Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Χαιρετισμοί εις την Παναγία την Κικκώτισσα Empty Χαιρετισμοί εις την Παναγία την Κικκώτισσα

Τετ Φεβ 19, 2020 11:23 am
Χαιρετισμοί εις την Παναγία την Κικκώτισσα

Χαιρετισμοί εις την Παναγία την Κικκώτισσα Kikoti11

Κοντάκιον. Ήχος πλ. δ᾽. Τη Υπερμάχω.
Ἐν δεξιά χειρί Χριστόν σεμνῶς βαστάζουσαν, ὠς ὀ Ἀπόστολος Λουκάς λαμπρῶς ἱστόρησεν, Ἐλεούσαν ἀνυμνήσωμεν Θεοτόκον, οὐρανόθεν τῆν ἀεί πιστοῖς ἀρήγουσαν, καὶ Κυπρίων τᾶς χορείας ἐποπτεύουσαν, πόθω κράζοντες· Χαίροις Μήτερ Κυκκώτισσα.

Ἄγγελοι λαμπροφόροι, ὡς αὐτῶν ὑπερτέρα, ὐμνούσί Σε Κυκκώτισσα Μήτερ (γ᾽), καἰ χοροί χοϊκῶν ὡς σεπτόν, του Ὑψίστου θρόνον παμφαές Δέσποινα, ἀπαύστως Σε γεραίρομεν, καὶ ὕμνοις Σοι φαιδρῶς βοώμεν·

Χαῖρε, ἀγλάϊσμα νήσου Κύπρου·
Χαῖρε, ἐγκαύχημα μάνδρας Κύκκου.
Χαῖρε, Ἀποστόλου Λουκά ἔργον τίμιον·
Χαῖρε, θλιβομένου λαοῦ παραμύθιον.
Χαῖρε, χείμαρρος ἀστείρευτος, δωρεῶν παντοδαπῶν·
Χαῖρε, ὄρμος ὀ γαλήνιος, ποντουμένων ναυτικών.
Χαῖρε, ἠ ορεινόμος υπερύμνητος Κόρη·
Χαῖρε, ἠ φωτοφόρος καὶ ὐπέρλαμπρος Νύμφη.
Χαῖρε, παστᾶς Κυρίου ἀμόλυντος·
Χαῖρε, λαμπάς αγνείας χρυσάκτινος.
Χαῖρε, θερμή ἀντιλήπτωρ νοσοῦντων·
Χαῖρε, σεπτή παρακλήτωρ μερόπων.

Χαίροις Μήτερ Κυκκώτισσα.

Βλέμμασι συμπαθείας, ἐπτοπτεύεις τοῦς πίστει, ὐμνούντας Σε Κυκκώτισσα Μήτερ, καὶ ταχύ τᾶς αἰτήσεις πληροῖς, τῶν ἀσπαζομένων Σον σεπτόν ἔκτυπον, το βρύον πάσι νάματα, Σης χάριτος τοῖς ἐκβοῶσιν·

Ἀλληλούϊα.

Γάνυται μονοτρόπων, ἠ χορεία κυκλούσα, Κυκκώτισσα Εἰκόνα Σην θείαν, προτροπή Ἡσαΐου σεπτοῦ, τῆν ἀχθείσαν ὧδε θαυμαστώς Ἄνασσα, ἐκ πόλεως τοῦ Βύζαντος, καἰ άδει σοι πιστῶς τοιαύτα·

Χαῖρε, αὔλων χαρίτων δόσις·
Χαῖρε, νοσούντων ἀπάντων ρῶσις.
Χαῖρε, θυγατρός Ἀλεξίου ὐγίανσις·
Χαῖρε, τοῦ φωτός τοῦ αστέκτου ἐπίλαμψις.
Χαῖρε, φάρμακον σωτήριον, πολλαπλῶν ἀσθενειῶν·
Χαῖρε, ἐκτυπτον περίθοζον, της Αυρίας ουρανῶν.
Χαῖρε, ὄτι μερόπων θεραπεύεις το ἄλγος·
Χαῖρε, ὄτι ἀπίστων καταστέλλεις το θράσος.
Χαῖρε, πιστῶν χαρά ἀναφαίρετος·
Χαῖρε, ημών ᾿Ισχύς η στερέμνιος.
Χαῖρε, ἀζύγων Μονής Σου προστάτις·
Χαῖρε, Κυπρίων θερμῆ παραστάτις.

Χαίροις Μήτερ Κυκκώτισσα.

Δεῦτε πιστῶν χορείαι, ἀσπασώμεθα πόθῳ, Εἰκόνα της σεπτής Κυκκωτίσσης, λυτρουμένης αὐχμού ζοφερού, τρικυμίας βίου καὶ πολλῶν θλίψεων, ἐκάστοτε τοῦς σπεύδοντας, αὐτή καὶ εὐλαβῶς φωνούντας·

Ἀλληλούϊα.

Ἔνθεος Ἠσαίας, ἐρημίτης ὧν Κύκκου, κομίσαι Μανουὴλ εἰς τῆν Κύπρον, ον ιάσω ἐκ νόσου δεινής, Ἐλεούσα Μήτερ, Σον λαμπρόν ἔκτυπον, ἐκ Βασιλίδος Πόλεως, προέτρεψε καἰ Σοι ἐβόα·

Χαῖρε, το καύχημα της Ψυχῆς μου·
Χαῖρε, το ἔμβλημα τῆς ζωής μου.
Χαῖρε, ἀγιάσματος βρύσις θεόβρυτος:
Χαῖρε, θείου Πνεύματος θήκη χρυσέρυθρος.
Χαῖρε, ἡ Ελεούσα ἀεννάως Σους δούλους·
Χαῖρε, ἡ φρυκτωρούσα τοῦς δρυμούς τοῦ Τροόδους.
Χαῖρε, λιμήν καμνόντων πανεύδιος·
Χαῖρε, πὐθμήν πολλής ἀγαθότητος.
Χαῖρε, λειμῶν μυροβόλος ἀγνείας·
Χαῖρε, βροτῶν πύλη τῆς σωτηρίας.

Χαίροις Μήτερ Κυκκώτισσα.

Ζώσα στηλογραφία, ἀρραγούς προστασίας, Κυκκώτισσα Κυπρίων ἁπάντων, Ησαΐας κομίζων μορφήν, σῆν σεπτήν καὶ δένδρα καθορῶν κλίνοντα, προ τῆς Σῆς Μήτερ χάριτος, τᾶς κορυφάς τρανῶς ἐβόα·

᾿Αλληλούϊα.

Ἤγειρεν ἡ Ση χάρις, παραλύτου ἐκ κλίνης, δαιμόνων ἐφυγάδευσε στίφος, απεκάθηρε πλήθος λεπρῶν, καὶ βωβούς εὐλάλους ἐν σπουδή Δέσποινα, Κυκκώτισσα ἐποίησεν, ἐγείρουσα αὐτοῦς βοάν Σοι·

Χαῖρε, Ἀγίων Ἀγιωτέρα·
Χαῖρε, ἄγγέλὼν η ὑπερτέρα.
Χαῖρε, ἀσθενούντων ταχύ ἰατήριον·
Χαῖρε, Ὀρθοδόξων θερμόν ἰλαστήριον.
Χαῖρε, ὄρμος ὀ γαλήνιος, τῶν ἐν δίναις εὐσεβῶν·
Χαῖρε, κράτος μυριόνικον, κατ’ ἐχθίστων ἀσεβῶν.
Χαῖρε, ὄτι ἐκτρέπεις δυσμενούς τᾶς δυνάμεις·
Χαῖρε, ὄτι διώκεις ἐξουσίας ἀπάτης.
Χαῖρε, πηγή θαυμάτων ἀκένωτος·
Χαῖρε, ἀρχή ἠμῶν τῆς θεῶσεως.
Χαῖρε, Λουκά Ιερά ζωγραφία·
Χαῖρε, χαρά πάντων καὶ θυμηδία.

Χαίροις Μήτερ Κυκκώτισσα.

Θεῖον ὡς δώρον ἤκεν, εἰς τὴν νῆσον τῆς Κὕπρου, Κυκκώτισσα σεμνή Ἐλεούσα, ἠ ἀγία Εἰκῶν Σου ἠμῖν, δαψιλῶς βραβεία θεϊκά νέμουσα, καὶ παραδόξως θαύματα, τελούσα τοῖς πιστῶς βοῶσιν·

Ἀλληλούϊα.

Ἴσχυσεν Ἠσαΐας, ὡς φιλέρημος ὄρνις, Κυκκώτισσα δρυμοῦ ἐν τῶ μέσω, πήξαί σοι καλιάν Ιεράν, καὶ ἐν ταύτη θέσθαι σον σεπτόν ἔκτυπον, ὀ πίστει ἀσπαζόμενοι, κραυγαζομεν ἐν κατανῦξει·

Χαῖρε, Τροόδους ἢ ἐποπτεῖα·
Χαῖρε, τοῦ νίκους βροτῶν αἰτία.
Χαῖρε, Ἠσαΐου Ὀσίου ἐνίσχυσις·
Χαῖρε, παραλύτου ταχεία ἀνάρρυσις.
Χαῖρε, ὄτι προσεκύνησαν πεύκων σε αἱ κορυφαί·
Χαῖρε, ὄτι Σε ηγάσθησαν πολεμίων αἱ στρατιαί.
Χαῖρε, τοῦ οδοιπόρου Γεωργίου ἡ ρώσις·
Χαῖρε, τοῦ παμβεβήλου μισοκάλου ἠ τρώσις.
Χαῖρε, πολλών πασχόντων διάσωσμα·
Χαῖρε, ἐχθρῶν ἀπίστων κατάπτωμα.
Χαῖρε, ἐν ἠ θεία χάρις ἐκλάμτπτει·
Χαῖρε, δι᾽ ἠς ὀ Βελίαρ στενάζει.

Χαίροις Μήτερ Κυκκώτισσα.

Κυκκου Μονῆς ἀκέξστορ, Παναγία Παρθένε, το ἔκτυπον τῆς θείας μορφής Σου, χάριν ἔχον πολλήν τοῦ ἐκ σου, θαυμαστῶς τεχθέντος ὡς ποτε ἔφησθα, ἐκ πόθου ἀσπαζόμενοι, ῤωννύμεθα καὶ ἐκβοῶμεν·

Ἀλληλούϊα.

Λῦσασα παραλύτου, τα δεσμά ἐπιθέσει, Κυκκώτισσα Σου θείου μανδύου, τοῦ καλύπτοντος Σου τῆν μορφήν, ἐν τῶ Βυζαντίω αὐθωρεί ἤγειρας, τοῦς θεωμένους θαύμα Σου,  το ξένον εὐθαρςῶς κραυγάζειν·  

Χαῖρε, βροτῶν κοινὸν ἰατρεῖον
Χαῖρε, πολλῶν θαυμάτων ταμεῖον.
Χαῖρε, τοῖς ἀλάλοις φωνήν ἠ βραβεύουσα·
Χαῖρε, μονοτρόποις σῆν χάριν παρέχουσα.
Χαῖρε, χείμαρρε κατάρρυτε, πλύνων νόσους ἀλγεινάς·
Χαῖρε, στέφανε ἀνθόπλοκε, στέφων εὐσεβεί ψυχάς.
Χαῖρε, ἠ πλημμυρούσα δαψιλώς τας ἰάσεις·
Χαῖρε, ἠ εκπληρούσα ἐν σπουδή τᾶς αἰτήσεις.
Χαῖρε, μορφήν Σην θείαν η κρύπτουσα·
Χαῖρε, ζωήν πιστῶν ἠ ευφραίνουσα.
Χαῖρε, ἠ ρύσις δεινῶς παρειμένου-
Χαῖρε, ἠ ρῶσις παντός ἀσθενούντος.

Χαίροις Μήτερ Κυκκώτισσα.

Μῆτερ Θεοῦ γλυκεῖα, ἠ ἐν ὀρεῖ του Κὕκκου, θαυμάτων δοξασθείσα πληθύϊ, δια τῆς σῆς ἀγίας μορφής, μη λιτᾶς παρίδης τατεινῶν δούλων Σου, ἀλλά αὑτάς τῶ Τόκω Σου, προσάγαγε ὡς ἀν βοῶμεν·

Ἄλληλούϊα.

Νύμφη δεδοξασμένη, τοῦ Πατρὸς τοῦ ἀνάρχου, Κυκκώτισσα τὸν συντετριμμένον, ἐθεράπευσας πόδα ποτέ, ὀδοιπόρου ἅμα ληθαργόν δούλόν Σου, ἰάσω τον σῆν σῶσαντα, Εἰκόνα ἐκ πυρός βοῶντα·

Χαῖρε, τραυμάτων ἢ θερατπεῖα·
Χαῖρε, σωμάτων ἢ ευεξία.
Χαῖρε, εκ πυρός Σην Εἰικόνα η σώσασα·
Χαῖρε, χἀλεπῶς ασθενούντας ἰάσασα.
Χαῖρε, πίναξ θεοχάρακτος, χαρισμάτων θεϊκῶν·
Χαῖρε, πίδαξ θείας χάριτος, καὶ ταμείον δωρεῶν.
Χαῖρε, ὄτι δαιμόνων καταφλέγεις το θράσος·
Χαῖρε, ὄτι μερόπων κατευφραίνεις το πλήθος.
Χαῖρε, Χριστοῦ καθέδρα περίδοξος·
Χαῖρε, ἐχθροῦ ἐνέδρα ὀλέθριος.
Χαῖρε, πολλῶν δωρεών χορηγία·
Χαῖρε, σεμνῶν μοναστῶν προστασία.

Χαίροις Μήτερ Κυκκώτισσα.

Ξένων ὠφθης ἀζύγοις, ἠμερῶν ἐν ευσήμῶν, νυκτί περιπλούσα ναόν Σου, λαμπροφόρος μετά ζοφεράν, τῆς σεπτής Μονής Σου ἀγλαή Δέσποινα, πυρπόλησιν ων ἤθελες, τα στόματα ἀνοίξαι ψάλλειν·

Ἀλληλούϊα.

Ὅμβρους γῆ τῆ διψῶση, καὶ ἀέρας εὐκράτους, Κυκκώτισσα σεμνή Θεοτόκε, ὡς πλουτήσασα χάριν ἠμῖν, δαψιλῶς ὡς δρόσον θεϊκήν ἔδωκας, καὶ χείλη πάντων ἤνοιξας, φωνή σοι στεντορεία κράζειν·

Χαῖρε, νεφέλη ἢ ὀμβροτόκος·
Χαῖρε, ἡ θήκη ἢ μυροβόλος.
Χαῖρε, πανταιτίου Τριάδος το οἴκημα·
Χαῖρε, φιλαρέτου ζωής εξεικόνισμα.
Χαῖρε, νέφος θεοδῶρητον, το κατάγον Ὕδωρ ζῶν·
Χαῖρε, στέφος ἀνθοστόλιστον, ἀρετῶν παντοδαπῶν.
Χαῖρε, γῆν τῆν αὐχμώσαν ἢ πιάνασα ὄμβροις·
Χαῖρε, πόνον ἐλκῶδη θεραπεύσασα τάχος.
Χαῖρε, κρατήρ πολύτιμος χάριτος·
Χαῖρε, πρηστήρ ἐχθροῦ τοῦ αλάστορος.
Χαῖρε, παστάς φωτοφόρος Κυρίου·
Χαῖρε, λαμπτάς τοῦ φωτός τοῦ ἀδύτου.

Χαίροις Μήτερ Κυκκώτισσα.

Πᾶντες ὤφθησαν ζῶντες, οἱ κατακεχωσμένοι, ὑπὸ τῶν ἐῤειπίων Μονής Σου, καὶ ἀκέραιοι καὶ ἀβλαβείς, σῆν ἀνύμνουν Μήτερ ἀκλινῆ εὔνοιαν, καὶ ἔκραζον Κυκκώτισσα, τῶ Τόκω σου πανεὐσχημόνως·

Ἀλληλούϊα

Ῥεύματα Θεοτόκε, τοῦ αγιάσματος σου, ἐκ πέτρας ἀναβλῦζοντα ξένως, θεραπεύουσι νόσους δεινάς, καὶ ιὤνται ἄλγη ζοφερά πάνσεμνε, Κυκκώτισσα διόπερ νῦν, βοῶμεν σοι ἀξιοχρέως·

Χαῖρε, το πέλαγος τῶν χαρίτων·
Χαῖρε, το στέλεχος θαυμασίων.
Χαῖρε, Μανουήλ Βουτομίτου η ἴασις·
Χαῖρε, ἀσθενούντων ταχεία ἐπίσκεψις.
Χαῖρε, πέτρα η πηγάζουσα, ὔδωρ ἰαματικόν·
Χαῖρε, χάρμα ὀμηγύρεως, τῶν αὔλων στρατιῶν.
Χαῖρε, ὄτι τᾶ ἕλκη τῶν ποδῶν θεραπεῦεις·
Χαῖρε, ὄτι τᾶ ἄλγη ἀσθενούντων διώκεις.
Χαῖρε, δεινῶς καμνόντων ἀντίληψις·
Χαῖρε, πικρώς στενόντων ανάψυξις.
Χαῖρε, ἰάτειρα μάνδρας τοῦ Κύκκου·
Χαῖρε, θεράπαινα τοῦ Παντεπόπτου.

Χαίροις Μήτερ Κυκκώτισσα.

Σύμπασα νήσος Κύπρος, τῆ θερμή ἀρωγή Σου, καὶ θεῖα προστασία προσφεύγει, ἐν τοῦ βίου δειναῖς συμφοραῖς, καὶ ἀσπαζομένη εὐλαβῶς ἔκτυπον, σον πάνσεπτον Κυκκώτισσα, πληροῦται χαρμονής καὶ κράζει·

Ἀλληλούϊα.

Τῖς ὐμνήσει ἀξίως, δωρεῶν σου τὸν πλούτον, Κυκκώτισσα ο πᾶσι παρέχεις; Το παιδίον γᾶρ προσκομισθέν, ὡς νεκρόν Εἰκόνι σῆ σεπτῆ πάναγνε, ἀνέστησας καὶ ἔπιθες, γεννήτορας αυτόῦ κραυγάζειν·

Χαῖρε, ἠ ἔγερσις τεθνεώτων·
Χαῖρε, ἐκτύπωσις τῶν μελλόντων.
Χαῖρε, τῶν γονέων φωνῶν Ἔπακούουσα·
Χαῖρε, τῶν δικαίων λιταῖς οὔς ἠ κλίνουσα.
Χαῖρε, νάμα ὄτι ἔβλυσας ἐκ τῆς πέτρας θαυμαστῶς·
Χαῖρε, κλαύμα ὄτι ἕπαυσας τῶν θρηνούντων ἀλγεινῶς.
Χαῖρε, τῶν ἐμπύρετων νοσημάτων ἠ δρόσος·
Χαῖρε, τῶν δαιμονίων ἠ ἀνίατος νόσος.
Χαῖρε, πιστῶν ψυχής ἀγαλλίαμα·
Χαῖρε, ἠμῶν ἀτίμητον σέμνωμα.
Χαῖρε, πνοή ζωτικής ἐπιπνοίας·
Χαῖρε, πηγή αἰδίου εὐκλείας.

Χαίροις Μήτερ Κυκκώτισσα.

‘΄Υμνους ὐφαϊνουσί σοι, τα στρουθία τοῦ δάσους, Κυκκώτισσα καὶ πλήθη μερόπων, σῦν Ἀγγέλων παμφῶτων χοροίς, ὄτι πᾶσης πέλεις ὀρατής κτίσεως, καὶ αοράτου ἄνασσα, πιστοῦς ἀναβοάν ποθοῦσα·

Ἀλληλούϊα.

Φαίνεις τῆ ὐφηλίω, σων θαυμάτων ἀκτίσι, Κυκκώτισσα φωτόλαμπρε Μῆτερ, καὶ διῶκεις παθῶν χοϊκῶν,τὸν ζοφώδη γνόφον τῶν πιστῶς πάντοτε, σπευδόντων τῆ σῆ χάριτι, καὶ ὔμνοις μελιχροῖς βοῶντων·

Χαῖρε, ἀστῆρ τηλαυγῆς ἀγνεῖας·
Χαῖρε, λαμπτήρ βροτῶν συμπαθείας.
Χαῖρε, ἠ δεσμά τῆς στειρότητος λὔουσα-
Χαῖρε, ἠ χαράν θλιβομένοις βραβεύουσα.
Χαῖρε, Μῆτερ ἠ βαστάζουσα τὸν Χριστόν ση δεξιά-
Χαῖρε, Κόρη πάντας σκέπουσα ἐν ση σκέπη κραταιά.
Χαῖρε, ἠ τῆς θαλάσσης καταπαύουσα δίνην-
Χαῖρε, ἠ σης ἀγάπης ἐνδεικνύουσα ψάμμον.
Χαῖρε, Μονής του Κύκκου θησαύρισμα-
Χαῖρε, αὐγής παμφώτου στεφάνωμα.
Χαῖρε, πιστοῦς Ἐλεούσα ἀπαῦστως:
Χαῖρε, βροτοῖς βοηθούσα αὄκνως.

Χαίροις Μήτερ Κυκκώτισσα.

Χάριτος Σης πλουσίας, ἀπολαύοντες πάντες, ὑμνουμὲν Σε Κυκκώτισσα Μῆτερ, καὶ τῆν κεκαλυμμένην μορφήν, σης σεπτῆς Εἰκόνος εὐλαβῶς πάντοτε, ἀγνή κατασπαζόμεθα, καὶ πόθω σω Υἱώ βοῶμεν·

Ἀλληλούϊα.

Ψάλλων σοι ὀ ἐκ πάθους, λυτρωθεῖς ἀνιάτου, ὡς ἔθηκεν αὐτοῦ τῶ τραχήλω, το κολλούριον ἐν τῆ Μονή, τῆ σεπτῆ σου πόθω καὶ χαρά ἐκραζε, Κυκκώτισσα πανύμνητε, ἰάσεων παντοίων φρέαρ·

Χαῖρε, ταμεῖον φιλανθρωπίας·
Χαῖρε, πυξίον φιλευσπλαγχνίας.
Χαῖρε, ἀσφαλές τῶν ὐμνούντων σε στήριγμα·
Χαῖρε, τιμαλφές τῶν τιμώντων σε κλέϊσμα.
Χαῖρε, ὄτι ηλευθέρωσας πάθους πρόσφυγα τὸν Σον·
Χαῖρε, ὄτι εθεράπευσας Καστορίας τον Υἱόν.
Χαῖρε, ἡ ξενοτρόπως Ἐλεούσα τὸν κόσμον·
Χαῖρε, ἡ ἀλανθάστως ὀδηγοῦσα πρὸς πόλον.
Χαῖρε, παστάς Παντάνακτος ἔμψυχος·
Χαῖρε, λαμπάς θαυμάτων φωτόλαμπρος.
Χαῖρε, πιστῶν ἀδιάπτωτον σθένος·
Χαῖρε, ἠμῶν σωτηρία καὶ εῦχος.

Χαίροις Μήτερ Κυκκώτισσα.

Ὠ Μονής Κύκκου γέρας, τιμαλφές Θεοτόκε, ἠ τάχος Ἐλεούσα σους δούλους (γ᾽), καταξίωσον πάντας τυχείν, τῆς ἐν θείοις δόμοις χαρμονής κρείττονος, ἀεΐ τοῦς σε γεραίροντας, καὶ ψάλλοντας Σω θείω Τόκω·

Ἀλληλούϊα.

Κοντάκιον. Ήχος πλ. δ᾽. Τη Υπερμάχω.

Ἐν δεξιά χειρί Χριστόν σεμνῶς βαστάζουσαν, ὠς ὀ Ἀπόστολος Λουκάς λαμπρῶς ἱστόρησεν, Ἐλεούσαν ἀνυμνήσωμεν Θεοτόκον, οὐρανόθεν τῆν ἀεί πιστοῖς ἀρήγουσαν, καὶ Κυπρίων τᾶς χορείας ἐποπτεύουσαν, πόθω κράζοντες·
Χαίροις Μήτερ Κυκκώτισσα.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης