Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Χαιρετισμοί εις την Παναγία Δαμανδρίου Λέσβου Empty Χαιρετισμοί εις την Παναγία Δαμανδρίου Λέσβου

Πεμ Απρ 18, 2019 10:35 am
Χαιρετισμοί εις την Παναγία Δαμανδρίου Λέσβου


Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τοῦ Δαμανδρίου τὴν φρουρὸν ψαλμοῖς ὑμνήσωμεν, σεπτὴν Εἰκόνα θησαυρὸν τὸν πολυτίμητον, ἀσπαζόμενοι ἐν μάνδρᾳ τῆς Θεοτόκου, εὐσεβῶν καὶ φιλεόρτων τὰ συστήματα, ὡς προστάτιδα κατέχοντες καὶ πρόμαχον, πίστει κράζοντες· χαῖρε Δαμανδριώτισσα.

Ἄγγελοι ἀοράτως, ἀνυμνοῦσι ἀπαύστως, τὴν πάνσεπτον μορφήν Σου Παρθένε (γ΄)· καὶ σὺν ταῖς οὐρανίας φωναῖς, τῆς νήσου Λέσβου, καὶ πιστῶν συστήματα, ὁρῶντες Σὲ γηθόμενοι, μελίσμασι πιστῶς βοῶσι·

Χαῖρε, δι’ ἧς ἡ Ζωὴ ἐπέστη·
χαῖρε, δι’ ἧς Ἰησοῦς ἐτέχθη.
Χαῖρε, πεπτωκότος Ἀδὰμ ἡ ἀνάκλησις·
χαῖρε, θρηνωδίας τῆς Εὔας ἐκλύτρωσις.
Χαῖρε, ὕψος ἀνεπίβατον, λογισμοῖς οὐ ταπεινοῖς·
χαῖρε, βάθος ακατάληπτον, εὐσεβέσι καὶ πιστοῖς.
Χαῖρε, ὅτι Σὺ θρόνος τοῦ παντάνακτος πέλεις·
χαῖρε, ὅτι ἀγκάλαις τὸν τὰ σύμπαντα φέρεις.
Χαῖρε, γαστήρ, Σωτῆρα κυήσασα·
χαῖρε, αὐγή, ἡ Ἥλιον τέξασα.
Χαῖρε, δι’ ἧς μάνδρα ἧδε φρουρεῖται·
χαῖρε, δι’ ἧς Σὸς Υἱὸς προσκυνεῖται.


Χαῖρε, Δαμανδριώτισσα.

Βλέποντες Σὴν Εἰκόνα, τὸν Χριστὸν ἐν ἀγκάλαις, βαστάζοντα ἁγνὴ Θεοτόκε, ἀνυμνοῦμεν Σὲ θείαις ᾠδαῖς, καὶ κατασπαζόμεθα αὐτὴν ἅπαντες, τὸ χαῖρε σὺν τοῖς Ἀγγέλοις, τὸ ἀδόμενον ἐκβοῶντες·

Ἀλληλούϊα.

Γῆθεν ᾄσματα ἄνω, ἀναπέμπομεν Μῆτερ, κοιμήσει Σου ἐνδόξῳ ὑμνοῦντες· ἐν Μονῇ σεπτῇ ποθητῶς, Δαμανδρίου πίστει σπεύδομεν, ᾄδοντες ψαλμοὺς ᾠδὰς ἐγκώμια μελίσματα, βοῶντες οὕτως·

Χαῖρε, Θεοῦ Βασιλέως πύλη·
χαῖρε, πιστῶν σωφροσύνης στήλη.
Χαῖρε, θαυματόβρυτε Κόρη πανάμωμε·
χαῖρε, χαριτόβρυτε Μῆτερ ἀπείρανδρε.
Χαῖρε, κλίμαξ προφητόφθεγγος, δι’ ἧς κατέβη ὁ Χριστός·
χαῖρε, γέφυρα ἀνάγουσα, τοὺς πιστοὺς πρὸς οὐρανόν.
Χαῖρε, τῶν Ἀσωμάτων ὁ ἀσίγητος ὕμνος·
χαῖρε, τοῦ Δαμανδρίου εὐωδέστατος κρίνος.
Χαῖρε, Υἱὸν ἀσπόρως ἡ τέξασα·
χαῖρε, ἡμᾶς τὰ θεῖα διδάξασα.
Χαῖρε, σατᾶν καθελοῦσα τὸ κράτος·
χαῖρε, πιστοῖς χορηγοῦσα τὸ νῖκος.


Χαῖρε, Δαμανδριώτισσα.


Δύναμις θαυμασίων, τῇ Εἰκόνι ἐδόθη, ὡς ἔφερε Λουκᾶς πρὸς Σὲ ταύτην· καὶ ἡ ἔνθρονος Μήτηρ πιστοῖς, χορηγεῖ τὴν ἴασιν ταχὺ παύουσα νοσήματα, καὶ πάθη ψυχοφθόρα, τοῖς ὑμνοῦσι πόθῳ·

Ἀλληλούϊα.

Ἔσωσεν ἡ ἁγία, Θεοτόκε Εἰκών Σου, πολλάκις νῆσον Λέσβον κινδύνων· ἐν γὰρ χρόνοις ὀδύνων, χαλεπῶν καιρῶν, δεινῶν αἱρετικῶν ἔσπευδε, βαρβάρους ἀποκρούουσα· διὸ ἀεὶ Σὲ εὐφημοῦμεν·

Χαῖρε, Χριστοῦ τῆς ἀμπέλου κλῆμα·
χαῖρε, Μονῆς σεβασμίας κτῆμα.
Χαῖρε, μοναστῶν τὸ σεμνὸν ἐγκαλλώπισμα·
χαῖρε, εὐσεβῶν τὸ θεόθεν ὑπόδειγμα.
Χαῖρε, ἄρουρα ἀνήροτος, γεωργοῦσα τὴν τρυφήν·
χαῖρε, ῥόδον τὸ ἀμάραντον, τὸ κοσμοῦν τὴν Σὴν μορφήν.
Χαῖρε, ὅτι τὰ πλήθη θαυμασίων αὐγάζεις·
χαῖρε, ὅτι ἀνέμους τρικυμίας κοπάζεις.
Χαῖρε, σεπτὸν κειμήλιον Ἄνασσα·
χαῖρε, χαρᾶς ἡδύτατον ἄκουσμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς σωτηρία·
χαῖρε, βροτῶν πρὸς Θεὸν παῤῥησία.


Χαῖρε, Δαμανδριώτισσα.

Ζόφον τῆς διανοίας, τῶν πιστῶν ὥσπερ κῦμα, κατέπαυσεν ἁγνὴ Θεοτόκε, ὅτ’ ἡμῖν ἡ σεπτή Σου Εἰκών, ἐπεφανέρωτο ἀδήλως πῶς, τρέχομεν δὲ νῦν, Μονῇ ἀσπάσασθαι, Σὴν ἄχραντον μορφὴν βοῶντες·

Ἀλληλούϊα.

Ἤκουσε πᾶσα πόλις, καὶ χωρίον τῆς νήσου, Εἰκόνος Σῆς ἀνέρευσιν Κόρη· καὶ δραμόντες ἐν χαρᾷ ἦλθον, πανοικεὶ ἅπαντες, Δαμανδρίου γαίᾳ, ἵνα Σὸν τύπον ἴδωσιν ὀμμάτοις των, πιστῶς τ’ ὑμνοῦντες·

Χαῖρε, ἀμνὰς λογικὴ Παρθένε·
χαῖρε, Χριστοῦ Ἀρχιποίμενος Μῆτερ.
Χαῖρε, ψυχοφθόρων παθῶν τὸ σβεστήριον·
χαῖρε, γεννητόρων ἡμῶν τὸ προπύργιον.
Χαῖρε, ὅτι γῆ καὶ Ἄγγελοι, συναγάλλονται φαιδρῶς·
χαῖρε, ὅτι κατατέρπεται, Σοὶ Δαμάνδριον πιστῶς.
Χαῖρε, τῶν Ἀρχαγγέλων θεϊκὴ ὑμνωδία·
χαῖρε, τῶν Ὀρθοδόξων ἱλαρὰ θυμηδία.
Χαῖρε, στεῤῥὸν θεμέλιον πίστεως·
χαῖρε, λαμπρὸν πειστήριον χάριτος.
Χαῖρε, δι’ ἧς ὁ σατᾶν ἠπατήθη·
χαῖρε, δι’ ἧς πᾶς ἐχθρὸς ἐνικήθη.


Χαῖρε, Δαμανδριώτισσα.

Θεοδρόμος ἀστὴρ μέν, καθοδήγησε Μάγους, σπηλαίῳ προσκυνῆσαι Σὸν τόκον· ὕμνον ὧδ’ Ἀσωμάτων τερπνός, μεθ’ ἡμῶν ᾄδει τῇ σεπτῇ κοιμήσει Σου, ὦ ἔνθρονε θεοχαρίτωτε Παρθένε, καὶ βοᾶ Σοι·

Ἀλληλούϊα.

Ἵνα πλήσῃ ἀλήκτου, χαρμονῆς Ὀρθοδόξους, ἐν χρόνοις αἱρεσιομαχίας, ἡ σεπτή Σου Παρθένε Εἰκών, θαυμαστῶς ᾑρετήσατο γῆν, χωρίου Δαμανδρίου οἰκῆσαι, καὶ βοῆσαί Σοι Μονὴ ἀρχαία·

Χαῖρε, ἡ Μήτηρ Ἡλίου δόξης·
χαῖρε, νυκτὸς παμφαὴς σελήνη.
Χαῖρε, μοναζόντων στεῤῥὸν καταφύγιον·
χαῖρε, τοῦ σεμνείου Σου θεῖον κειμήλιον.
Χαῖρε, εὔοσμον θυμίαμα, ἱκεσίας μητρικῆς·
χαῖρε, ἡ εὐπαῤῥησίαστον, φίλτρον ἔχουσα στοργῆς.
Χαῖρε, ἡ τῶν ἀγόνων παύουσα ἀπαιδίαν·
χαῖρε, ἡ χορηγοῦσα γυναιξὶν εὐτεκνίαν.
Χαῖρε, θεοὺς τοὺς δώδεκα θραύσασα·
χαῖρε, σεπτὴν Τριάδα λατρεύουσα.
Χαῖρε, πιστῶν ἀσφαλὴς ὁδοδείκτης·
χαῖρε, ἡμῶν πρὸς Υἱόν της μεσίτις.


Χαῖρε, Δαμανδριώτισσα.

Κήρυκες Σῶν σημείων, οἱ λαοὶ γεγονότες, δοξάζουσι μορφήν Σου Παρθένε· ἀῤῥωστήματα παύει ταχύ, καὶ ἰᾶται πάντας τοῖς πιστῶς τρέχουσιν· ἀεὶ δὲ δαψιλῆ πηγάζει χάριν, τοῖς ἀπαύστως ψάλλειν·

Ἀλληλούϊα.

Λάμπουσιν Ἁγιάσσου, καὶ Μονῆς Δαμανδρίου, τὰς χάριτας εἰκόνες Σου Μῆτερ· ὁ γὰρ Λέσβου λαός, μετὰ χαρᾶς μέλπει Σου τὴν κοίμησιν, καὶ μετάστασιν, ὡς Σιλωὰμ τοῖς ῥείθροις πληρούμενος, ἐν πίστει κράζων·

Χαῖρε, ἀνόρθωσις παραλύτων·
χαῖρε, ἐκλύτρωσις αἰχμαλώτων.
Χαῖρε, τὰ φρυάγματα ὄχλου σκορπίσασα·
χαῖρε, τὴν ὀφρὺν κακοδόξων πατήσασα.
Χαῖρε, θάλασσα ποντίζουσα, τῶν παθῶν ἐπιδρομάς·
χαῖρε, πέτρα ἀνακόπτουσα, τῶν δαιμόνων τὰς ὁρμάς.
Χαῖρε, ἄσβεστη στήλη, φωτοφόρου Εἰκόνος·
χαῖρε, σκέπη Μονῆς Σου, ὁλοφώτου νεφέλης.
Χαῖρε, τροφὴ πεινώντων ἀείζωος·
χαῖρε, πηγὴ διψώντων ζωήῤῥυτος.
Χαῖρε, ὦ μορφὴ εὐλογημένη·
χαῖρε, κιβωτὲ Σὺ ἡγιασμένη.


Χαῖρε, Δαμανδριώτισσα.

Μέλλουσα ἐξικνεῖσθαι, φανερῶς δ’ ἀφικνεῖσθαι, εἰς τόνδε τόπον τοῦ Δαμανδρίου, Θεομῆτορ ὡράθης φωτί, Ἀσωμάτων ὕμνοις μεγαλυνόντων Σε· νῦν οὖν ἡμεῖς, ὑμνοῦμέν Σου τὸ ὄνομα τὸ θεῖον ᾄδειν·

Ἀλληλούϊα.

Νέοι σπεύδουσιν ὧδε, ἀπειρόγαμε Νύμφη, θεόφρονες δὲ παρθέναι σπουδαίως, σὺν πρεσβύταις βαθμίδας Μονῆς, ἀναβαίνουσιν Εἰκόνα ἀσπάσασθαι· ἄμετρα γὰρ βρύει θαύματα, τοῖς ᾄσμασι τιμῶσι ταύτην·

Χαῖρε, ἡ ναῦς τῆς Χριστοῦ Ἐκκλησίας·
χαῖρε, ἡ τρίβος πιστῶν σωτηρίας.
Χαῖρε, αἰωνίου ζωῆς τὸ ἀπάνθισμα·
χαῖρε, Βασιλείας Θεοῦ τὸ θησαύρισμα.
Χαῖρε, κλῆμα βότρυν φέρον, τὸν γλυκύτατον Χριστόν·
χαῖρε, ὄρος ἀλατόμητον, εὔδενδρον σκέπον λαόν.
Χαῖρε, τῶν Ὀρθοδόξων ὁδηγὸς τῶν ἐν σκότει·
χαῖρε, τῶν μοναζόντων ἐκδιώκουσα νέφη.
Χαῖρε, Μητρὸς Υἱοῦ ἡ παράκλησις·
χαῖρε, δεινῶς παθόντων συγχώρησις.
Χαῖρε, λαοῦ κραταιὰ προστασία·
χαῖρε, θερμὴ πρὸς Θεὸν ἱκεσία.


Χαῖρε, Δαμανδριώτισσα.

Ξένον θαῦμα ἐκβλύζει, καθ’ ἑκάστην Εἰκών Σου, πιστοῖς θεοφιλέσιν ὦ Μῆτερ· κεκόσμηκέ Σε χάρισι γὰρ Σὸς Υἱός, τεχθεὶς ἐπὶ γῆς ἐκ Σοῦ, ὡς ἁπλοῦς ἄνθρωπος, βουλόμενος ἑλκῦσαι, πρὸς τὴν θείαν δόξαν τοὺς βοῶντας·

Ἀλληλούϊα.

Ὅλη ἀστραπηβόλος Σὴ μορφὴ καθορᾶται, πιστοῖς Δαμανδριώτισσα Μῆτερ· ὑμνουμένη μὲν ἀγγελικῶς, ὑπὸ γηγενῶν δὲ θεοπρεπῶς τετίμηται· διὸ ἰάματα πλουσίως χορηγεῖ ἀεί, τοῖς πόθῳ ἐκβοῶσι·

Χαῖρε, κρατὴρ οὐρανίου μύρου·
χαῖρε, ἁγνῶν νεανίδων ἄνθος.
Χαῖρε, ἀσθενούντων ταχεία ἀνάῤῥωσις·
χαῖρε, θλιβομένων ψυχῆς ἀγαλλίασις.
Χαῖρε, ὄχημα μετάρσιον, ὑμνῳδίαις Χερουβείμ·
χαῖρε, ἅρμα αὐτοκίνητον, ταῖς ᾠδαῖς τῶν Σεραφείμ.
Χαῖρ,ε ἡ πρὸς Δεσπότην καὶ Υἱὸν μεταστᾶσα·
χαῖρε, ἡ οὐρανῶν νῦν τὰς σκηνὰς ἀναβᾶσα.
Χαῖρε, δι’ ἧς ἡνώθη ἡ ἄβυσσος·
χαῖρε, δι’ ἧς ἠνοίχθη Παράδεισος.


Χαῖρε, Δαμανδριώτισσα.

Πύλη πέφηνας πᾶσι, σωτηρίας Παρθένε, καὶ μάνδρᾳ Σου τοὺς σπεύδοντας σώζεις· πολυτίμητον γὰρ θησαυρόν, Σὴν Εἰκόνα νῆσος Λέσβου κέκτηται, πιστοὺς δεινῶν καὶ θλίψεων ἐκρύουσα, τοὺς ᾄδοντας Σοὶ οὕτως·

Ἀλληλούϊα.

Ῥώμην τοῖς ἀδυνάτοις, καὶ νοσοῦσι τὴν ῥῶσιν, παρέχει νοερῶς ἡ Εἰκών Σου· καταπλήττει τὴν φύσιν θνητῶν, καὶ Ἀγγέλων Μῆτερ, τὰ ἐκ Σοῦ θαύματα, ἡμεῖς νῦν δ’ ἀσπαζόμενοι, πιστῶς ταύτην Σοὶ ἐκβοῶμεν·

Χαῖρε, τοῦ Πνεύματος μυροθήκη·
χαῖρε, ὦ κλίμαξ οὐρανομήκης.
Χαῖρε, Δαμανδρίου σεβάσμιον ἔρεισμα·
χαῖρε, ἱερέων τὸ θεῖον ἐντρύφημα.
Χαῖρε, ὅτι καταυγάζονται, ἐν Σοὶ πλῆθος ὑμνηταί·
χαῖρε, ὅτι συναυλίζονται, ἐν Μονῇ προσκυνηταί.
Χαῖρε, δόλους βελίαρ ὡς ἀράχνην σκορποῦσα·
χαῖρε, τῶν θεοφρόνων τὰς καρδίας πληροῦσα.
Χαῖρε, ψυχῆς τὰ πάθη ἀνάγουσα·
χαῖρε, αἰσχροὺς καλῶς μεταβάλλουσα.
Χαῖρε, ὁλκὰς τῶν πιστῶν σωτηρίας·
χαῖρε, παστὰς Θεοῦ Λόγου ἁγία.


Χαῖρε, Δαμανδριώτισσα.

Σπεῦσον τάχει λυτροῦσθαι, τοὺς πιστῶς Θεοτόκε, τὸ γόνυ τῇ Σῇ κλίνουσι θέᾳ, δακρύων δ’ ἐκχέουσι κρουνούς, ἐν Μονῇ Εἰκόνι Σου σεπτῇ προσπίπτοντες ἀσπάσασθαι, καὶ μέλεσι τερπνοῖς, Σοὶ ἐπαξίως ᾄδειν·

Ἀλληλούϊα.

Τεῖχος εἶ τῶν παρθένων, ἱερέων τε παίδων, καὶ πάντων Ὀρθοδόξων Παρθένε· τῷ γὰρ θαυματοβρύτῳ ἐκτυπώματί Σου Μῆτερ, ποθητῶς βαίνομεν, αἰτήσεις ὑπερβάλλοντες, καὶ τούτων τὴν ἐκπλήρωσιν προσμένειν, καὶ βοᾶν Σοι πίστει·

Χαῖρε, ἡ χώρα τοῦ ἀχωρήτου·
χαῖρε, τῆς νήσου Λέσβου προστάτις.
Χαῖρε, Σιλωὰμ κολυμβήθρα ἰάσεως·
χαῖρε, ὑψηλὸν δημιούργημα πλάσεως.
Χαῖρε, Σὺ γὰρ ἠλευθέρωσας, αἰχμαλωσίας λαόν·
χαῖρε, Σὺ γὰρ κατεκόσμησας, ἡγιασμένον ναόν.
Χαῖρε, ἡ ὑπὸ θρόνων ἐν ᾠδαῖς ὑμνουμένη·
χαῖρε, ἡ ὑπ’ Ἀγγέλων ὑπερδεδοξασμένη.
Χαῖρε, αὐλὸς καὶ λύρα τοῦ Πνεύματος·
χαῖρε, ψαλμῶν κινύρα θεόπνευστος.
Χαῖρε, Μονῆς μυριάριθμος ὄλβος·
χαῖρε, πιστῶν χριστοφόρων τὸ κλέος.


Χαῖρε, Δαμανδριώτισσα.

Ὕμνον μέλπει ἀσμένως, παντευλόγητε Κόρη, πᾶς μάνδρᾳ Σου πιστῶς ἀναβαίνων· ἀεννάως γὰρ ᾠδὰς στρατιαὶ ἀσωμάτων νόων, ἐν χαρᾷ  ᾄδουσιν, ἡμεῖς δὲ πάντες ᾄσματα, προσφέρομεν συμφώνως ἐκβοώντες·

Ἀλληλούϊα.

Φωτοπάροχον αἴγλην, ταῖς ψυχαῖς νῦν φωτίζει, ἡ θεία Σου Εἰκὼν Θεομῆτορ· τὸ γὰρ ἄδυτον ἔνθεον φῶς, δαδουχεῖ τοῖς πίστει πρὸς αὐτὴν κλίνουσιν, αὐχένας τε καὶ γόνατα, ἐν κατανύξει Σοὶ κραυγάζοντας καὶ πόθῳ·

Χαῖρε, ἀστὴρ Τρισηλίου δόξης·
χαῖρε, ἀκτὶς νοητοῦ Ἡλίου.
Χαῖρε, ἀστραπὴ διανοίας ἐκλάμπουσα·
χαῖρε, ταῖς ψυχαῖς θείαν δόξαν αὐγάζουσα.
Χαῖρε, ὅτι ἀπεκύησας, Ζωοδότην Λυτρωτήν·
χαῖρε, ὅτι ἐγαλούχησας, δικαιότατον Κριτήν.
Χαῖρε, τῶν Ἀρχαγγέλων ὑπερένδοξος ὕμνος·
χαῖρε, τοῦ παγκακίστου ἀκατάπαυστος θρῆνος.
Χαῖρε, Μονῆς κειμήλιον ἔνθεον·
χαῖρε, πιστῶν θεμέλιον ἄσειστον.
Χαῖρε, πτηνῶν ἡ τερπνὴ μελῳδία·
χαῖρε, σπορᾶς ἡ καλὴ θημωνία.


 Χαῖρε, Δαμανδριώτισσα.

Χάριν δέδωκε πᾶσαν, Σὸς Υἱὸς Θεοτόκε, τῇ θείᾳ Σου Εἰκόνι τιμήσας· μεγαλύνομεν δὲ νῦν κἀμεῖς, Σὲ τὴν τὸν Θεὸν Λόγον γαλουχήσασαν, ἐν ὕμνοις ἀειπάρθενε ἐπιταφίοις ὡς οὖσα πρέσβις ἡ ἀκοίμητος, καὶ Ὀρθοδόξων φύλαξ·

Ἀλληλούϊα.

Ψάλλοντες θεία μέλη, ἀνυμνοῦμεν ἀξίως, Σὴν ἔνθρονον Εἰκόνα Παρθένε· τῇ Σῇ Μονῇ δραμόντες ταχύ, ἀσπαζόμεθα ταύτην πιστῶς ἅπαντες, αἰτούμενοι τὰ κρείττονα, εἰρήνην ἄμφω ὑγείαν, ἐκβοῶντες πόθῳ·

Χαῖρε, τροφὴ τῶν πεινώντων πίστει·
χαῖρε, τρυφὴ τῶν Ἁγίων Πάντων.
Χαῖρε, Χερουβεὶμ τὸ χρυσήλατον ὄχημα·
χαῖρε, Σεραφεὶμ θεοκόσμητον σκήνωμα.
Χαῖρε, λύρα παναρμόνιος, μελῳδίας μουσικῆς·
χαῖρε, νέκταρ τὸ ἡδύτατον, εὐωχίας μυστικῆς.
Χαῖρε, μόνη γυναίων ἀειπάρθενος στήλη·
χαῖρε, τῆς Ἐκκλησίας θεογράφητος σμίλη.
Χαῖρε, δι’ ἧς ἡττῶνται ἀντίπαλοι·
χαῖρε, δι’ ἧς διώκονται δαίμονες.
Χαῖρε, Μονῆς σταθηρὰ παρουσία·
χαῖρε, ἡμῶν διαρκὴς ἱκεσία.


Χαῖρε, Δαμανδριώτισσα.

Ὦ Εἰκὼν σεβασμία, παρθενόφυτον ἄνθος, Μονῆς τοῦ Δαμανδρίου ἡ δόξα (γ΄)·  ἐκ κινδύνων τοὺς Σοὺς ὑμνητάς, καὶ Σὲ πίστει κατασπαζομένους ῥῦσαι νῦν, καὶ συμφορῶν ἀπάλλαξον, σωθήσεσθαι ἡμᾶς βοῶντας·


Ἀλληλούϊα.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης