Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Χαιρετισμοί εις την Παναγία την Εικοσιφίνισσα Empty Χαιρετισμοί εις την Παναγία την Εικοσιφίνισσα

Σαβ Φεβ 08, 2020 9:17 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Χαιρετισμοί εις την Παναγία την Εικοσιφίνισσα

Ποίημα Γερμανοῦ Μοναχοῦ ἐκ τῆς Μονῆς Τατάρνης
Χαιρετισμοί εις την Παναγία την Εικοσιφίνισσα Eikosi11

Προοίμιον τῶν Οἴκων

Ἥχος πλ. δ΄. Τῆ ὑπερμάχῳ.

Σαρκός τὴν βύσσον τοῦ Κυρίου ἐπορφύρωσας, ἐκ τῶν αἱμάτων σου Σεμνὴ διὸ ἐπλήρωσας, φοινυκοῦ φωτὸς Εἰκόνα σου τὴν ἁγίαν· ὅϑεν πάντοτε ἡμῖν Εἰκοσιφοίνισσα, θαυμαστῶς ἀχειροποίητος ἡ πέλουσα, χεῖρα πρότεινε, βοηϑείας τοῖς δούλοις σου.

Ἄνευϑεν ἀνθρωπίνης, τεχνουργίας Παρϑένε, ἡ ϑεία σου εἰκὼν ἐτυπώϑη (ἐκ γ), φοινικοῦν ἐξαστράπτουσα φῶς, καταυγάζον φρένας τῶν πιστῶν Ἄχραντε, καὶ ἄδειν σοι καὶ ψάλλειν σου ἀγεῖρον, ἐν τῷ λέγειν ταῦτα·

Χαῖρε, χαρᾶς ἀλιϑοῦς ἡ φαῦσις,
Χαῖρε, ἀνίας πικρᾶς ἡ παῦσις.
Χαῖρε, ἡ τὸ φῶς τῶν χαρίτων ἐκλάμπουσα,
Χαῖρε, ἣ τὸ σκότος τῶν πόνων ἐλαύνουσα.
Χαῖρε, ὅραμα περίβλετττον κατανύσσον τοὺς ἐγγύς,
Χαῖρε, ἄκουσμα ξἕνήκουστον καταπλῆσσον τοὺς μακράν.
Χαῖρε, ὅτι χρωμάτων ἀμοιρεῖς ἐπιγείων,
Χαῖρε, ὅτι ϑαυμάτων εὐμοιρεῖς οὐρανίων.
Χαῖρε, πολλοὺς πρὸς ὕμνον ἀθροίζουσα,
Χαῖρε, χροιαῖς λαμτραῖς ἡ, πυῤῥίζουσα.
Χαῖρε, ἐν ἧ ἡ Μονή σου καυχᾶται,
Χαῖρε, δι᾽ ἧς σωτηρία τρυγᾶται·

Χαῖρε Εἰκοσιφοίνισσα.

Βλέποντες οἱ τεχνῖται, τῆς σανίδος τὸ σχίσμα, ἀφίεσαν ὡς ἄχρηστον ταύτην· πλὴν χρηστὴ, ὑπὸ σοῦ Ἀγαϑή, τὴν μορφήν σου ὅπως ἐν αὐτῇ δέξηται, ἐδείχϑη ἵνα πᾶσι καταδείξῃς, πῶς δεῖ πιίστει κράζειν·

Ἀλληλούϊα.

Γερμανός ὁ ϑεόφρων, μὴ τυγχάνων κενόφρων, συντόνῳ προσευχῇ, ἀνηλοῦτο, σοὶ τὴν λύπην αὑτοῦ φανερῶν, ἀλλ᾽ ἐξέστη Κόρη, ὡς φωνῆς ἤκουσε, καὶ ϑέαν σου θεώμενος τὴν ϑείαν, ἀνεβόα οὕτω·

Χαῖρε ψυχῆς μου ἡ ϑυμμηδία,
Χαῖρε καρδίας παραμυϑία.
Χαῖρε κατηφείας ταχεῖα καϑαίρεσις,
Χαῖρε ἀϑυμίας ὀξεῖα ἀναίρεσις.
Χαῖρε ζάλην ἀπογνώσεως ἡ σοβοῦσα ἱλαρῶς,
Χαῖρε τάραχον ἐσώτατον ἧ πραὔνουσα σοφῶς.
Χαῖρε παρηγορίας τὸ ἀκένωτον νᾶμα,
Χαῖρε ἦ καταλύουσα πᾶν θλίψεως δρᾶμα.
Χαῖρε Ἁγνὴ τὸ ϑεῖον ἐνίσχυμα,
Χαῖρε Σεμνὴ ἐμοῦ τὸ κραταίωμα.
Χαῖρε δι᾽ ἧς πεπτωκότες ὀρϑοῦνται,
Χαῖρε δι᾽ ἧς ἐπταικότες λυτροῦνται·

Χαῖρε Εἰκοσιφοίνισσα.

Δυνατὸν τῷ Ὑψίστῳ, ἀκατάφλεκτον βάτον, τὴν πάλαι καιομένην τηρῆσαι, καὶ τανῦν τῇ φλογώδει βαφῇ, τὸ ξύλον φυλάττειν ϑαυμαστῶς ἄκαυστον, ἐν ᾧ αὑτοῦ ἡ Μήτηρ ἐμορφώϑη, ὅϑεν πρέπον μέλπειν·

Ἀλληλούϊα.

Ἐμφερείας σου ϑάμβει, κατενόει τὸν τύπον, τὸν ὄντα ἀχειρότευκτον Κόρη, ὁ δομήτωρ τῆς Μάνδρας τῆς σῆς, καὶ ἐκήρυττέ σου τὴν πολλὴν εὔνοιαν, εὐλόγως τῷ μὲν πνεύματι χαίρων, τῷ δὲ στόματι λέγων·

Χαῖρε, Θεοῦ ἐναργὲς σημεῖον.
Χαῖρε, ἐλέους Χριστοῦ ταμεῖον.
Χαῖρε, τοῖς πιστοῖς τὸ ἐξαίσιον δώρημα,
Χαῖρε, τῶν ἀπίστων τὸ ξένον ἀπόρημα.
Χαῖρε, ϑᾶττον ἡ καλλύνουσα δυσμορφίαν τῶν ψυχῶν,
Χαῖρ,ε κόσμον ἡ φαιδρύνουσα δι᾽ ἀκτίνων φοινικῶν.
Χαῖρε, ἡ ἐν σανίδι μυστικῶς ἐγγραφεῖσα,
Χαῖρε, ἡ τὶν σὴν χάριν ἐν αὐτῇ ἐντιϑεῖσα.
Χαῖρε, δι᾽ ἧς αἱ λύπαι σκορπίζονται,
Χαῖρε, δι᾽ ἧς τὰ πάϑη, κοιμίζονται.
Χαῖρε, Σεμνείου τοῦ σοῦ ἡ προστάτις,
Χαῖρε, ἣ πτάντων ϑερμὴ παραστάτις·

Χαῖρε Εἰκοσιφοίνισσα.

Ζὠγραφία ϑεόϑεν, ϑεϊκῇ, ἐπινεύσει, ἐδόϑιν ϑειωδῶς τοῖς ἀνθρώποις· ἡ Εἰκὼν τοῦ Πατρὸς ὁ Χριστός, ἐν ἀγκάλαις ὁ ὧν πατρικαῖς Ἄχραντε, ἐν κόλποις μητρικοῖς σοῦ ἀναπαύεται, ὅπως ἀκούῃ·

Ἀλληλούϊα.

Ἤκουσαν οἱ τοῦ ξύλου, τορνευταὶ πάντα ὅσα, εἰργάσατο ἣ χάρις σου Κόρη, καὶ δραμόντες τὸ θαῦμα ἰδεῖν, ἐρυϑραῖς ἀκτῖσι κατεφωτίζοντο· τεχνεύειν καὶ τορνεύειν δὲ ἀφέντες, ἠσκοῦντο προσάδειν·

Χαῖρε, ἦ εὔγραφος εὐεργέτις,
Χαῖρε, ἧ εὔϑετος χορηγέτις.
Χαῖρε, ἡ τεχνίτας ἀτέχνους ποιήσασα,
Χαῖρε, ἀδεξίους τὰς χεῖρας ἡ δείξασα.
Χαῖρε, ὅτι ἐκτετύπωσαι ἐν τῷ ξύλῳ ἱερῶς,
Χαῖρε, ὅτι ἀχειρότευκτος σὺ ὑπάρχεις ἀληϑῶς.
Χαῖρε, τῆς εὐδοκίας τοῦ Θεοῦ μαρτυρία,
Χαῖρε, χρωστῆρος δίχα ἡ φανεῖσα Κυρία.
Χαῖρε, κλεινὸν καὶ εὔχορουν καλλίστευμα,
Χαῖρε λαμπρὸν τῆς πίστεὼς πίστευμα.
Χαῖρε δι᾿ ἧς προσκυνεῖται ὁ Λόγος,
Χαῖρε ἐν ἡ οὐχ εὑρίσκεται ψόγος·

Χαῖρε Εἰκοσιφοίνισσα.

Θησαυροὺς οἱ ἐν κόσμῳ, ϑησαυοίζοντες μάτην, οὐκ οἴδασιν αὑτῶν τὸ συμφέρον· ἡ Εἰκών σου γὰρ κόσμος ἐστί, καὶ χρυσίου ὀλβιωτέρα Ἄχραντε, ὡς οὖσα πρὸς Παράδεισον ἡ πύλη, τοῖς πόϑῳ βοῶσιν·

Ἀλληλούϊα.

Ἱμειρόμενοι Μῆτερ, ζωπφόρων ὑδάτων, οἰκτρῶς οἱ συνεχόμενοι δίψῃ, τὴν Εἰκόνα σου δρόσου πηγήν, ὥσπερ ἔλαφοι Κόριν προσευρἥκαμεν, ψυχὰς δὲ ἀναψύχοντες τὴν γλῶτταν, δροσίζομεν ψάλλειν·

Χαῖρε, τὸ νέκταρ τῆς εὐσπλαγχνίας,
Χαῖρε, τὸ ῥεῖϑρον τῆς εὐμενείας.
Χαῖρε, ποταμὲ γλυκυτάτης χρηστότητος,
Χαῖρε, προβολεῦ φοινικῆς ὡραιότητος.
Χαῖρε, ϑάλασσα ἀπέραντε φιλανϑρώπων οἰκτιρμῶν,
Χαῖρε, ἄβυσσε ἀπύϑμενε τεραστίων φοβερῶν.
Χαῖρε, ὅτι τὰ μύρα τῆς ἀφέσεὡς βρύεις,
Χαῖρε, ὅτι χειμάῤῥους εὐλογίας ἐκβλύζεις.
Χαῖρε, κρουνὲ τρυφῆς καὶ φαιδρότητος,
Χαῖρε, ἦ Κκρήνιν τῆς ἁγιότητος.
Χαῖρε, ῥοὴ συνεχὴς ἰαμάτων,
Χαῖρε,. πηγὴν παραδόξων ϑαυμάτων·

Χαῖρε Εἰκοσιφοίνισσα.

Κάτοπτρον ἡ Εἰκών σου, οὐρανίας εὐκλείας, ὑπάρχει καλλιπάρϑενε Κόριν· τὸ ἐκτύπωμα γὰρ τὸ σεπτόν, τῆς σετττῆς μορφῆς σοῦ ἀστραποῖς Πνεύματος, ἐμφάσεων πληροῖ τῶν ἄνω πάντας, τοὺς βοῶντας οὕτως·

Ἀλληλούϊα.

Λοιμικάς ἀσϑενείας, καὶ δεινὰς ἀῤῥωστίας, τῇ σῇ ἀποσοβεῖς ἐξουσίῳν· ἀμισϑί γὰρ παρέχεις ἡμῖν, τὰς ἰάσεις πάσας πλὴν αἰτεῖς Ἄχραντε, ὡς ἄλλον ὀβολὸν τὸ ἀναμέλπειν, εὐγνωμόνως ταῦτα·

Χαῖρε, παράκλησις τῶν πασχόντων,
Χαῖρε, ἐπίσκειψις τῶν καμνόντων.
Χαῖρε, τῆς ὑγείας ἡ ἄμεσος πάροχος,
Χαῖρε, πρὸς τὰ κρείττω ἡ εὔοδος ἄμφοδος.
Χαῖρε, φάρμακον παυσώδυνον οἰδημάτων ὀχληρῶν,
Χαῖρε, ἴαμα παυσίκακον σηπεδόνων χαλεπῶν.
Χαῖρε, τῶν νοσημάτων ταχινὴ ϑεραστεία,
Χαῖρε, τῶν ἀλγημάτων ἀσφαλὴς ἰατρεία.
Χαῖρε, δι᾽ ἧς ἐκ βλάβης ῥυόμεϑα,
Χαῖρε, δι᾽ ἧς μαστίγων λυτρούμεϑα.
Χαῖρε, φροντὶς ἐν ἀνάγκαις τῶν ὄντων,
Χαῖρε, ἣ ῥῶσις τῶν σοὶ πελαζόντων·

Χαῖρε Εἰκοσιφοίνισσα.

Μακεδόνων οἱ δῆμοι, τῇ, τῆς πίστως ῤύμῃ, καὶ οὐκ εἰδωλικῇ πλέον λύμῃ, σοὶ προσπίπτουσιν ἵνα Ἁγνή, ἐκδιώξῃς ἅπταν πειρασμοῦ πάϑημα, καὶ σώσῃς ἀπὸ πάσηςς δυσπραγίας, τοὺς ἀναβοῶντας·

Ἀλληλούϊα.

Νοεραὶ συστοιχίαι, ἀσωμάτων Ἀγγέλων, τὸν ϑρόνον αἱ κυκλοῦσαι τοῦ Λόγου, τοῖς ἐν σώματι Κόριν πιστοῖς, ὡς τῆς σῆς Εἰκόνος ἱσταμένοις κύκλῳ, ἑνούμεναι συμφώνως προσφωνοῦσι, σοὶ τοὺς λόγους τούτους·

Χαῖρε, τῶν ἄνω ἡ εὐωδία,
Χαῖρε, τῶν κάτω ἡ ὑμνῳδία.
Χαῖρε, βασιλὶς βασιλεῖς ἣν ἐκπλήττονται,
Χαῖρε, ἐναγεῖς εὐαγεῖς δι᾽ ἧς γίνονται.
Χαῖρε, ὅτι στιλιτνοτέρα εἶ ἀσυγκροίτως τῆς ἠοῦς,
Χαῖρε, ὅτι βροτοὺς δεικνύεις φωτὸς Ἄχραντε υἱούς.
Χαῖρε, τῶν εὐλαβῶν τὸ εὐκλεέστατον δεῖγμα,
Χαῖρε, τῶν δυσσεβῶν τῆς διανοίας τὸ δῆγμα.
Χαῖρε, Ἀγγέλων ϑείων ἡ ἔκστασις,
Χαῖρε, δαιμόνων ἄρδην ἡ ἔκπτῶσις.
Χαῖρε, ἐξ ἧς ϑαυμασίων τὸ πλῆϑος,
Χαῖρε, ἐξ ἧς τεραστίων τὸ βρῖϑος·

Χαῖρε Εἰκοσιφοίνισσα.

Ξἴφει τε καὶ ῥομφαίᾳ, καὶ διστόμῳ μαχαίρᾳ, Παρϑένε τῶν λιτῶν καὶ εὐχῶν σου, ἐκ προσύλων Ἁγνὴν ἐννοιῶν, ἱκετεύομέν σε νῦν τὸν νοῦν ἔκκοψον, καὶ στέργειν δὸς ἰδέας ἐναρέτους, ἵνα μελῳδῶμεν·

Ἀλληλούϊα.

Ὀ ἐν Ξύλῳ τὸν ὄφιν, τὸν ἀρχέκακον κτείνας, καὶ πάλιν ἐπὶ ξύλου ὁρᾶσαι, ἐν ὠλέναις ὁ Ὤν μητρικαῖς, ὀφιώδεις κτείνων πειρασμοὺς Κύριε, πρεσβείαις τῆς ἀσπόρως σε Τεκούσης, ἣ ἀκούει ταῦτα·

Χαῖρε, στυγνῶν συμφορῶν ἡ θραῦσις,
Χαῖρε, κακίας σατὰν καῦσις.
Χαῖρε, τῶν ψυχῶν ἡ ἀτίμητος ὄνησις,
Χαῖρε, διαρκὴς ἐπὶ στόμοτος φώνησις.
Χαῖρε, ἄμπελε περκάζουσα βότρυας τῶν ἀγαϑῶν,
Χαῖρε, οἶνε δι’οὗ αἴρεται μέϑη. μιαρῶν παϑῶν.
Χαῖρε, ὁ καϑαρμὸς τῶν δυσεκνίπτων κηλίδων,
Χαῖρε, καταφϑορὰ τῶν τοῦ φϑορέως παγίδων.
Χαῖρε, ἡμῶν ἡ μόνη ἀντίληψις,
Χαῖρε, σκαιοῦ βελίαρ ἡ κρήμνισις.
Χαῖρε, λουτήριον ἀνομπμάτων,
Χαῖρε, λυτήριον δυστυχημάτων·

Χαῖρε Εἰκοσιφοίνισσα.

Πεδίαςς τῶν Φιλίππων, καὶ τὸ ὄρος Παγγαῖον, καυχῶνται ἐν τῇ, θείᾳ Εἰκόνι· ἡ μὲν ἔαρος ἄνϑη Σεμνή, τὸ δὲ σοὶ τὴν κλιτὺν ἑαυτοῦ δίδωσιν· ἀμφότερα σκιρτῶντα εὐφροσύνως, ὡσανεὶ βοῶντα·

Ἀλληλούϊα.

Ῥωμολέᾳ καρδία, ϑαῤῥαλέᾳ δὲ γνώμῃ, οἱ πατέρες ἡμῶν Θεοτόκε, ἐν καιροῖς δυσχειμέροις πρὸς σέ, ἀφεώρων πίστει Εἰκοσιφοίνισσα, καὶ δύναμιν ἐλάμβανον ἐξ ὕψους, ἐν τῷ ἀναμέλπτειν·

Χαῖρε, ἐλπὶς τῶν ἀδικουμένων,
Χαῖρε, ἰσχὺς τῶν πολεμουμένων.
Χαῖρε, τὸ τοῦ Γένους ἡμῶν φυλακτήριον,
Χαῖρε, τὸ κινδύνων πολλῶν λικμτήριον.
Χαῖρε, ὅτι ἐγενήϑης Χριστιανῶν ὁ στηριγμός,
Χαῖρε, ὅτι ἀπεδείχϑης ἀβοιϑήτων βοηϑός.
Χαῖρε, ἡ ἀφανίζουσα κενὰς δυσβουλίας,
Χαῖρε, τὸ καταφύγιον τῆς σῆς κληρουχίας.
Χαῖρε, δι᾽ ἧς στεῤῥῶς δυναμούμεϑα,
Χαῖρε, δι᾽ ἧς δεινὰ οὐ πτοούμεϑα.
Χαῖρε, τὸ φόβητρον τῶν πολεμίων,
Χαῖρε, τὸ καύχημα τῶν σῶν τεκνίων·

Χαῖρε Εἰκοσιφοίνισσα.

Σἐ μὴ ἔχουσα κόρον, ἣ δυὰς τῶν Κτητόρων, ἀνύμνησε ϑεόνυμφε Μῆτερ· ἔμπροσθεν τῆς Εἰκόνος σου γάρ, Γερμανός τε καὶ ὁ σοφὸς Διονύσιος, δακρύων κατεξέχεον λιβάδας, ᾷδοντες ἡδέως·

Ἀλληλούϊα.

Τἕττιγες τερετίζειν, ἀπδόνες λυρίζειν, κἂν παύσωσι Πανύμνητε ὅλως, ἀσιγήτως ἡμεῖς κελαδεῖν, οὐ παυσόμεθϑθά σου τὰ τερπνὰ θαύματα, ἃ ϑείως πρυτανεύεις καϑ᾽ ἡμέραν, τοῖς σοὶ μελῳδοῦσι·

Χαῖρε ἡ σκέπι. τῶν μονοτρόπων,
Χαῖρε διόρθωσις τῶν δυστρόπων.
Χαῖρε, τοῦ Σεμνείου σου ἄγρυπνε πρόνοια,
Χαῖρε, οἰκιῶν ἀρωγὴ καὶ ὁμόνοια.
Χαῖρε, στάμνε τὰ ἐλέπ μανναδοτοῦσα τοῖς λαοῖς,
Χαῖρε, ὅτι τὸν ἀγῶνα ἑνὸς ἑκάστου τελειοῖς.
Χαῖρε, τὰ τῆς Μονῆς σου ἡ ἀεὶ μεριμνῶσα,
Χαῖρε, ἣ πρὸς μονὰς τῶν οὐρανῶν ἐπισπῶσα.
Χαῖρε, τροφὲ καὶ μῆτερ φιλότεκνε,
Χαῖρε, φιλτάτι Κόρη φιλόστοργε.
Χαῖρε, ἡμᾶς ἐν τοῖς σοῖς γαλουχοῦσα,
Χαῖρε, τοὺς σοὺς ἐκ τῶν σῶν εὐωχοῦσα·

Χαῖρε Εἰκοσιφοίνισσα.

‘Υπεράγαμαι σφόδρα, ἀπειρόγαμε Νύμφη, τὸν σὸν ἀχειροποίητον Τύπον· μεγαλύνω φιλῶ προσκυνῶ, καὶ ἀσπάζομαί τε καὶ τιμῶ πάντοτε· τῷ ἔρωτι τρωϑεὶς γάρ σου τῷ ϑείῳ, ἐκτενῶς κραυγάζω·

Ἀλληλούϊα.

Φοινικοῦν ἀπαστράπτον, ἀγλαόχρυσον φάος, ἰδοὺ ἐκ τῆς ἁγίας Εἰκόνος, ταῖς ἁγναῖς λευκοστόλοις ψυχαῖς, φανεροῦται ὅϑεν ὥσπερ κιννάβαρι, ἐγκώμια ἐν ταύταις ἀναγράφει, δι᾿ αὐτὴν τοιαῦτα·

Χαῖρε, πυρεῖον ἀγαθωσύνης,
Χαῖρε, δοχεῖον ἁγιωσύνης.
Χαῖρε, προμηϑείας λαμπὰς ἡ αἰγλήεσσα,
Χαῖρε, ἡ σημείοις ἐνδόξοις δαφνήεσσα.
Χαῖρε, ὅτι ἱλαρότιτος ἐξαπλοῖς μαρμαρυγάς,
Χαῖρε, ὅτι ἀντιλήψεὧν ἐφαπλοῖς τὰς δωρεάς.
Χαῖρε,. ἡλιαυγὲς πορφυροποίκλιτον σέλας,
Χαῖρε, φῶς τοῖς τε πόῤῥω φρυκτωροῦν τοῖς τε πέλας.
Χαῖρε, ψυχὰς Μαρτύρων πυρσεύουσα,
Χαῖρε, ψυχὰς Ὁσίων ἁγνεύουσα.
Χαῖρε, χαρίτων ἀμέτρων χωρίον,
Χαῖρε, πυῤῥώδους φωτὸς μεγαλεῖον·

Χαῖρε Εἰκοσιφοίνισσα.

Χρώμασι χρησαμένη, Θεοτόκε ἀὔλοις, καὶ κρίμασιν ὡς οἷδας ἀδήλοις, τὸ ἐκσφράγισμα σοῦ τῆς μορφῆς, ἐχαρίσω πᾶσι τρανὸν ἐχέγγυον, ἐκδήλου μητρικῆς κηδεμονίας, ὅπως ἐκβοῶμεν·

Ἀλληλούϊα.

Ψέλισμα ἐστιν ὄντως, ἅπαν ἔπος ἐπαίνου, τῇ σῇ παραβαλλόμενον δόξῃ· ἀλλ᾽ εἰδότες τὸ σὸν προσηνές, καὶ ὑπὸ τοῦ πόθου προφανῶς Ἄσπιλε, ἡττώμενοι τολμῶμεν εὐφημεῖν σε, ἐν τῷ ἀνακράζειν·

Χαῖρε, τὸ κλέος τῶν Μακεδόνῶν,
Χαῖρε, γαλήνη, εὐσεβοφρόνων.
Χαῖρε, ἡ τοὺς παῖδάς σου ἐπισκιάζουσα,
Χαῖρε, τοὺς ἱκέτας σου ἡ ἁγιάζουσα.
Χαῖρε, ἔλλαμψις ἀΐδιε ζωογόνου φωτισμοῦ,
Χαῖρε, φέγγος τηλαυγέστατον ἀϑανάτου γλυκασμοῦ.
Χαῖρε, κατευναστήριον ἁπάσης ὀδύνης,
Χαῖρε, ὅτι ψυχάς τε καὶ Καρδίας ἡδύνεις.
Χαῖρε, ἐν ἡ πιστοὶ ἐπαγάλλονται,
Χαῖρε, δι᾽ ἣν ἐφύμνια ψάλλονται.
Χαῖρε, ϑερμῆς μετανοίας αἰτία,
Χαῖρε, εἰρήνης Κυρίου ἑστία·

Χαῖρε Εἰκοσιφοίνισσα.

Ὤ τῶν σῶν ἐξαισίων, ὑπὲρ νοῦν μεγαλείων, Ἁγνὴ, καὶ ϑεϊκῶν μυστηρίων (ἐκ γ᾽)· διὸ πάντες ἧμεῖς εὐλαβῶς, ὡς εἰκόνες ὄντες τοῦ Θεοῦ Δέσποινα, τὴν σὴν κατοασπαζόμεϑα Εἰκόνα, βοῶντες ἀπαύστως·

Ἀλληλούϊα.


Καὶ εὑθύς το κοντάκιον
Ἥχος πλ. δ΄. Τῆ ὑπερμάχῳ.

Σαρκός τὴν βύσσον τοῦ Κυρίου ἐπορφύρωσας, ἐκ τῶν αἱμάτων σου Σεμνὴ διὸ ἐπλήρωσας, φοινυκοῦ φωτὸς Εἰκόνα σου τὴν ἁγίαν· ὅϑεν πάντοτε ἡμῖν Εἰκοσιφοίνισσα, θαυμαστῶς ἀχειροποίητος ἡ πέλουσα, χεῖρα πρότεινε, βοηϑείας τοῖς δούλοις σου.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης