Χαιρετισμοί εις την Παναγία την Πορταίτισσαν
Δευ Νοε 12, 2012 6:09 am
Χαιρετισμοί εις την Υπεραγίαν Θεοτόκο την Πορταίτισσαν Ι.Μ Ιβήρων
Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Τῶν μοναστῶν ἡ πληθὺς δεῦτε τοῦ Ἄθω, ἀνευφημήσωμεν πιστῶς ἐν θείοις ὕμνοις, τὴν πανάχραντον Παρθένον καὶ Θεοτόκον, Ἰβήρων τῆς σεβασμίας θείας Μονῆς, τὴν μόνην κηδεμονίαν καὶ θυρωρόν, καὶ τοῦ Ὄρους τὴν ἔφορον, ἀναβοῶντες ἐκτενῶς· Χριστιανῶν τὸ στήριγμα, χαῖρε Κόρη Μητρόθεε.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν Θεοτόκον οἱ πιστοὶ ἀνευφημήσωμεν, Ἁγίου Ὄρους τὸ στεῤῥὸν σαφῶς προπύργιον, ἀσφαλῆ τε θυρωρὸν τῆς Μονῆς Ἰβήρων, ἐκβοῶντες πρὸς αὐτήν· τοὺς προσκυνοῦντάς Σου, τὴν Εἰκόνα εὐλαβῶς κινδύνων λύτρωσαι, ἵνα κράζομεν· χαῖρε Κόρη Μητρόθεε.
Οἱ Οἶκοι.
Ἀρχομένῳ τῷ ὕμνῳ, Παναγία Παρθένε, παράσχου μοι ἐξ ὕψους Σὴν χάριν (γ΄)· ἵν’ ἰσχύσω τῆς Σῆς ἐξειπεῖν, σεβασμίας Εἰκόνος τὴν ἔλευσιν, ἐν τῇ Ἰβήρων Ἱερᾷ Μονῇ, καὶ ἐκβοᾶν Σοι ταῦτα
Χαῖρε, τοῦ Ἄθω ἡ εὐκοσμία
χαῖρε, Σῶν δούλων ἡ προστασία.
Χαῖρε, τῆς Ἰβήρων Μονῆς Σου ἡ ἔφορος
χαῖρε, μοναζόντων ἁπάντων ἐπίκουρος.
Χαῖρε, Κόρη τὸ τεράστιον, οὐρανοῦ τε καὶ γῆς
χαῖρε, μόνη Μητροπάρθενε, ἣν ὑμνοῦσι γηγενεῖς.
Χαῖρε, ὅτι ὑπάρχεις τοῦ ἐλέους ἡ θύρα
χαῖρε, ὅτι πηγάζεις ἰαμάτων τὰ μῦρα.
Χαῖρε, ναοῦ τοῦ Σοῦ ἡ εὐπρέπεια
χαῖρε, Σῶν ὑμνητῶν καλλιέπεια.
Χαῖρε, δι’ ἧς κατοικεῖται ὁ Ἄθως
χαῖρε, δι’ ἧς πᾶν ἐλαύνεται πάθος.
Χαῖρε, Κόρη Μητρόθεε.
Βλέπων βροτείου γένους, ὁ ἐχθρὸς ὁ ἀρχαῖος, ἐξ ὕψους ὁ πεσὼν Ἑωσφόρος, τὴν σεπτὴν Ἐκκλησίαν τοῦ Θεοῦ αὐξανομένην, εἰς τέλος ἐμήνισε, καὶ κατ’ Αὐτῆς διήγειρε, τοὺς μὴ Θεῷ εἰδότας κράζειν
Ἀλληλούϊα.
Γνώμην δείλαιος ἄναξ, πονηρὰν κεκτημένος, Θεόφιλος Θεοῦ ὁ διώκτης, κατ’ Εἰκόνων σεπτῶν διωγμόν, συμβουλίᾳ Βελίαρ ἐκίνησε· πιστοὶ δ’ Εἰκόνα σέβοντες τὴν Σὴν Ἁγνή, ἐβόων οὕτω
Χαῖρε, Θεοῦ αἰωνίου Μήτηρ
χαῖρε, ναὲ καὶ κιβωτὲ καὶ πύλη.
Χαῖρε, ἡ χαρίτων ἡμᾶς ἀξιώσασα
χαῖρε, Ὄρος Ἄθω δεινῶν διασώζουσα.
Χαῖρε, Δέσποινα, ἀντίληψις Ὀρθοδόξων κραταιά
χαῖρε, τῶν εἰκονομάχων τε ὀλεθρία συμφορά.
Χαῖρε, Μονῆς Ἰβήρων θυρωρός τε καὶ φύλαξ
χαῖρε, τῶν θαυμασίων ὁ ἀκένωτος ῥύαξ.
Χαῖρε, παντὸς τοῦ κόσμου ἡ Σώτειρα
χαῖρε, καλῶν ἁπάντων ἡ δότειρα.
Χαῖρε, πασῶν Μονῶν τοῦ Ἄθω τὸ κλέος
χαῖρε, ἐχθρῶν τε παντοίων τὸ δέος.
Χαῖρε, Κόρη Μητρόθεε.
Διαμείβοντες πόλεις, στρατιῶται καὶ χώρας, εἰκόνας ἐξηφάνιζον θείας, ἐκπληροῦντες σκαιὰν προσταγήν, βασιλέως δυσσεβοῦς καὶ παράφρονος, καὶ πάντας τιμωροῦντες ἀπανθρώπως, τοὺς τῷ Θεῷ βοῶντας
Ἀλληλούϊα.
Ἐν τοῖς τόποις Νικαίας, γυνὴ ᾤκει τις χήρα, φιλόθεος καὶ σφόδρα πλουσία, υἱὸν ἔχουσα μονογενῆ, καὶ Χριστοῦ προσκυνοῦσα τὴν Εἰκόνα τε, Ἁγίων καὶ τῆς Θεομήτορος, πρὸς Ἥν ἐβόα ταῦτα
Χαῖρε, κρηπὶς Προφητῶν ἁπάντων
χαῖρε, πιστῶν πορφυρὶς ἀνάκτων.
Χαῖρε, τῶν πλεόντων λιμὴν ἀκλυδώνιστε
χαῖρε, ἀσθενούντων ἀκέστωρ πανάριστε.
Χαῖρε, ῥίζα ἡ ἀπότιστος, ἡ βλαστήσασα Χριστόν
χαῖρε, τράπεζα ἐκτρέφουσα, Ὀρθοδόξους μυστικῶς.
Χαῖρε, κλέος Εἰκόνα τῶν τὴν Σὴν προσκυνούντων
χαῖρε, αὖθις αἰσχύνη τῶν αὐτὴν ἀθετούντων.
Χαῖρε, πιστῶν ἁπάντων προσφύγιον
χαῖρε, χρυσῆ λυχνία τῆς χάριτος.
Χαῖρε, ψυχῶν εὐσεβῶν θυμηδία
χαῖρε, πασῶν ἀρετῶν θημωνία.
Χαῖρε, Κόρη Μητρόθεε.
Ζητηταὶ θηριώδεις, δι’ ὀπῆς κατιδόντες, Εἰκόνα τῆς ἁγνῆς Θεοτόκου, τὴν ῥηθεῖσαν γυναῖκα εὐθύς, ἀγαγόντες εἰς μέσον ὡς μαινόμενοι, χρυσίου ὄγκον ᾔτουν παρ’ αὐτῆς, Θεῷ βοώσης οὕτως
Ἀλληλούϊα.
Ἡ δὲ σώφρων ἐκείνη, αὐτοῖς ἔφη τοιαῦτα· χρῆμα δώσω μὲν ὅσον, ὑμεῖς βούλεσθε, ὅμως τὴν αὔριον· ὧδε γὰρ οὐχ ὑπάρχει μοι· οἳ καὶ πεισθέντες αὐτῇ ἀπῆλθον, ἡ δὲ πρὸ τῆς Εἰκόνος σὺν υἱῷ ἐβόα
Χαῖρε, χηρῶν προστασία μόνη
χαῖρε, Θεὸν συλλαβοῦσα Κόρη.
Χαῖρε, ἱκετῶν Σου Ἁγνὴ παραμύθιον
χαῖρε, ἡ τεκοῦσα Ζωὴν τὴν ἀΐδιον.
Χαῖρε, ἥλιον ἐκλάμψασα τοῖς ἐν σκότει νοητόν
χαῖρε, ζόφον φυγαδεύουσα ἀγνωσίας τὸν δεινόν.
Χαῖρε, διηνθισμένος τοῦ Παντάνακτου κῆπος
χαῖρε, ἀποσοβοῦσα τῶν αἱρέσεων σμῆνος.
Χαῖρε, φυτὸν Παρθένε ἀείζωον
χαῖρε, Χριστοῦ καθέδρα περίβλεπτος.
Χαῖρε, παθῶν ἐκμειοῦσα ὀμίχλην
χαῖρε, Θεοῦ ἡ ἀπείρανδρος Μήτηρ.
Χαῖρε, Κόρη Μητρόθεε.
Θείαν ὅθεν Εἰκόνα, εὐλαβῶς καὶ ἐν φόβῳ, λαβοῦσα ἡ γυνὴ σὺν υἱῷ τε, ἐν νυκτὶ πρὸς τὸν αἰγιαλόν, προσεχώρει ταχύ, ἀφ’ οὗ πρῶτον ηὔξατο, Θεὸν ἱκετεύουσα, καὶ ἐκτενῶς Αὐτῷ βοῶσα
Ἀλληλούϊα.
Ἵνα γένος ἀνθρώπων, ἐκ χειρὸς διαβόλου, Θεὸς ἐλευθερώσῃ Παρθένε, ἐσαρκώθη ἀῤῥήτως ἐκ Σοῦ, Ὅνπερ ἵλεων ἡμῖν νῦν ἀπέργασαι, καὶ ῥῦσαι τῆς ὀργῆς τοῦ ἄνακτος, ἵνα βοῶμέν Σοι ταῦτα
Χαῖρε, λειμὼν ἀρετῶν εὐώδης
χαῖρε, βροτῶν τῆς χαρᾶς αἰτία.
Χαῖρε, Θεοῦ Λόγου παλάτιον ἔμψυχον
χαῖρε, Θεονύμφευτε κάλλος πολύευκτον.
Χαῖρε, στάχυν ἡ βλαστήσασα ἀνηρότως τῆς ζωῆς
χαῖρε, ὄρος ἀλατόμητον ὃ προεῖδε Δανιήλ.
Χαῖρε, ἡ τετοκυῖα τὴν πηγὴν τοῦ ἐλέους
χαῖρε, ἡ ἐμπιμπλῶσα χαρμονῆς τοὺς Ἀγγέλους.
Χαῖρε, Θεοῦ Παντάνακτος ὄχημα
χαῖρε, Ὁσίων πάντων τὸ καύχημα.
Χαῖρε, στολὴ εὐλαβῶν Ἱερέων
χαῖρε, φωτὸς ἀπροσίτου δοχεῖον.
Χαῖρε, Κόρη Μητρόθεε.
Κατὰ νώτων θαλάσσης, ἐπαφίησιν εἶτα, Εἰκόνα ἡ γυνὴ τὴν ἁγίαν· ἥπερ ὀρθίῳ σχήματι σαφῶς, θαυμασίως ἐποιεῖτο τὴν ἔλευσιν, κατὰ δυσμὰς ἡλίου· διὸ ἡ μήτηρ σὺν υἱῷ ἐβόα
Ἀλληλούϊα.
Λυμεὼν οὖν εἰς τέλος, κατ’ εἰκόνων λυττήσας, Θεόφιλος ὡς ἄλλος Ἡρώδης, βρεφοκτόνος, εἰς ᾅδου κλεινά, κολαστήρια θανὼν κατενήνεκται· οἱ δὲ πιστοὶ σκιρτῶντες ἐβόων πρὸς τὴν Θεοτόκον
Χαῖρε, ἡ βάσις τῆς εὐσεβείας
χαῖρε, ἡ σβέσις κακοδοξίας.
Χαῖρε, ἡ τὸ κέρας πιστῶν ἀνυψώσασα
χαῖρε, ἡ ὀφρὺν δυσσεβῶν ταπεινώσασα.
Χαῖρε, πορφυροχρυσόμικτε τοῦ Χριστοῦ μου ἐπωμίς
χαῖρε, χρυσοπορφυρόστρωτε κλίνη σολομωνική.
Χαῖρε, τοῦ Παραδείσου τὸ ἡδύπνοον κρῖνον
χαῖρε, ἐξ ἧς προῆλθε ζωηφόρον τε ὕδωρ.
Χαῖρε, ἀρᾶς μεσότειχον λύσασα
χαῖρε, χαρὰν τῷ κόσμῳ πηγάσασα.
Χαῖρε, χρυσῆ μανναδόχε στάμνε
χαῖρε, Ἁγνὴ ἀκατάφλεκτε βάτε.
Χαῖρε, Κόρη Μητρόθεε.
Μακαρίων Πατέρων, ἐν Μονῇ τῶν Ἰβήρων, ποτὲ καθεζομένων τῇ θείᾳ, καὶ λαλούντων ὑπὲρ ψυχικῆς σωτηρίας, θεωροῦσιν ὡς πύρινον στῦλον ἐν τῇ θαλάσσῃ οὐρανόμηκη· ὅθεν ἐβόων
Ἀλληλούϊα.
Νῦξ ἐπῆλθε καὶ πάλιν, τὸ φαινόμενον θαῦμα, ἐξέπληττε τοὺς ἐν Ἄθῳ πατέρας· ἐφολκίοις δραμόντες οὖν ἐν σπουδῇ, τῆς Πανάγνου κατεῖδον πόῤῥωθεν, Εἰκόνα τὴν σεβάσμιον· διὸ χαρμονικῶς ἐβόων
Χαῖρε, τὸ θαῦμα Ἁγνὴ θαυμάτων
χαῖρε, ἡ κρήνη τῶν ἰαμάτων.
Χαῖρε, σωτηρίας ἡμῶν Παντευλόγητε
χαῖρε, εὐσεβῶν ἱλασμὸς Παναμώμητε.
Χαῖρε, ῥῦπον ἡ ἐκπλύνασα, ἁμαρτίας τοῦ Ἀδάμ
χαῖρε, δόξῃ ἡ ἐκλάμπουσα θεϊκῇ, ὦ Μαριάμ.
Χαῖρε, ἡ χαλινοῦσα τρικυμίαν τῆς πλάνης
χαῖρε, ὅτι ἀπόρων παρακλήτωρ τυγχάνεις.
Χαῖρε, ἡ φῶς τεκοῦσα ἀνέσπερον
χαῖρε, πιστοῦ στρατοῦ Σου τὸ τρόπαιον.
Χαῖρε, δεινῶν κατευνάζουσα σάλον
χαῖρε, Χριστοῦ μυστηρίων τὸ βάθος.
Χαῖρε, Κόρη Μητρόθεε.
Ξενοτρόπως πεζεύσας, Γαβριὴλ ὁ θεόφρων, τὴν θάλασσαν κατ’ ὄναρ ὡς ἔφη, ἡ Θεοτόκος αὐτῷ, πανευλαβῶς τὴν Εἰκόνα Αὐτῆς ὑποδέχεται, ἥνπερ λαβὼν γηθόμενος, ἐξῆλθε τῷ Θεῷ βοῶν οὕτως
Ἀλληλούϊα.
Οἰκουρὸς Θεοτόκε, τῆς Μονῆς καὶ προστάτις, Ἰβήρων ᾑρετίσω γενέσθαι, δι’ Εἰκόνος τῆς Σῆς Ἀγαθή, καὶ παντὸς τοῦ Ὄρους σαφῶς ὑπέρμαχος· διὸ οἱ ἐν αὐτῷ μονάζοντες, βοῶμέν Σοι ταῦτα
Χαῖρε, ἀμνὰς τοῦ Θεοῦ ἁγία
χαῖρε, ἡμῶν κυβερνῆτις θεία.
Χαῖρε, τῶν βροτῶν ἡ τελεία ἀνάῤῥωσις
χαῖρε, τῶν δαιμόνων Παρθένε ἡ ἔξωσις.
Χαῖρε, πύλη ἀδιόδευτε, ἣν διώδευσε Θεός
χαῖρε, πάντας ὁδηγήσασα, ἐκ τοῦ σκότους πρὸς τὸ φῶς.
Χαῖρε, τῶν προσκυνούντων τὸ εὖχος
χαῖρε, Μονῶν ἁγίων ἀκατάλυτον ἕρκος.
Χαῖρε, δι’ ἧς θνητοὶ ἀφθαρτίζονται
χαῖρε, δι’ ἧς ἐχθροὶ τραυματίζονται.
Χαῖρε, βαλβὶς τῶν κλεινῶν Ἀθλοφόρων
χαῖρε, ἀνδρῶν χαρμονὴ θεοφόρων.
Χαῖρε, Κόρη Μητρόθεε.
Πυλωρὸς τῆς Μονῆς Σου, ἡ Εἰκὼν ἀνεδείχθη, πολλῶν ἐκ συμφορῶν λυτρουμένη, Θεοτόκε, αὐτὴν ἐσαεί, καὶ τοὺς ἐν αὐτῇ μονάζοντας Δέσποινα, πιστῶς Σε λιτανεύοντας, καὶ τοὺς Θεῷ βοῶντας ἀσιγήτως
Ἀλληλούϊα.
Ῥέουσιν ὡς ἐκ κρήνης, πολυχεύμονος ῥεῖθρα, θαυμάτων πολυθρύλητα ὄντως, ἐκ τῆς θείας Εἰκόνος τῆς Σῆς, καταρδεύοντα τοῦ κόσμου τὰ πέρατα, ἐξ ὧν νῦν κορεννύμενοι, βοῶμέν Σοι Παρθένε ταῦτα
Χαῖρε, Ἀγγέλων τιμιωτέρα
χαῖρε, ἡλίου καθαρωτέρα.
Χαῖρε, βασιλέων κλεινῶν τροπαιούχημα
χαῖρε, τῶν Μαρτύρων Χριστοῦ τὸ ἐνίσχυμα.
Χαῖρε, κλῖμαξ ἡ μετάρσιος ἣν προεῖδεν Ἰακώβ
χαῖρε, κάλλει ὑπεράσασα δίσκον τὸν ἡλιακόν.
Χαῖρε, τῶν μισοχρίστων τὰς πλεκτάνας συνθλῶσα
χαῖρε, τῶν φιλοθέων τὰς αἰτήσεις πληροῦσα.
Χαῖρε, λαῶν βαρβάρων ἀπώλεια
χαῖρε, χωλῶν πολλῶν ἡ ποδώκεια.
Χαῖρε, Ἁγνή, εὐσεβῶν συμμαχία
χαῖρε, τῶν Σὲ ἀνυμνούντων πρεσβεία.
Χαῖρε, Κόρη Μητρόθεε.
Συντριβῇ τῶν βαρβάρων, τὰ πολύσπερμα φῦλα, ἀγρίως ἐπελθόντων Παρθένε, διά τε θαλάσσης καὶ ξηρᾶς, κατὰ τῆς Μονῆς Σου καὶ τῆς Σῆς Πόλεως, τελείᾳ παραδέδωκας, ὡς μὴ Θεῷ εἰδότα κράζειν
Ἀλληλούϊα.
Τρώσαντος ἐν μαχαίρᾳ, τοῦ βαρβάρου Παρθένε, κατὰ τὴν παρειὰν Σὴν Εἰκόνα, ἐξεπήδησεν αἷμα εὐθύς, ὢ τοῦ θαύματος! Ἐλέγχον τὸν ἄθεον· πιστοὶ δὲ ἐξιστάμενοι τῷ τέρατι, ἐβόων Σοι ταῦτα
Χαῖρε, τὸ κῦδος τῶν μοναζόντων
χαῖρε, χαρὰ τῶν Σὲ δοξαζόντων.
Χαῖρε, στολισμὸς νοητοῦ στερεώματος
χαῖρε, ἡ αὐγὴ θεϊκοῦ ἀπαυγάσματος.
Χαῖρε, ὅτι προετύπου Σε Μαρτυρίου ἡ Σκηνή
χαῖρε, Σὲ γὰρ προεικόνιζε κάμινος ἡ Περσική.
Χαῖρε, πανωλεθρίᾳ δυσμενεῖς παραδοῦσα
χαῖρε, ἡ χιλιάρχους νοητοὺς ἐκνικῶσα.
Χαῖρε, Μονῆς τῆς Σῆς φυλακτήριον
χαῖρε, ἐχθρῶν πολλῶν διωκτήριον.
Χαῖρε, σεμνὴ χαριτώνυμε Κόρη
χαῖρε, δι’ ἧς ὁ Θεὸς βροτοῖς ὤφθη.
Χαῖρε, Κόρη Μητρόθεε.
Ὑπὲρ νοῦν τε καὶ λόγον, τὰ τεράστια πέλει, τὰ Σὰ Θεοκυῆτορ Μαρία· τῷ γὰρ πλήθει τὴν ψάμμον σαφῶς, καὶ τὰ ἄστρα οὐρανοῦ ὑπερβαίνουσιν· ἀλλ’ οὖν ὡς οἷον ταῦτα νῦν, ἐν ὕμνοις ἐκθειάζοντες, βοῶμεν
Ἀλληλούϊα.
Φαεινότατος στῦλος, ἐπεφάνης ἐν Ἄθῳ, τὸν νέον Ἰσραὴλ καταυγάζων, καὶ καθοδηγοῦσα πρὸς γῆν, τῆς ἐπαγγελίας Θεοχαρίτωτε· διὸ εὐχαριστοῦντές Σοι, κραυγάζομεν θερμῶς ταῦτα
Χαῖρε, Ἁγνή, νοητὴ σελήνη
χαῖρε, ψυχῶν τῶν ἡμῶν γαλήνη.
Χαῖρε, ἡ Θεὸν τοῖς βροτοῖς σωματώσασα
χαῖρε, ἡ ἐχθροὺς νοητοὺς ταρταρώσασα.
Χαῖρε, κέντρον ἡ ἀμβλύνασα τοῦ θανάτου τόκῳ Σῷ
χαῖρε, πάντων τὸ διάσωσμα τῶν φοιτώντων Σῷ ναῷ.
Χαῖρε, πιστούς λοιμώδους ἀπαλλάττουσα νόσου
χαῖρε, λεκάνη πλήρης οὐρανίου ἐκ δρόσου.
Χαῖρε, πιστῶν ἁπάντων ἐχέγγυον
χαῖρε, σεπτῶν Ἀγγέλων ἐφύμνιον.
Χαῖρε, πολλοὺς πειρασμῶν λυτρουμένη
χαῖρε, σεισμοῦ τὴν Μονὴν ῥυομένη.
Χαῖρε, Κόρη Μητρόθεε.
Χριστὸν Ἄχραντε Κόρη, τὸν Υἱὸν καὶ Θεόν Σου, Ὅν ξένῳ ἀπεκύησας τρόπῳ, καὶ ἀγκάλαις συνέσχες ταῖς Σαῖς, καὶ βρεφοπρεπῶς Ἁγνὴ ἐγαλούχησας, ἵλεων νῦν ἀπέργασαι τῇ ποίμνῃ Σου, Αὐτῷ βοώσῃ
Ἀλληλούϊα.
Ψαλμοσύνθετον ὕμνον, ἐκ χειλέων Παρθένε, προσφέρομέν Σοι νῦν ἀναξίως· ὃν ὥσπερ λεπτὰ χηρακά δεξαμένη, τὴν Σὴν χάριν ἡμῖν πρυτάνευσον, καὶ πάντας δίδαξον βοᾶν Σοι εὐσεβῶς τοιαῦτα
Χαῖρε, Πατρὸς τοῦ ἀνάρχου Νύμφη
χαῖρε, Υἱοῦ συνανάρχου Μήτηρ.
Χαῖρε, ὁ ναὸς τοῦ Ἁγίου τε Πνεύματος
χαῖρε, καθαρὸς τῆς Τριάδος τε θάλαμος.
Χαῖρε, πάσας ἡ ἀπείργουσα, τῶν δεινῶν ἐπιφοράς
χαῖρε, αἴσχους τῶν δαιμόνων τε, ἡ πληροῦσα τὰς μορφάς.
Χαῖρε, τῶν δυστυχούντων πλουτισμὸς Θεοτόκε
χαῖρε, τῆς Οἰκουμένης τὸ ἐντρύφημα ὄντως.
Χαῖρε, δι’ ἧς παρθένοι ἀγάλλονται
χαῖρε, δι’ ἧς μητέρες εὐφραίνονται.
Χαῖρε, Ἁγνή, γηραιῶν βακτηρία
χαῖρε, ἡμῶν ψυχικὴ εὐρωστία.
Χαῖρε, Κόρη Μητρόθεε.
Ὦ Θεοῦ Λόγου Μῆτερ, Παναγία Παρθένε, τοῦ Ἄθω εὐκλεὴς πολιοῦχε (γ΄)· καὶ Ἰβήρων Μονῆς θυρωρέ, τοὺς θερμῶς Σε Θεοτόκε γεραίροντας, παντοίων ῥῦσαι θλίψεων, ἵνα τῷ Σῷ Υἱῷ βοῶμεν

Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης