Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Χαιρετισμοί εις τους Παμέγγιστους Ταξιάρχας Μιχαήλ και Γαβριήλ Empty Χαιρετισμοί εις τους Παμέγγιστους Ταξιάρχας Μιχαήλ και Γαβριήλ

Κυρ Νοε 25, 2012 3:45 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Χαιρετισμοί εις τους Παμέγγιστους Ταξιάρχας Μιχαήλ και Γαβριήλ

Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου
Χαιρετισμοί εις τους Παμέγγιστους Ταξιάρχας Μιχαήλ και Γαβριήλ Arxagg11

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

Τῶν οὐρανίων στρατιῶν ὡς προεξάρχοντες ὁ Μιχαὴλ καὶ Γαβριὴλ οἱ ἀρχιστράτηγοι,οἱ τῷ θρόνῳ παρεστῶτες τῆς θείας δόξης,τῶν παγίδων τοῦ δολίου Πολεμήτορος ἐκλυτροῦσθε προστασίαις ὑμῶν πάντοτε τοὺς κραυγάζοντας·Χαίροις, ζεῦγος ἀσώματον.

Ἄρχων καὶ στρατηγέτης στρατιῶν οὐρανίων ἐδείχθης, Μιχαὴλ φωτοφόρε, (ἐκ γ’) καὶ σὺν τοῖς τῶν Ἀγγέλων χοροῖς τῇ Τρισηλίῳ παρεστὼς Θεότητι, διὰ παντὸς ἱκέτευε ὑπὲρ τῶν πίστει βοώντων·

Χαῖρε, δι᾿ οὗ ἡ Τριὰς ὑμνεῖται·
χαῖρε, δι᾿ οὗ ὁ Σατὰν σοβεῖται.
Χαῖρε, πρωτοστάτα τῶν ἄνω Δυνάμεων·
χαῖρε, καταπέλτα σκοτίων ἐκφάνσεων.
Χαῖρε, ἄρχων ἡλιόμορφε οὐρανίων στρατιῶν·
χαῖρε, βέλος τὸ τομώτατον κατ᾿ ἐχθρῶν τῶν νοητῶν.
Χαῖρε, ὅτι ἐκλάμπεις ὡς λαμπρὸς ἑωσφόρος·
χαῖρε, ὅτι ἀστράπτεις ὡς ἀστὴρ φωτοφόρος.
Χαῖρε, ἐχθρῶν ἀπείργων τὰς φάλαγγας·
χαῖρε, πιστοῖς βραβεύων τὰς χάριτας.
Χαῖρε, δι᾿ οὗ φρυκτωρεῖται ἡ κτίσις·
χαῖρε, δι᾿ οὗ ἀνυμνεῖται ὁ Κτίστης.

Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.


Βλέπων τοῦ Ἑωσφόρου τὸν ὄλισθον, ἐβόας Ἀγγέλων, Μιχαὴλ ταῖς χορείαις· Στῶμεν καλῶς τῇ στάσει ἡμῶν, τὴν τοῦ Θεοῦ ὑμνοῦντες κυριότητα· διὸ καὶ πρῶτος γέγονας ἐν τοῖς Ἀγγέλοις ἀνακράζων·

Ἀλληλούϊα.

Γνώσεως ἀποῤῥήτου τὰς ἀκτῖνας ἐκλάμπων ὡς πλήρης, Γαβριήλ, θείας δόξης, ἀΰλων Ἀγγέλων ἀρχηγὸς τῷ θείῳ βουλήματι ἐχρημάτισας· διό σου τὴν λαμπρότητα θαυμάζοντες, ἀναβοῶμεν·

Χαῖρε, ὁ πλήρης φωτὸς ἀΰλου·
χαῖρε, ἡ πτῶσις Ἐχθροῦ δολίου.
Χαῖρε, φωτοφόρε τῆς χάριτος Ἄγγελε·
χαῖρε, τῶν ἀΰλων Ἀγγέλων διάκοσμε.
Χαῖρε, σέλας παμφαέστατον ἐκ Τριφώτου ἀστραπῆς·
χαῖρε, φάος θεαυγέστατον Τριφαοῦς μαρμαρυγῆς.
Χαῖρε, ὅτι μηνύεις Εὐαγγέλια θεῖα·
χαῖρε, ὅτι σκεδάζεις ἀθυμίας τὴν νύκτα.
Χαῖρε, Θεοῦ ὁ θεῖος Ἀρχάγγελος·
χαῖρε, πιστῶν προστάτης ἀκοίμητος.
Χαῖρε, χαρὰν τοῖς ἀνθρώποις κομίζων·
χαῖρε, βουλὰς τοῦ Βελίαρ ἐκλύων.

Χαίροις, Γαβριὴλ ἀρχάγγελε.

Δύναμιν θείαν ἔχων, Ἀρχηγὲ τῶν Ἀγγέλων, δυνάμεις ἐνεργεῖς ἰαμάτων, καὶ χάριν χορηγῶν τοῖς πιστοῖς, πανταχοῦ ἐπιφθάνεις τοὺς καλοῦντάς σε, Γαβριὴλ φωταυγέστατε, διασώζων τοὺς ἐκβοῶντας·

Ἀλληλούϊα.

Ἔλαμψας ἐν τῷ Νόμῳ, Μιχαὴλ ταξιάρχα, πορθμεύων τοῖς δικαίοις τὰ κρείττω, καὶ ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ ὁδηγῶν, οἷάπερ στήλη φωτόμορφος καὶ νεφέλη περιέπων, παρὰ πάντων ἀκούεις ταῦτα·

Χαῖρε, στήλη πυρίμορφος θεία·
χαῖρε, σκέπη Ἰσραὴλ ἁγία.
Χαῖρε, Ἰουδαίων ὁ πάλαι ἡγούμενος·
χαῖρε, Χριστωνύμους κινδύνων λυτρούμενος.
Χαῖρε, ὅτι φανεὶς σέσωκας τῆς σφαγῆς τὸν Ἰσαάκ·
χαῖρε, ὅτι χαρᾶς ἔπλησας μυστικῆς τὸν Ἀβραάμ.
Χαῖρε, ὁ τῶν Ἀγγέλων παμφαὴς στρατηγέτης·
χαῖρε, ὁ τῶν ἀΰλων οὐσιῶν ἀρχηγέτης.
Χαῖρε, φωτὸς ἀΰλου λαμπάδιον·
χαῖρε, φωστὴρ τῶν θείων Δυνάμεων.
Χαῖρε, πιστῶν οὐρανία λαμπρότης·
χαῖρε, νοῶν φωταυγῶν ὡραιότης.

Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.

Ζηλωτὰς θείων ἔργων καὶ σεμνῆς πολιτείας ἐργάτας, Μιχαὴλ στρατηγέτα, ἀνάδειξον τοὺς πίστει θερμῇ τῇ σκέπῃ τῶν πτερύγων σου προστρέχοντας· ἀεὶ γὰρ σὴν βοήθειαν ἐπικαλούμεθα βοῶντες·

Ἀλληλούϊα.

Ἤκουσε τῆς φωνῆς σου, ὡς εἶδε Ζαχαρίας ἑστῶτα ἐν ναῷ σε Κυρίου· αὐτῷ γάρ, Γαβριήλ, ἐμφανῶς τὴν τοῦ Προδρόμου ἐν γήρατι σύλληψιν θεόθεν εὐηγγέλισαι· διό σοι πάντες ἐκβοῶμεν·

Χαῖρε, χαρὰν ἀτέκνοις κομίζων·
χαῖρε, δεσμὰ ἀπαιδίας λύων.
Χαῖρε, τοῦ Προδρόμου μηνύσας τὴν σύλληψιν·
χαῖρε, Ζαχαρίου ὁ λύσας τὴν στείρωσιν.
Χαῖρε, μηνυτὰ οὐράνιε ἱερῶν ἀγγελιῶν·
χαῖρε, πορθμευτὰ ἀσώματε ψυχοτρόφων δωρεῶν.
Χαῖρε, ὅτι ἐκλάμπεις ὡς πολύφωτον ἄστρον·
χαῖρε, ὅτι πυρσεύεις τὰς καρδίας ἁπάντων.
Χαῖρε, Θεοῦ χρηστότητος ἄγγελε·
χαῖρε, σεπτῶν χαρισμάτων πάροχε.
Χαῖρε, φωτὸς ἀπαστράπτων ἀκτῖνας·
χαῖρε, ἐχθρῶν ἀπαμβλύνων βολίδας.

Χαίροις, Γαβριὴλ ἀρχάγγελε.

Θείοις σου ἀπειθήσας ῥήμασι Ζαχαρίας, ἐστέρηται φωνῆς παραυτίκα, φωτὸς διάκονε Γαβριήλ, καὶ τὸ λαλεῖν ἐν τῷ τεκεῖν ἀπέλαβε τῆς χάριτος τὸν Πρόδρομον, εὐλογῶν τὸν Θεὸν καὶ ψάλλων·

Ἀλληλούϊα.

Ἰσχυρὸς ἐν τῷ Νόμῳ, Μιχαήλ, ἀνεδείχθης καὶ μέγας ἐν τῇ Χάριτι μύστης, ἐκεῖ μὲν ἐν τύπῳ καὶ σκιᾷ, ὧδε ἀνακεκαλυμμένως, ἔνδοξε· ἐν πᾶσι γὰρ περίδοξος ἀνεφάνης τοῖς ἐκβοῶσι·

Χαῖρε, ὁ μέγας ἐν τοῖς Ἀγγέλοις·
χαῖρε, ὁ μείζων ἐν θαυμασίοις.
Χαῖρε, τῶν ἐν Νόμῳ πατέρων ὑπέρμαχος·
χαῖρε, τῶν ἀῤῥήτων ἐλλάμψεων ἔμπλεως.
Χαῖρε, ὅτι ἐνεπόδισας τὴν πορείαν Βαλαάμ·
χαῖρε, ὅτι ἐθριάμβευσας τὴν κακίαν τοῦ Σατάν.
Χαῖρε, δεδοξασμένε Ἀρχιστράτηγε θεῖε·
χαῖρε, λελαμπρυσμένε καὶ πυρίμορφε νόε.
Χαῖρε, φωτὸς Τριφώτου ἀμάρυγμα·
χαῖρε, χοροῦ Ἀγγέλων διάδημα.
Χαῖρε, βουλῶν τοῦ Ὑψίστου ἐκφάντωρ·
χαῖρε, πιστῶν ὁ προστάτης ἁπάντων.

Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.

Κατιδὼν ἐθαμβήθη Ἰησοῦς τοῦ Ναυῆ σε, Μιχαήλ, ᾧπερ καὶ ἀνεβόας· Ἐγὼ ἀρχιστράτηγός εἰμι δυνάμεως Κυρίου, καὶ ἐλήλυθα βοηθῆσαί σοι ἐν πᾶσιν, ἐν τῷ κραυγάζειν τῷ Κυρίῳ·

Ἀλληλούϊα.

Λάμπων τῇ φωταυγείᾳ τῆς Ἁγίας Τριάδος, ἐπέστης Ναζαρὲτ ἐν τῇ πόλει, καὶ τό, Χαῖρε, ὦ Γαβριήλ, τῇ Κεχαριτωμένῃ ἀνεβόησας· διό σου μεγαλύνοντες τὰ εὐαγγέλια, βοῶμεν·

Χαῖρε, χαρᾶς αἰωνίου κήρυξ·
χαῖρε, φωτὸς Τρισηλίου μύστης.
Χαῖρε, τῇ Παρθένῳ τό, Χαῖρε, φθεγξάμενος·
χαῖρε, τῆς κατάρας τὴν λύπην τρεψάμενος.
Χαῖρε, Ἄγγελε χαρμόσυνε θείου Εὐαγγελισμοῦ·
χαῖρε, στόμα τὸ μελίῤῥυτον οὐρανίου γλυκασμοῦ.
Χαῖρε, ὅτι Κυρίου τὴν σύλληψιν ἀγγέλλεις·
χαῖρε, ὅτι τὴν ἄῤῥητον εὐφροσύνην παρέχεις.
Χαῖρε, παθῶν σβεννύων τὴν κάμινον·
χαῖρε, χαρὰν μηνύων τὴν ἄληκτον.
Χαῖρε, Θεοῦ τὴν βουλὴν ἀναγγέλλων·
χαῖρε, Ἐχθροῦ τὴν ῥοπὴν ἀναστέλλων.

Χαίροις, Γαβριὴλ ἀρχάγγελε.

Μετὰ δέους παρέστης τῇ παρθένῳ Μαρίᾳ, ὦ θεῖε Γαβριὴλ φωτοφόρε, καὶ τὸν οὐράνιον ἀσπασμὸν καὶ τῆς τοῦ Θεοῦ βουλῆς τὴν ἐκπλήρωσιν ταύτῃ προσεκόμισας, τῷ σὲ ἀποστείλαντι κραυγάζων·

Ἀλληλούϊα.

Νεκρόν τοῦ Μωϋσέως προταγαῖς θείαις εἴκων, ὦ θεῖε Μιχαήλ, ἀποκρύψας τῷ Ἀρχίππῳ ἐν Χώναις φανείς, τοῦ ποταμοῦ τὸν σφοδρὸν ῥοῦν κατέχωσας· διὸ τὸ μεγαλεῖόν σου θαυμάζοντες, ἀναβοῶμεν·

Χαῖρε, Ἀγγέλων ὁ ταξιάρχης·
χαῖρε, ἀνθρώπων μέγας προστάτης.
Χαῖρε, Μωϋσέως φυλάξας το σκήνωμα·
χαῖρε, τοῦ δολίου αἰσχύνας τὸ φρύαγμα.
Χαῖρε, ῥεῖθρον διειδέστατον εὐσπλαγχνίας θεϊκῆς·
χαῖρε, τεῖχος ὀχυρώτατον Ἐκκλησίας τῆς σεπτῆς.
Χαῖρε, ὅτι τὰ ῥείθρα ποταμοῦ μετατρέπεις·
χαῖρε, ὅτι ναόν σου τὸν σεπτὸν περιέπεις.
Χαῖρε, ἐχθρῶν συντρίβων τὴν δύναμιν·
χαῖρε, παθῶν φλογίζων τὴν σύστασιν.
Χαῖρε, ψυχῶν πασχουσῶν θεραπεία·
χαῖρε, ἡμῶν ἀσφαλὴς ὁδηγία.

Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.


Ξένον θαῦμα ἐργάζῃ, Μιχαὴλ φωτοφόρε, ὁμοῦ σὺν Γαβριὴλ τῷ ἐνθέῳ· ἐκ τῶν θαλαττίων γὰρ βυθῶν τῇ Δοχειαρίου Μονῇ ἐσώσατε τὸν νέον, ὡς ἐπέστητε, ἐκπληττόμενον καὶ βοῶντα·

Ἀλληλούϊα.

Ὅλος λελαμπρυσμένος, ὅλος ἀστραποφόρος ταῖς θείαις, Γαβριήλ, ἀγλαΐαις ἐπέστης ἐν τῇ Βηθλεέμ, καὶ τοῖς ποιμέσι Κυρίου τὴν γέννησιν ἤγγειλας ἐκπληττομένοις τῷ θαύματι καὶ ἐκβοῶσι·

Χαῖρε, φρικτοῦ μυστηρίου μύστης·
χαῖρε, φωτὸς οὐρανίου πλήρης.
Χαῖρε, οὐρανίων ταγμάτων ταξίαρχε·
χαῖρε, ἀποῤῥήτων πραγμάτων διάκονε.
Χαῖρε, ὅτι ἐν ὀράματι βεβαιοῖς τὸν Ἰωσήφ·
χαῖρε, ὅτι τούτῳ εἴρηκας πρὸς τὴν Αἴγυπτον φυγεῖν.
Χαῖρε, ὁ τῶν ποιμένων τὰς ἐννοίας ἐκπλήξας·
χαῖρε, ὁ τῷ τεχθέντι τούτους καθοδηγήσας.
Χαῖρε, πιστῶν θερμὸν καταφύγιον·
χαῖρε, ἡμῶν ἐν πόνοις προσφύγιον.
Χαῖρε, λαμπὰς φωταυγείας αΰλου·
χαῖρε, λιμὴν τῶν ἐν λύπαις τοῦ βίου.

Χαίροις, Γαβριὴλ ἀρχάγγελε.

Πρὸς τὸ μνῆμα ἐπέστης τοῦ Χριστοῦ ἀναστάντος, καὶ ἔφης ταῖς σεμναῖς Μυροφόροις· Τί ζητεῖτε Χριστὸν ἐν νεκροῖς; ἠγέρθη ὁ ζωὴν πηγάζων Κύριος, ὦ Γαβριὴλ φωτόμορφε, ᾧ ἐν εὐλαβείᾳ βοῶμεν·

Ἀλληλούϊα.

Ῥώμην θείαν παρέχων, Μιχαήλ, τοῖς δικαίοις, αὐτοῖς πολλοῖς τρόποις καθωρᾶσο, καὶ ἐν τῷ Βυζαντίῳ φανείς, τὰ τῶν ἐχθρῶν διέλυσας στρατεύματα· διὸ τὴν προστασίαν σου κηρύττοντες, ἀναβοῶμεν·

Χαῖρε, Κυρίου ὁ παραστάτης·
χαῖρε, Ἀγγέλων ὁ πρωτοστάτης.
Χαῖρε, ὁ τὴν γῆν διερχόμενος ἅπασαν·
χαῖρε, ὁ πληρῶν τοῦ Θεοῦ τὰ προστάγματα.
Χαῖρε, ἥλιε πολύφωτε, Ἀσωμάτων Ἀρχηγέ·
χαῖρε, σέλας ἀστραπόμορφον, θείας δόξης κοινωνέ.
Χαῖρε, ὅτι ἐφάνης Μανωὲ τῷ δικαίῳ·
χαῖρε, ὅτι ὡράθης Γεδεὼν τῷ ἐνθέῳ.
Χαῖρε, ἐχθρῶν συντρίψας τὸ στράτευμα·
χαῖρε, πιστῶν νευρώσας τὸ φρόνημα.
Χαῖρε, πηγὴ πολλαπλῶν θαυμασίων·
χαῖρε, πολλῶν μυητὴς ἀποῤῥήτων.

Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.

Σοῦ τὴν ἄμαχον χάριν, Μιχαὴλ φωτοφόρε, καὶ τὴν πρὸς ἡμᾶς σου προστασίαν κηρύττομεν στόματι λαμπρῷ, ὅτι πολλαπλῶν κινδύνων καὶ θλίψεων λυτροῦσαι τοὺς προστρέχοντας τῷ ναῷ σου καὶ ἐκβοῶντας·  

Ἀλληλούϊα.

Τῇ Ἁγνῇ Θεοτόκῳ, τῷ ναῷ προσαχθείσῃ, πιστῶς διακονεῖς καθ’ἑκάστην, καὶ τὸ χαῖρε φωνήσας αὐτῇ ὦ Γαβριήλ χαριέστατε Ἄγγελε, χαρᾶς πολλῆς ἐπλήρωσας, τοὺς εὐλαβῶς σοι ἐκβοῶντας·

Χαῖρε, Παρθένου ὁ νυμφοστόλος·
χαῖρε, ὁ λύχνος ὁ φωτοφόρος.
Χαῖρε, μυστηρίων τῶν θείων διάκονος·
χαῖρε, αὐγασμάτων ἀΰλων ἀνάπλεως.
Χαῖρε, τῆς Χριστοῦ σαρκώσεως θεῖος εὐαγγελιστής·
χαῖρε, τῆς Ἀγγέλων τάξεως ἄρχων ὁ θεοειδής.
Χαῖρε, ὅτι ὑπούργεις ἐν ναῷ τῇ Παρθένῳ·
χαῖρε, ὅτι ὑπείκεις Λόγῳ τῷ Ὑπερθέῳ.
Χαῖρε, Θεοῦ Ἀρχάγγελε πάμφωτε·
χαῖρε, ἡμῶν ὑπέρμαχε κράτιστε.
Χαῖρε, ὁ ὕμνον Τρισάγιον ᾄδων·
χαῖρε, δεήσεις δεχόμενος πάντων.

Χαίροις, Γαβριὴλ ἀρχάγγελε.

Ὕδωρ ἔβλυσε ξένον τῇ ὑμῶν ἐπιφανείᾳ Μονῇ Δοχειαρίου τῇ θείᾳ, Ἀρχάγγελοι Χριστοῦ, ἐμφανῶς, Μιχαὴλ καὶ Γαβριὴλ ἱερώτατοι· διὸ ὑμᾶς γεραίρομεν ὡς ἀρωγοὺς ἡμῶν, βοῶντες·

Ἀλληλούϊα.

Φωτοφόρος καὶ πλήρης οὐρανίου ἰσχύος ὁρᾶσαι, Μιχαὴλ στρατηγέτα, καὶ χεῖρα βοηθείας ἀεὶ ἐπορέγεις τοῖς πιστῶς σοι προστρέχουσι, κινδύνων ἐξαιρούμενος τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·

Χαῖρε, Κυρίου τὴν δόξαν βλέπων·
χαῖρε, ἁγίαν δύναμιν ἔχων.
Χαῖρε, ὁ ἀδύτῳ φωτὶ ἐλλαμπόμενος·
χαῖρε, ὁ κινδύνων ἡμᾶς ἐκρυόμενος.
Χαῖρε, μέγιστε Ἀρχάγγελε τῆς ἰσχύος τοῦ Θεοῦ·
χαῖρε, κράτιστε ἀντίπαλε τῆς μανίας τοῦ Ἐχθροῦ.
Χαῖρε, ὅτι ταχέως τῶν πιστῶν προστατεύεις·
χαῖρε, ὅτι ὀξέως τὸν Βελίαρ ἐκτρέπεις.
Χαῖρε, Θεοῦ ὁρῶν τὴν λαμπρότητα·
χαῖρε, νοὸς σοβῶν ἀμαυρότητα.
Χαῖρε, ψυχῶν ἀπελαύνων τὸ ἄχθος·
χαῖρε, ἐχθρῶν καταβάλλων τὸ κράτος.

Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.

Χαίρει πᾶσα ἡ κτίσις, βοηθοὺς καὶ προστάτας, δυὰς τῶν φωταυγῶν Ἀρχαγγέλων, πλουτήσασα ὑμᾶς ἐκ Θεοῦ, καὶ ταῖς πτέρυξιν ὑμῶν σπεύδομεν, ὦ Μιχαὴλ καὶ Γαβριήλ, καὶ τῇ Τριάδι ἐκβοῶμεν·

Ἀλληλούϊα.

Ψάλλων ἐν τοῖς ὑψίστοις, Γαβριήλ, τῇ Τριάδι σὺν πάντων τῶν Ἀγγέλων τοῖς δήμοις τὸν τρισάγιον ὕμνον ἀεί, ὑπὲρ ἡμῶν διὰ παντὸς ἱκέτευε, ὡς ἂν πόνων καὶ θλίψεων ῥυώμεθα οἱ ἐκβοῶντες·

Χαῖρε, Ἀρχάγγελε φωτοφόρε·
χαῖρε, ἐν ἅπασι σελασφόρε.
Χαῖρε, ὁ πυρίνων ταγμάτων πρωτάγγελος·
χαῖρε, ὁ πνευμάτων σκοτίων ἀντίμαχος.
Χαῖρε, φύλαξ ὁ θερμότατος εὐσεβῶν χριστιανῶν·
χαῖρε, στήριγμα ἀκράδαντον κλονουμένων καρδιῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ἀῤῥαγὴς προστασία·
χαῖρε, τῶν σὲ ὑμνούντων ψυχικὴ θυμηδία.
Χαῖρε, δι᾿ οὗ τοῦ σκότους ῥυσθήσομαι·
χαῖρε, δι᾿ οὗ φωτὸς πληρωθήσομαι.
Χαῖρε, ἀκτὶς τῆς ἐν σκότει ψυχῆς μου·
χαῖρε, κρηπὶς τῆς παρούσης ζωῆς μου.

Χαίροις, Γαβριὴλ ἀρχάγγελε.

Ὦ δυὰς φωτοφόρε τῶν λαμπρῶν Ἀρχαγγέλων, Μιχαὴλ καὶ Γαβριὴλ συνάμα, (ἐκ γ’) τοῦ ἀδύτου φωτὸς κοινωνοὺς ταῖς φωταυγέσι λιταῖς ὑμῶν δείξατε τοὺς πόθῳ ὑμᾶς μέλποντας, καὶ τῇ Τριάδι ἐκβοῶντας·

Ἀλληλούϊα.

Καὶ πάλιν τὸ εἰρημένον Κοντάκιον.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

Τῶν οὐρανίων στρατιῶν ὡς προεξάρχοντες ὁ Μιχαὴλ καὶ Γαβριὴλ οἱ ἀρχιστράτηγοι, οἱ τῷ θρόνῳ παρεστῶτες τῆς θείας δόξης, τῶν παγίδων τοῦ δολίου Πολεμήτορος ἐκλυτροῦσθε προστασίαις ὑμῶν πάντοτε τοὺς κραυγάζοντας·
Χαίροις, ζεῦγος ἀσώματον.



Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης