Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1765
https://www.proseyxi.com

Χαιρετισμοί εις την Παναγία την Γλυκοφιλούσα Empty Χαιρετισμοί εις την Παναγία την Γλυκοφιλούσα

Την / Το Σαβ Φεβ 15, 2020 3:49 am
Χαιρετισμοί εις την Παναγία την Γλυκοφιλούσα

῎Εγραφον ἐν τῇ Ἱερᾷ Μονῇ Φιλοθέου, Ἁγίου ῎Ορους ῎Αθω, τῇ α΄. Ἑβδομάδι τῆς Ἁγίας καί Μεγάλης
Τεσσαρακοστῆς Σωτηρίου ἔτους βα΄.
Π.M.Φ


Χαιρετισμοί εις την Παναγία την Γλυκοφιλούσα Panagi15

Kοντάκιον, τῆς Γλυκοφιλούσης.
Ἦχος πλ. δ΄. Tῇ ὑπερμάχῳ.

Γλυκοφιλούσης τήν Eἰκόνα τήν ὑπέρτιμον, τήν καταπλεύσασαν ἡμῖν ἀπό τοῦ Bύζαντος, προσελθόντες προσκυνήσωμεν ἐκβοῶντες. Oἷα Mήτηρ συμπαθής τοῦ Παντοκράτορος, ἡμῖν δίδου οἰκτιρμῶν σου τά δωρήματα, τοῖς κραυγάζουσι, Xαῖρε πάντων βασίλισσα.

῎Αγγελοι ἀοράτως, Κόρη ἐδορυφόρουν, τήν σήν Γλυκοφιλοῦσα Εἰκόνα, (ἐκ γ΄) ὅτε ἐκ Βύζαντος θαυμαστῶς, ποντοπορήσασα ἦκεν ἐν ῎Αθωνι, καί προσωρμίσθη τῇ Μονῇ, τοῦ Φιλοθέου ἐκβοώσῃ.

Χαῖρε, Χριστόν ἀγκαλοφοροῦσα.
Χαῖρε, αὐτόν ἡ Γλυκοφιλοῦσα,
Χαῖρε, παραδόξως ἡμῖν καταπλεύσασα.
Χαῖρε, θεῖον ὕδωρ ἐν τῷ τόκῳ ἐκβλύσασα,
Χαῖρε, ὅτι ὡς βασίλισσα παραγέγονας ἡμῖν.
Χαῖρε, ὅτι ἐξωστράκισας τόν στρατόν τόν δυσσεβῆ,
Χαῖρε, τοῦ Φιλοθέου τῆς Μονῆς θεῖον κλέος.
Χαῖρε, παντός τοῦ ῎Ορους προστασία καί σθένος,
Χαῖρε, πηγή πλουσίας χρηστότητος.
Χαῖρε, λιμήν ἡμῶν ἀκλυδώνιστος,
Χαῖρε, δι’ ἧς πᾶς ὁ ῎Αθως χορεύει.
Χαῖρε, δι’ ἧς πᾶν δεινόν ὑπεκφεύγει.

Χαῖρε πάντων Βασίλισσα.

Βλέπουσα τήν μανίαν, ἡ γυνή ἡ ὁσία, τήν τῶν Εἰκονομάχων Παρθένε, τήν σήν Εἰκόνα τήν θαυμαστήν, τῇ θαλάσσῃ ἐνέβαλεν εἰποῦσά σοι. ῎Απιθι ὦ Πανάχραντε, ἔνθα τῷ Υἱῷ σου ψάλλουσιν.

Ἀλληλούϊα.

Γνόντες τήν παραδόξως, εὔπλοιαν καί πορείαν, τῆς σῆς διά θαλάσσης Eἰκόνος, οἱ τῆς Φιλοθέου Mονασταί, ἐν ἀγαλλιάσει, αὐτήν ὑπεδέξαντο, Γλυκοφιλοῦσα Δέσποινα, βοῶντές σοι μετά πόθου.

Χαῖρε, θαυμάτων τό μέγα θαῦμα.
Χαῖρε, Κυρίου τό ἔμπνουν ἅρμα,
Χαῖρε, Προφητῶν τό θεόφθεγκτον κήρυγμα.
Χαῖρε, ἀρετῶν οὐρανίων τό σκήνωμα,
Χαῖρε, ὄρος ἐμφανέστατον εὐδοκίας τοῦ Θεοῦ.
Χαῖρε, ὅρμος γαληνότατος τοῦ θεόφρονος λαοῦ,
Χαῖρε, ὅτι παρέχεις δαψιλεῖς χορηγίας.
Χαῖρε, ὅτι βλυστάνεις σωστικάς ἐνεργείας,
Χαῖρε, βροτῶν τό μέγα διάσωσμα.
Χαῖρε, παντός τοῦ ῎Ορους τό καύχημα,
Χαῖρε, δι’ ἧς ὁ Θεός ἐσαρκώθη.
Χαῖρε, δι’ ἧς ὁ Ἀδάμ ἐθεώθη.

Χαῖρε πάντων Βασίλισσα.

Δόξαν σου τήν μεγίστην, Eἰκών σου ἡ ἁγία, ὡσανεί Kόρη διηγουμένη, ἐν ἀΰλῳ λάμπουσα φωτί, ἐν τῷ λιμένι τῆς Mονῆς τεθέαται, καί ἅπαντες ἀνύμνησαν, τήν ἔλευσιν αὐτῆς βοῶντες.

Ἀλληλούϊα.

῎Ενθους τῇ χάριτί σου, τῆς Μονῆς ἡ ἡγέτης, ἀνέλαβεν ἀπό τῆς θαλάσσης, Εἰκόνα σου Κόρη τήν σεπτήν, Γλυκοφιλοῦσα Παρθένε δοξάζων σε, καί πάντες οἱ μονάζοντες, ἐβόων σοι ἐν εὐφροσύνῃ.

Χαῖρε, Ἀγγέλων ἡ θυμηδία.
Χαῖρε, ἀνθρώπων ἡ σωτηρία,
Χαῖρε, τῆς ἀρχαίας βουλῆς ἡ ἐκπλήρωσις.
Χαῖρε, τοῦ βροτείου φυράματος ὕψωσις,
Χαῖρε, ὅτι χαρᾶς ἔπλησας τῇ ἐλεύσει σου ἡμᾶς.
Χαῖρε, ὅτι τό ἀνθρώπινον ἐλυτρώσω τῆς ἀρᾶς,
Χαῖρε, Γλυκοφιλοῦσα τόν Χριστόν ὥσπερ βρέφος.
Χαῖρε, ἀποσοβοῦσα ἀθυμίας τό νέφος,
Χαῖρε, λειμών ἁγνείας πανεύσημος.
Χαῖρε, ἡμῶν ᾠδή παναρμόνιος,
Χαῖρε, δι’ ἧς ἠφανίσθη ἡ λύπη.
Χαῖρε, δι’ ἧς πᾶσα οχͅεται λύμη.

Χαῖρε, πάντων Βασίλισσα.

Ζεούσῃ εὐλαβείᾳ, ἡ σεμνή Βικτωρία, ἔθετο Ἁγνή ἐν τῇ θαλάσσῃ, τήν σήν Εἰκόνα ἐν προσευχῇ, ἥτις ὀρθία ξένως διαπλεύσασα, ξένων χαρίτων ῎Αχραντε, ἠξίωσε τούς ἐκβοῶντας.

Ἀλληλούϊα.

῎Ηνυσται ξένον θαῦμα, ὀπηνίκα ἐξῆλθεν, ἀπό τῆς θαλάσσης ἡ Εἰκών σου. ἁγίασμα γάρ ἱερόν, ἐν ᾧ τόπῳ κατετέθη ἀνέβλυσε, Γλυκοφιλοῦσα Δέσποινα, καθαγιάζον τούς ἐκβοῶντας.

Χαῖρε, πηγή ζωτικῶν ναμάτων.
Χαῖρε, κρουνός πολλαπλῶν θαυμάτων,
Χαῖρε, μυροθήκη Θεοῦ ἡ πολύτιμος.
Χαῖρε, ζωηφόρος λυχνία πολύφωτος,
Χαῖρε, ὅτι ξένως δέδωκας τήν Εἰκόνα σου ἡμῖν.
Χαῖρε, ὅτι ἐσωμάτισας τόν τῶν ὅλων Ποιητήν,
Χαῖρε, Γλυκοφιλοῦσα τόν Χριστόν ὥσπερ βρέφος.
Χαῖρε, ὀμβροβλυτοῦσα θεοδώρητον σθένος,
Χαῖρε, ζωῆς τό μάννα ὀμβρίζουσα.
Χαῖρε, ψυχάς αὐχμώσας δροσίζουσα,
Χαῖρε, λαμπάς τριλαμποῦς θεαυγείας.
Χαῖρε, λαβίς ἥν εἶδεν Ἡσαΐας.

Χαῖρε πάντων Βασίλισσα.

Θεοδώρητον δῶρον, Φιλοθέου ἡ Μάνδρα, ἐδέξατο ἐν
ἀγαλλιάσει, Γλυκοφιλοῦσα ὡς ἀληθῶς, τό ἱερόν και σεπτόν σου Ἐκτύπωμα, καί πόθῳ σε δοξάζουσα, τῷ ἐκ σοῦ τεχθέντι κραυγάζει.

Ἀλληλούϊα.

῎Ιασιν ἀναβλύζει, καί ψυχῶν καί σωμάτων, τῇ σῇ ἐπισκιάσει Παρθένε, Εἰκών σου ἡ ὄντως θαυμαστή, ἥνπερ περικυκλοῦντες μετά πίστεως, ὑμνοῦμέν σου τά θαύματα, καί ἐκβοῶμεν γηθοσύνως.

Χαῖρε, ἑστία ἀπείρου δόξης.
Χαῖρε, μανίας ἐχθροῦ ἡ πτῶσις,
Χαῖρε, τῶν θαυμάτων πηγάζουσα νάματα.
Χαῖρε, νοσημάτων ξηραίνουσα τραύματα,
Χαῖρε, θρόνος ὁ πυρίμορφος τοῦ Παντάνακτος Χριστοῦ.
Χαῖρε, στάμνος ἡ χρυσήλατος μάννα τοῦ ζωαρχικοῦ,
Χαῖρε, ὅτι ὡς βρέφος γαλουχεῖς τόν Δεσπότην.
Χαῖρε, ὅτι βραβεύεις τοῖς πιστοῖς πᾶσαν δόσιν,
Χαῖρε, ἡμῖν αἰτοῦσα τήν ἄφεσιν.
Χαῖρε, παθῶν νεκροῦσα τήν ἄλγησιν,
Χαῖρε, καλῶν θαυμαστή ἁρμονία.
Χαῖρε, πασῶν ἀγαθῶν συστοιχία.

Χαῖρε πάντων Βασίλισσα.

Κλίνουσα Θεοτόκε, κεφαλήν σου τήν θείαν, ἀσπάζῃ ἐν φιλήματι θείῳ, ὥσπερ νήπιον τόν σόν Υἱόν, ὅπερ θεωροῦντες ἐν τῇ Εἰκόνι σου, ἀγόμεθα τήν δόξαν σου, και ἐν ἐκπλήξει ἐκβοῶμεν.

Ἀλληλούϊα.

Λάμπουσα θείῳ φέγγει, νοητῶς ἡ Εἰκών σου, διέπλευσεν ὀρθία Παρθένε, τῆς θαλάσσης πελάγη πολλά, οἰακιζομένη τῇ κυβερνήσει σου, καί καταπαύσασα ἡμῖν, διήγειρεν ἡμᾶς βοᾶν σοι.
Χαῖρε, ἡ ξένως ἡμῖν ἐλθοῦσα.
Χαῖρε, θεσμούς φύσεως λαθοῦσα,
Χαῖρε, ἁγιάσματος κρήνη ἀκένωτος.
Χαῖρε, προστασία ἡμῶν καί ὑπέρμαχος,
Χαῖρε, τῶν Ἀγγέλων ἄνασσα καί Κυρία τοῦ παντός.
Χαῖρε, τῶν βροτῶν διάσωσμα καί χαρίτων χορηγός,
Χαῖρε, ὅτι πηγάζεις γλυκασμόν σωτηρίας.
Χαῖρε, ὅτι ἐκτρέπεις συντριμμόν ἀπωλείας,
Χαῖρε, πολλῶν πασχόντων διάσωσις.
Χαῖρε, ψυχῶν τελείᾳ ἀνάῤῥωσις,
Χαῖρε, Μονῆς Φιλοθέου τό κλέος.
Χαῖρε, παντός ῎Ορους ῎Αθω τό στέφος.

Χαῖρε πάντων Βασίλισσα.

Μένειν τοῦ Φιλοθέου, τῇ Mονῇ ᾔρετίσω, ἡμῶν εἰς περιποίησιν Kόρη, τήν Eἰκόνα σου τήν θαυμαστήν. ὅθεν κηρύττομεν πᾶσι τήν χάριν σου ἀεί γάρ βοηθεῖς ἡμῖν, Γλυκοφιλοῦσα τοῦ κραυγάζειν.

Ἀλληλούϊα.

Νόμους τῆς ἐγκρατείας, εὐσχημόνως προσέχειν, παιδεύουσα τούς πρίν ἀτακτοῦντας, τῇ σῇ Eἰκόνος ἀκινησίᾳ, τό ἀτόπημα τούτων διώρθωσας οἱ πίστει προσπεσόντες σοι, ἐβόων σοι ἐν κατανύξει.

Χαῖρε, ὁ πλοῦτος τῆς συμπαθείας.
Χαῖρε, ἡ βρύσις τῆς εὐσπλαγχνίας,
Χαῖρε, τούς ἀτάκτους σωφρόνως παιδεύσασα.
Χαῖρε, ξένῳ τρόπῳ αὐτούς διορθώσασα,
Χαῖρε, Μήτηρ ἡ φιλεύσπλαγχνος τοῦ οἰκτίρμονος Χριστοῦ.
Χαῖρε, πέλαγος χρηστότητος καί εἰκών παντός καλοῦ,
Χαῖρε, ὅτι ἐν φόβῳ τήν Εἰκόνα σου ἦραν.
Χαῖρε, ὅτι περ ταύτην τῇ Μονῇ σου μετῆραν,
Χαῖρε, ἀνδρῶν ἀτάκτων σωφρόνησις.
Χαῖρε, σεμνῶν ἀζύγων κατεύθυνσις,
Χαῖρε, χοροῦ μοναζόντων λαμπρότης.
Χαῖρε, Μονῆς τῆς παρούσης φαιδρότης.

Χαῖρε πάντων Βασίλισσα

Ξένα πέλουσι Κόρη, τῆς σεπτῆς σου εἰκόνος, τά θαύματα ὦ Γλυκοφιλοῦσα. πανταχοῦ γάρ ἡ χάρις αὐτῆς, προφθάνουσα παρέχει τά σωτήρια. διό καί γλῶσσα ἅπασα, ὑμνοῦσά σε Χριστῷ κραυγάζει.

Ἀλληλούϊα.

῞Ολη τῇ διανοίᾳ, προσπίπτων σοι Παρθένε, ὁ διακονῶν ἐν τῷ ναῷ σου, παρεκάλει σε ἐκτενῶς, ᾧ ἐπιστᾶσα προσεῖπας τά πρόσφορα, ὁ δέ ἔνθους σε ἀνύμνει, ἐκβοῶν σοι ἐν εὐλαβείᾳ.

Χαῖρε, Ἀγγέλων ἡ ὑμνωδία.
Χαῖρε, πασχόντων παρηγορία,
Χαῖρε, θλιβομένων ψυχῶν παραμύθιον.
Χαῖρε, τῶν πταιόντων θερμόν ἱλαστήριον,
Χαῖρε, τόν Ἰωαννίκιον βεβαιώσασα σαφῶς.
Χαῖρε, προμηθεύς καί ἔφορος τῆς Μονῆς σου θαυμαστῶς
Χαῖρε, ὅτι παρέχεις μυστικῶς θείας δόσεις.
Χαῖρε, ὅτι ἐξαίρεις ψυχοφθόρους κακώσεις,
Χαῖρε, παθῶν σβενύουσα καύσωνα.
Χαῖρε, πιστόν εὐφραίνουσα ἅπαντα,
Χαῖρε, ὁδός ἀσφαλής Ὀρθοδόξων.
Χαῖρε, χαρά Μοναστῶν ἐκβοώντων.

Χαῖρε πάντων Βασίλισσα.

Πλήρεις Kόρη ἀνοίας, χεῖρες ἱεροσύλου, ἀφεῖλον ἀναθήματα πάντα, ἐκ τῆς Εἰκόνος σου ἀσεβῶς, ἀλλ’ ὁ ταῦτα δράσας τῆς σῆς δυνάμεως, πεῖραν λαβών Πανύμνητε, ἐν μετανοίᾳ ἀνεβόα.

Ἀλληλούϊα.

̔Ρώμῃ τῆς θαυμαστῆς σου, ἐμφανείας ἐσώθη, ὁ πεσών Κόρη ἐκ τῆς θυρίδος ἐποφθεῖσα γάρ ὡς μοναχή, τοῦτον ἐκ τῆς χειρός Ἁγνή ἐκράτησας, ὁ δέ ῥυσθείς τοῦ θανάτου, ἐβόα σοι Γλυκοφιλοῦσα.

Χαῖρε, ἡ ῥύστις κινδυνευόντων.
Χαῖρε, προστάτις τῶν σέ φωνούντων,
Χαῖρε, τοῦ κρημνοῦ τόν πεσόντα ἁρπάσασα
Χαῖρε, τῇ χειρί σου αὐτόν ἡ κρατήσασα,
Χαῖρε, πανταχοῦ προφθάνουσα τούς ἐν πόνοις και δεινοῖς.
Χαῖρε, σωτηρίαν νέμουσα τοῖς καλοῦσί σε πιστοῖς
Χαῖρε, ὅτι θαυμάτων ἐνεργεῖς τάς δυνάμεις
Χαῖρε, ὅτι τοῖς πᾶσι χορηγεῖς τάς ἰάσεις,
Χαῖρε, δι’ ἧς ὁ ἄνθρωπος σέσωσται.
Χαῖρε, δι’ ἧς ἡ ποίμνη σου γήθεται,
Χαῖρε, ψυχῶν χαρμονή φιλοθέων.
Χαῖρε, ἰσχύς μοναστῶν καί μιγάδων.

Χαῖρε πάντων Βασίλισσα.

Σκέπη καί σωτηρία, Ἁγνή Γλυκοφιλοῦσα, ὑπάρχεις τῆς Μονῆς Φιλοθέου διό ἐν εὐλαβείᾳ πολλῇ, τῇ σῇ ἁγίᾳ Εἰκόνι προσπίπτομεν, τήν χάριν σου κηρύττοντες, και τῷ Υἱῷ σου ἐκβοῶντες.

Ἀλληλούϊα.

Τοῦ βεβαίου θανάτου, ἐκ τοῦ κλύδωνος Κόρη, οἱ περί τόν Καλλίνικον ῥυσθέντες, τῇ σῇ θερμῇ ἐπισκοπῇ, ἀβλαβεῖς ἐν τῇ Μονῇ σου παρεγένοντο, τό θαῦμα διηγούμενοι, καί βοῶντές σοι ὁμοφώνως.

Χαῖρε, γλυκεῖα Γλυκοφιλοῦσα.
Χαῖρε, τούς πάντας χαροποιοῦσα,
Χαῖρε, ἐκ θαλάσσης ἡμᾶς διασώσασα.
Χαῖρε, τάς δεήσεις ἡμῶν ἐκπληρώσασα,
Χαῖρε, θαλασσίου κλύδωνος ῥυσαμένη τήν νηόν.
Χαῖρε, τοῖς ἐν λύπαις στάζουσα δι’ ἐλπίδος γλυκασμόν,
Χαῖρε, ἡ τῶν πλωτήρων ἀσφαλής κυβερνῆτις.
Χαῖρε, θαλασσοπόρων σωτηρία καί ῥύστις,
Χαῖρε, Χριστοῦ θεότευκτον ὄχημα.
Χαῖρε, ἐχθροῦ ἀπείργουσα ὅρμημα,
Χαῖρε, πολλούς ῥυομένη κινδύνων.
Χαῖρε, Θεοῦ εὐωδέστατον μύρον.

Χαῖρε πάντων Βασίλισσα.

῞Υμνοις πανευχαρίστοις, ἡ πρίν στεῖρα γυναῖκα, τεκοῦσα τῇ σῇ ἐπιστασίᾳ, ὕμνησε γεγηθυῖα ψυχῇ, Γλυκοφιλοῦσα Παρθένε τήν χάριν σου, καί τό θαῦμα κηρύττουσα ἐβόα τῷ ἐκ σοῦ τεχθέντι.

Ἀλληλούϊα.

Φιλοθέου ἡ Μάνδρα, ἡ φιλόθεος Κόρη, χαίρει τῇ θαυμαστῇ ἀρωγῇ σου, καί ἅπας ὁ ῎Αθως σύν αὐτῇ, ἀνακηρύττει τά πολλά σου θαύματα, Γλυκοφιλοῦσα Πάναγνε, καί ἅπαντές σοι ἐκβοῶμεν.

Χαῖρε, λυχνία ἡ φωτοφόρος.
Χαῖρε, ἀρδεία ἡ ζωηφόρος,
Χαῖρε, Μοναζόντων ἐλπίς καί διάσωσμα.
Χαῖρε, ἡμῶν πάντων σεπτότατον καύχημα,
Χαῖρε, νεφέλη ἡ σκιάζουσα ῎Αθωνα τόν εὐαγῆ.
Χαῖρε, σκέπη περισκέπουσα Φιλοθέου τήν Μονήν,
Χαῖρε, ὅτι ἁπάντων ἐκπληροῖς τάς αἰτήσεις.
Χαῖρε, ὅτι ἰᾶσαι τῶν ψυχῶν τάς παθήσεις,
Χαῖρε, γλυκύ καί πρᾶγμα καί ὄνομα.
Χαῖρε, Μοναστῶν ὁρῶσαι μελέτημα,
Χαῖρε, δι’ ἧς ἀθυμίας λυτροῦμαι.
Χαῖρε, δι’ ἧς εὐφροσύνης πληροῦμαι.

Χαῖρε, πάντων Βασίλισσα.

Χάριν Γλυκοφιλοῦσα, ὑπέρ μέλι γλυκάζον, κατά τον θεηγόρον Προφήτην, καί γλυκαίνει τάς ψυχάς ἡμῶν, ἀποστάζει ἡ Εἰκών σου ἡ πάντιμος, ᾗ εὐλαβῶς προσπίπτοντες, ἀναβοῶμεν τῷ Υἱῷ σου.

Ἀλληλούϊα.

Ψάλλοντες καθ’ ἑκάστην, τά πολλά μεγαλεῖα, Γλυκοφιλοῦσα τῆς χάριτός σου, βοῶμέν σοι ἐκ βάθους ψυχῆς. Μή ἐλλείπῃς προστατεύειν δεόμεθα, ἀεί ταύτης τῆς Μονῆς σου, πάντοτε θερμῶς σοι βοώσης.

Χαῖρε, Μονῆς σου ἡ προστασία.
χαῖρε, ἁπάντων ἡ σωτηρία,
Χαῖρε, τῶν Ἀγγέλων τό θεῖον ἐντρύφημα.
χαῖρε, Μοναζόντων ταχύ ἐπιφώνημα,
Χαῖρε, τεῖχος καί διάδημα Φιλοθέου τῆς Μονῆς.
χαῖρε, στήριγμα καί ἥδυσμα πάσης εὐσεβοῦς ψυχῆς,
Χαῖρε, Γλυκοφιλοῦσα ἡ χαρά τῆς ζωῆς μου.
χαῖρε, ἡ σωτηρία τῆς ἀθλίας ψυχῆς μου,
Χαῖρε, δι’ ἧς πικρίας ῥυσθήσομαι.
χαῖρε, δι’ ἧς σῷ Υἱῷ προσαχθήσομαι,
Χαῖρε, παθῶν ψυχικῶν μου ἡ λύσις.
χαῖρε, δεινῶν τῶν ἐν βίῳ ἡ ῥύστις.

Χαῖρε πάντων Βασίλισσα.

῏Ω θεόνυμφε Kόρη, ἡ Θεοῦ Ἁγνή μήτηρ, χαριτόβρυτε
Γλυκοφιλοῦσα (ἐκ γ΄) δέχου τάς ἱκετηρίας φωνάς, καί δίδου ἑνί ἑκάστῳ βοήθειαν. ἀεί γάρ σοι προστρέχομεν, καί τῷ Yἱῷ σου ἐκβοῶμεν.

Ἀλληλούϊα.

Kοντάκιον, τῆς Γλυκοφιλούσης.
Ἦχος πλ. δ΄. Tῇ ὑπερμάχῳ.

Γλυκοφιλούσης τήν Eἰκόνα τήν ὑπέρτιμον, τήν καταπλεύσασαν ἡμῖν ἀπό τοῦ Bύζαντος, προσελθόντες προσκυνήσωμεν ἐκβοῶντες. Oἷα Mήτηρ συμπαθής τοῦ Παντοκράτορος, ἡμῖν δίδου οἰκτιρμῶν σου τά δωρήματα, τοῖς κραυγάζουσι.
Xαῖρε πάντων Βασίλισσα.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης