἐπωνόμασε.

Νόσους θεραπεύεις τάς χαλεπάς, κεραυνούς διώκεις, ἀνομβρίαν λύεις δεινήν˙ ὡς ὄντως μεγίστῃ, ἡ δόξα καί ἡ χάρις, καί ἡ σεπτή σου κλῆσις, Μυρτιδιώτισσα.

Ὤφθη ἰατρεῖον πνευματικόν, ὁ ἐν Μυρτιδίοις, θεῖος οἰκός σου καί σεπτός˙ ψυχῶν γάρ ἰᾶται καί τῶν σωμάτων πάθη, τῆ σή ἐπισκιάσει, Μυρτιδιώτισσα.

Ἅπαντας προφθάνεις ὡς συμπαθής, τούς ἐν τοῖς κινδύνοις, καί τούς πέλας καί τούς μακράν, καί τούτοις παρέχεις βοήθειαν ταχεῖαν ὑμνοῦντας σου τήν χάριν, Μυρτιδιώτισσα.

Τούς ἐξαιτουμένους ἀπό ψυχῆς, τῆς σής, Θεοτόκε, ἀντιλήψεως τήν ἰσχύν, σῷζε πάσης βλάβης, καί πάσης δυσχερείας, ὡς Μήτηρ τοῦ ἐλέους, Μυρτιδιώτισσα.

Ὕμνοι Δοξολογικοί καί Παρακλητικοί
εἰς τήν Μυρτιδιώτισσαν, εἰς τύπον τῶν μεγαλυναρίων,*
ὤν ἡ ἀκροστιχίς: «Μητρόθεε διάσωσον»

Οἱ ὕμνοι ούτοι,συντεθέντες χάριτι Θεία καί εὐδοκία τῆς Παναχράντου διά τήν προστασίαν τοῦ λαοῦ ἐκ τῆς φοβεράς τοῦ σεισμοῦ ἀπειλῆς καί λοιπῶν κινδύνων, ὑπό τοῦ Μητροπολίτου Κυθήρων Σεραφείμ (Ιούνιος 2006), Ψάλλονται μετά τά Μεγαλυνάρια τῆς Ἱεράς Παρακλήσεως καί κατά τάς ἱεράς λιτανεύσεις τῆς ἀγίας Εἰκόνος τῆς Μυρτιδιωτίσσης.Μητρόθεε Ἄνασσα Οὐρανοῦ, ὄντως Πλατυτέρα, καί Ἀγγέλων φωτοειδῶν, τῶν ἀκαταπαύστως, ὑμνούντων τήν σήν δόξαν, Δέσποινα καί Κυρία, Θεομακάριστε.


Ἠλίου τῆς δόξης τοῦ νοητοῦ, Τῆς Δικαιοσύνης, ἀπαστράψαντος τοῖς ἐν γῆ, τοῦ πάντων Δεσπότου, Κυρίου καί Σωτῆρος, Μήτηρ ὑπάρχεις ὄντως, ἡ Παμμακάριστος.

Τεκοῦσα αφράστως τόν σόν Υἱόν, τόν Παντευεργέτην, καί Σωτῆρα καί Λυτρωτήν, τόν κόσμον λυτροῦσαι, παθών καί καχεξίας, ὡς πάντων ὑπερτέρα, Μυρτιδιώτισσα.

Ῥᾶνον θείοις μύροις τόν σόν λαόν, ἡ ἐν μυρτιδίοις, ἀνατείλασα θαυμαστώς, ἀγία Εἰκόνι, θαυματουργῶ καί θεία, καί δίδου τήν σήν χάριν, Μυρτιδιώτισσα.

Οἱ ἔχοντες σκέπην σήν κραταιάν, σεμνύνονται πάντες, καί καυχῶνται κατά Θεόν, σε ἔχοντες τεῖχος, καί θείαν προστασίαν, σεισμῶν πυρός καί βλάβης, διαφυλάττουσαν.

Θεράπευσον Κόρη σούς ὑμνητάς, ψυχῶν τε τάς νόσους, καί σωμάτων τάς χαλεπάς, καί ἴασαι Μῆτερ, κακῶν καί ἀσθενείας, δεινῶν ἀρρωστημάτων, Μυρτιδιώτισσα.

Ἐκ πάσης ἀνάγκης καί πειρασμῶν, χαλεπῶν κινδύνων, ἐπηρείας τοῦ πονηροῦ, ῥῦσαι νεολαίαν δεινῶς κλονιζομένην, καί δοκιμαζομένην, Μυρτιδιώτισσα.

Ἔξελε  τούς νέους Μῆτερ Θεοῦ, παθών καί κινδύνων, πολυτρόπων παντοδαπῶν, κράτυνον τήν πίστιν τά ἤθη καί τό σέβας, θεία κληρονομία, Μυρτιδιώτισσα.

Δεσμῶν ἁμαρτίας φθοροποιῶν, καί πάσης κακίας, καταχρήσεων συμφορῶν, καί λευκοῦ θανάτου, εκλύτρωσαι Παρθένε, φιλτάτην νεολαίαν, Μυρτιδιώτισσα.

Ιλέω σου ὄμματι στοργικῷ, καί σή εὐσπλαγχνία, διαφύλαττε μητρική, τάς νήσους Κυθήρων καί τῶν Αντικυθήρων, σεισμῶν πυρός μαχαίρας, Μυρτιδιώτισσα.

Ἀγάπην ὁμόνοιαν καί στοργήν, παράσχου συζύγοις, καί γονεῦσι Μῆτερ Θεοῦ, καί δίδου πλουσίως, χαράν καί εὐφροσύνην, πιστότητα εἰρήνην, Μυρτιδιώτισσα.

Σεισμοῦ διασῴζουσα φυσικοῦ, σεισμικάς δονήσεις, σύ ἀπότρεψον ἠθικάς, καί ἐκ ναυαγίων, οἰκογενείας σῷζε, φρίκης διαζυγίων, Μυρτιδιώτισσα.

Ω Μῆτερ τοῦ Λόγου καί Λυτρωτοῦ, σήν χάριν αἰτοῦμεν, ἐκ καρδίας τε καί ψυχῆς, μετάνοιαν δοῦναι, σοῖς δούλοις ἀναξίοις, οἰνοποσίας πάθους, σύ ἀπαλλάττουσα.

Σωτῆρα ἡ τέξασα καί Θεόν, παντοίων κινδύνων, διασῴζεις καί συμφορῶν, αἱρέσεως πλάνης, σχίσματος τῆς μανίας, ἐν τάχει ἀπαλλάττεις, Μυρτιδιώτισσα.

Ο πάντων ἁγίων τάς ἀρετάς, ἀεί ὑπερβαίνων, ὡς ὁ Κύριος καί Θεός, Μητέρα σου θείαν, σεμνήν Ὑπεραγίαν, πρόσδεξαι δυσωποῦσαν, Μυρτιδιώτισσαν.

Νεότητα σῴζουσα ὦ Ἀγνῇ, ἀνθρώπους ὡρίμους, οἴκους νέους θεοσεβεῖς, καί τίμιον γῆρας, διαφυλάττειν σπεύδεις, Κυρία τῶν Ἀγγέλων, Μυρτιδιώτισσα.

Πάσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς προστρέχοντας θερμῶς, τῆ σή προστασία Παρθένε Μυρτιδιώτισσα, καί τήν χαριτόβρυτον Ἁγνήν Εἰκόνα σου, προσκυνοῦντας ἐκ πίστεως, ἐκ πάσης ἀνάγκης, καί νόσων, καί θλίψεων ἀτρώτους φύλαττε, ἄφεσιν πταισμάτων αἰτοῦσα, καί εἰρήνην νέμουσα πᾶσι, τοῖς τά μεγαλεῖα σου δοξάζουσιν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.

Δίστιχον·

Μυρτιδιώτισσα παράσχου μοι χάριν
Γερασίμῳ σπεύδοντι τῆ χάριτί σου.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης