Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Χαιρετισμοί εις τους Θείους Αρχαγγέλους Μιχαὴλ καὶ Γαβριήλ Empty Χαιρετισμοί εις τους Θείους Αρχαγγέλους Μιχαὴλ καὶ Γαβριήλ

Σαβ Δεκ 07, 2019 1:04 pm
Χαιρετισμοί εις τους Θείους Αρχαγγέλους Μιχαὴλ καὶ Γαβριήλ

Χαιρετισμοί Εἰς τοὺς ϑείους ᾿Αρχαγγέλους ἀρχαῖοι, ἐπιϑεωρήϑέντες καὶ πάνυ καλῶς ἐσχάτως διορϑωϑέντες τῇ φιλοπὄνῳ χειρί, καὶ τῷ σοφῷ καλάμῳ τοῦ ἐν διδασκάλοις ἀρίστου καὶ ἀοιδίμου πατρὸς Κυρίου Νικοδήμου τοῦ Ναξίου
Χαιρετισμοί εις τους Θείους Αρχαγγέλους Μιχαὴλ καὶ Γαβριήλ Arxagg11

Κοντάκιον Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τοὺς Ἀρχαγγέλους τῆς Τριάδος εὐφυμήσωμεν, Τὸν Μιχαὴλ καὶ Γαβριήλ, πάντες φιλέορτοι, Οἱ σκεπόμενοι ταῖς πτέρυξιν ἀμφοτέρων, καὶ δεινῶν παντοδαπῶν ἀπολυτρούμενοι, τῶ μὲν κράζοντες·  Χαῖρε νόμου διάκονε Τῶ δέ λέγοντες·  Χαῖρε χάριτος Ἀγγελε.

“Αγγελος ταγματάρχης τῶν ἀῦλων ᾿Αγγέλων, ἐκτίσθης πρὸς Θεοῦ πανταιτίου, ἐν σιγῇ νοερᾷ, Μιχαήλ, φωτὸς· ἐκ τοῦ πρώτου, φῶς ὄντως δεύτερον δι᾽ ὅσοι. ἀγαλλὸμενος, ἐφύμνια φωνῴ τοιαῦτα·

Χαἴρε, νοὸς κοσμογόνου χτίσμα.
Χαῖρἐ, φωτὸς πρωτοφότου χῦμα.
Χαῖρε, παραστάτα θεότητος πύρινε.
Χαῖρε, τῆς Τριάδος λειτουργὲ ἀκάματε.
Χαῖρε, πνεῦμα θεοείκελον, ἄῦλον περιφλεγές.
Χαῖρε, ζῷον τὸ ἀθάνατον Θεοῦ ὐμνολογικόν.
Χαῖρε, τοῦ ἐμπυρίνου οὐρανοῦ προστατεύων
Χαῖρε, τοῦ διακόσμου νοητοῦ ὁ ἐξάρχων.
Χαῖρε, φωστὴρ εὐγνωμόνων τάξεων.
Χαῖρε, πρηστὴρ ἀχαρίστου πνεύματος.
Χαῖρε, δι᾿ οὔ ἢ φύσις Αγγέλων ἔστη.
Χαῖρε, δι’ οὗ ὁ σατὰν κατεβλήθη.

Χαῖρε νόμε διάκονε.

Βλέπων τοὺς ἀχαρίστους ἐπαρθέντας Ἀγγέλοος, καὶ πίπτοντας ἐκ τοῦ ἐμπυρίνου οὐρανοῦ, ὥ θεῖε Μιχαήλ, ὡς εὐγνώμων δοῦλος στὰς ἀνεβόησας· Στῶμεν καλῶς καὶ πρόσχωμεν, ἄδοντες τῇ Τριάδι ὕμνον·

Ἀλληλούϊα.

Γνώσεων ἀποκρύφων, καὶ βουλῶν τοῦ ὑψίστου ἐφάνης, Γαβριήλ, μυστηπόλος, τῶν μελλόντων πρόγνωσιν δηλῶν, καὶ χαρᾶς εὐαγγέλια εἰσηγούμενος βροτοῖς, δι᾿ ὃ ἐπείγομαι,  τοιάδε χελαδεῖν σοι πόθῳ·

Χαῖρε, φωτὸς ἀγνώστου δίοπτρα·
Χαῖρε, Θεοῦ μεστηρίων μύστα.
Χαῖρε, ἀποκρύφων βουλῶν τηλεσκόπιον·
Χαῖρε, τῶν ἀῤῥήτων Θεοῦ μυκτήριον.
Χαῖρε, γνῶσιν κρυφιόμυστον ἐλλαμπόμενος νοΐ·
Χαῖρε, ταύτην ὁμυούμενος τοῦς ἄνθρῴπους ἐν φῴτί.
Χαῖρε, εὐαγγελίων θείων ὃ ὑπηρέτης·
Χαῖρε, χαροπαρόχων πραγμάτων ὃ ὑποφήτης.
Χαῖρε, πολλῶν ἀδήλων ἢ δήλωσις·
Χαῖρε, συχνῶν μελλόντων ἣ πρόγνωσις.
Χαῖρε, δι᾿ οὗ ἣ χαρὰ εἰσῳκίσθη·
Χαῖρε, δι᾿ οὗ ἢ λύπη ἐξῳκίσθη.

Χαῖρε χάριτος Ἄγγελε.

Δανιὴλ τῷ Προφήτῃ, ὑπὲρ πάντας Προφήτας ἐδήλωσας μυστήριον ξένον ἐλεύσεως Χριστοῦ τῆς φρικτῆς καὶ οἰκονομίας, Γαβριὴλ μέγιστε, καὶ τοῦτον ἐσυνέτισας Θεῷ, σὺν εὐθυμίᾳ ψάλλειν·

Ἀλληλούϊα.

Ἔχων ἐπωνυμίαν, Μιχαὴλ θεῖε νόε, δυνάμεως Θεοῦ, ἀνεδείχθης, δυνατὸς ἐν πολέμοις ἀεί, καὶ Ἰαχὼβ ἐν τῇ πάλῃ ἐνίσχυσας, νικῶν ἔθνη ἀλλόφυλα· δι᾿ ὅσου δύναμιν γεραίρω·

Χαῖρε, πυρὸς δραστήριε μᾶλλον.
Χαῖρε, φλογὸς ὀξύτερος πέλων.
Χαῖρε, Αἰγυπτίων ποντίσας στρατεύματα.
Χαῖρε, χαναναίων τροπώσας συστήματα.
Χαῖρε, ὅτι ἐδυνάμωσας Μωῦσῆν καὶ ᾿Ααρών.
Χαῖρε, ὅτι ἐνεθάῤῥυνας Ἰησοῦν τὸν τοῦ Ναυῆ.
Χαῖρε, τῶν ᾿Ασσυρίων στρατιὰν ὃ συγκόψας.
Χαῖρε, τῶν ᾿Αμοῤῥαίων τὸν Σηὼν ὃ πατάξας.
Χαίρε, τοῦ Ὤγ τῆς Βασὰν ἀναίρεσις.
Χαῖρε, νεκροῦ Μωσέως ἢ λύτρωσις.
Χαῖρε, δι᾿ οὗ ἀσεβεῖς ἐκπορθοῦνται.
Χαῖρε, δι᾿ οὗ εὐσεβεῖς ἀνυψοῦνται.

Χαῖρε νόμου διάκονε.

Ζῇν ἡμᾶς ἐναρέτως, Μιχαὴλ ᾿Αγγελάρχα, δυσώπησον ΙΘεὸν σαῖς προσβείαις, τοὺς τὴν σύνταξίν σου τὴν σεπτὴν πόθου τελοῦντας, καὶ καταξίωσον, ζωῆς τυχόντας κρείτονος, σὺν σοὶ Θεῷ τὸν ὕμνον ψάλλειν·

Ἀλληλούϊα.

Ἧλθες ἐκ τοῦ ὑψίστου, Γαβριὴλ θεῖε νόε, χαρᾶς ἐυαγγέλια φέρων, πρὸς τὴν Ἄνναν καὶ Ἰωακείμ, καὶ λύων τὴν τούτων ἄγονον στείρωσιν·  δι᾿ ὅσοι εὐφραινόμενοι ἐκ πίστεως ἀναβοῶμεν·

Χαῖρε, καλῶν ἀγγελιαφόρε·
Χαῖρε, στειρῶν χαρὰ τεκνοφόρε.
Χαῖρε, τῶν ἀκάρπων δεόσδοτος καρπωσίς·
Χαῖρε, τῶν ἀτέκνων θεάρεστος τέκνωσις.
Χαῖρε, ὅτι τῷ θεοπράτορι γόνον ἤνεγκσς  σἔπτον·
Χαῖρε, ὅτι τῇ θεοπρομήτορι γαστρός δέδωκας καρπόν
Χαῖρε, τῆς ἀπαιδίας τὰ δεσμὰ διαλύων·
Χαῖρε, τῶν γεννωμένων τὴν χάριν προμηνυων.
Χαῖρε, πολλῶν πατέρων ἣ καύχησις.
Χαῖρε, καλῶν μητέρων παράκλησις.
Χαῖρε, δι᾿ οὗ βροτῶν αὔξεται γένος.
Χαῖρε, δι᾽ οὗ προαγγέλλεται γόνος.

Χαῖρε χάριτος ᾿Αγγελε.

Θεοτόκου Μαρίας τῆς τοῦ κόσμου κυρίας ἐλθούσης ἐν ναῷ τοῦ Κυρίου, ἀπεστάλῃς σύ, ὦ Γαβριήλ, κομίζων προθύμως τροφὴν οὐράνιον, καὶ διεγείρων πάντοτε ταύτην Θεῷ κραυγάζειν οὕτως·

᾿Αλληλούϊα.

Ἱκέτας γενομένους τῷ Θεῶ ταξιάρχα, πρόπατορας τοὺς πάλαι ἐῤῥύσω ἐκ πολλῶν κακῶν, ὦ Μιχαήλ καὶ του Ἰουδαίου λαοῦ γεγένησε, ἀεὶ προπορευόμενος· δι᾿ ὅσοι προσφωνῶ τοιαῦτα·

Χαἴρε, σφαγῆς Ἰσαὰκ λυτρώσας·
Χαἶρε, χαρᾶς ᾿Αβραὰμ πληρώσας.
Χαἶρε, του διψῶντος Ἰσμαὴλ ἣ ἀνάψυξις.
Χαἵρε, τῆς κλαιούσης Ἄγαρ ξένη παράκλησις.
Χαἴρε, στύλος ὃ περίμορφος ὀδηγῶν τὸν Ἰσραηλ
Χαῖρε, νέφος χρυσοσύνθετον τοῦτον σκέπον ἐν ὁδῷ,
Χαῖρε, ὀ διασώσας πρωτότοκα Ἐβραίων.
Χαἶρε, ὃ ἀποκτείνας πρωτότοκα Αἰγύπτου.
Χαἵρε, λαμπρὸν Ἰουδαίων καύχημα.
Χαἶρε, στεῤῤόν τοῦ νόμου περίφραγμα.
Χαῖρε, λαόν  ἐξ Αἰγύπτου ἐξάξας.
Χαῖρε, εἰς γῆν καλὴν τοῦτον εἰσάξας.

Χαῖρε. νόμου διάκονε.

Κἀταβὰς ἐν τῷ ὄρει τῷ Σινᾷ Θεὸς μέγας, καὶ μέλλων νόμον δοῦναι Ἐβραίοις, διὰ διακονίας τῆς σῆς καὶ μεσιτείας, Μιχαὴλ μέγιστε, τοῦτον Μωσῇ λελάληκε καὶ ἐδίδαξε μέλπειν οὕτως·

Αλληλούϊα.

Λύτρωσον ἐξαιτοῦντι καὶ λαοῦ σωτηρίαν ποτὲ τῷ ἴερῷ Ζαχαρίᾳ ἐν ναῷ Θεοῦ, ὦ Γαβριήλ, ἐμύνησας θείου Προδρόμου γέννησιν· δι᾽ ὅσου ἐξιστάμενος τὰ εὐαγγέλια κραυγάζω·

Χαῖρε, βροτῶν μείζονα μηνύσας·
Χαῖρε, ποτρὸς τὸν ᾿Αγγελον δείξας.
Χαῖρε, Ζαχαρίου τερπνότατον λάλημα·
Χαῖρε, Ἔλισάβετ γλυκύτατον ἄκουσμα.
Χαῖρε, ὅτι εὐηγγέλισας τὸν βαπτιστὴν τοῦ Χριστοῦ·
Χαῖρε, ὅτι προκατήγγειλας τὸν δεύτερον Ἡλιοῦ.
Χαῖρε, τῆς μετανοίας τοῦ κήρυκος ὃ κήρυξ·
Χαῖρε, φωτὸς τοῦ λύχνου ἣ πανεύηχος σάλπιγξ.
Χαῖρε, ἀρχῆς τῆς χάριτος φώνημα·
Χαῖρε, αὐγῆς ἡμέρας τό μύνημα.
Χαῖρε, βαλβὶς τῆς βροτῶν σωτηρίας·
Χαῖρε, κρηπὶς οὐρανῶν βασιλείας.

Χαῖρε χάριτος ᾿Αγγελε.

Μέλλων ὃ Θεὸς λόγος δι᾿ ἡμᾶς σαρκωθῆναι, σοὶ μόνῳ τὸ μυστήριον τοῦτο ἐνεθάῤῥυσεν, ὦ Γαβριήλ, καὶ σὲ ὕπηρέτην τούτου προέκρινε, τὸ θαῦμα λογιζόμενον καθ᾽ ἕαὺτόν, καὶ ψάλλοντα οὕτως·

Ἄλληλούϊα.

Νεανίας τρεῖς πάλαι ἐκ φλογός τῆς καμίνου ἐῤῥύσω, Μιχαὴλ ταγματάρχα, ἐν αὐτῇ φανεὶς διαπρεπής, τῶ εἴδι λαμπρός  τε καὶ θεοκείλος, ὡς ἐξίστασθαι τύραννον τῷ Θαύματι  δι᾽ ὃ βοῶσοι·

Χαῖρε, πυρὸς ἀκαμάτου σβέσις·
Χαῖρε, φλογὸς ἀειζῴου ψύξις.
Χαῖρε, τῶν παρθένων παίδων ἀπολύτρωσις·
Χαῖρε, τῶν ἀσπίλων σωμάτων ἣ φύλαξις.
Χαῖρε, ὅτι σὺ ἐξέπληξας τὸν τύραννον σῇ μορφῇ·
Χαῖρε, ὅτι σὺ ἐνίσχυσας τὸν προφήτην Δανιήλ.
Χαῖρε, ὃ τὸν προφήτην ᾿Αββακοὺμ ἐξαρπάσας·
Χαῖρε, εἰς Βαβυλῶνα τοῦτον ταχυκομίσας.
Χαῖρε, στεῤῥὸν Γεδεὼν ἐκνίκημα·
Χαῖρε, λαμπρὸν τοῦ Μαδιὰμ. ἥττημα.
Χαῖρε, δι᾽ οὗ βασιλεῖς δυναμοῦνται·
Χ δι᾿ οὗ τύραννοι ἐκπτοοῦνται.

Χαῖρε νόμου διάκονε.

Ξένον θαῦμα ἰδόντες, Βαλαάμ τε ὃ μάντις, καὶ ὕστερον Δαβὶδ ὃ προφήτης, σὲ ᾧ θεῖε Μιχαήλ, ταχέως πεσόντες, σοὶ προσεκύνησαν· ὃ μὲν φόβῳ δεσμούμενος, ὃ δὲ Θεῶ κραυγάζων οὕτως·

Ἀλληλούϊα.

Ὅλός ἀστραπηφόρος, ὅλος ἠγλαϊσμένος, καὶ ὅλος χαρἱέστατος ἤλθε ς πρὸς τὴν Κεχὰριτωμένη Γαβριήλ, τῆς χαρᾶς κομίσων τὰ εὐαγγέλια· δι᾿ ὅσου καὶ γαννύμενος χαιρετισμῷ σε χαιρετίζω·

Χαῖρε, χαρᾶς ἀλήκτου ὃ κήρυξ.
Χαῖρε, ἀρᾶς τῆς πάλαι ὃ πέλυξ.
Χαῖρε, πεπτωκότος ᾿Αδὰμ ἡ ἀνόρθωσις.
Χαῖρε, ἀθυμίας τῆς Εὔας παράκλησις.
Χαῖρε λόγου ἐνσαρκώσεως ὑψηγόρε ἑρμηνεῦ.
Χαῖρε, Θεοῦ καταβάσεως ἔνδοξε μυσταγωγέ.
Χαῖρε, ὃ χαίρων Χαῖρε χαριτωθείσῃ λέξας.
Χαῖρε, ὃ λύπην πᾶσαν τῇ Χαῖρε διαλύσας.
Χαῖρε, ἀστὴρ μηνύσας τὸν ἥλιον.
Χαῖρε, φωστὴρ φῶς δείξας ἀπρόσιτον.
Χαῖρε, δι᾿ οὗ ὁ κόσμος ἐφωτίσθη.
Χαῖρε, δι᾽ οὔ τὸ σκότος ἠφανίσθη.

Χαῖρε, χάριτος Ἄγγελε.

Ποιμέσιν ἀγραυλοῦσι γέννησιν τοῦ σωτῆρος ἐμήνυσας, Γαβριήλ, χαίρων· καὶ τοὺς μάγους, ὡς ἀστὴρ λαμπρός, ὡδήγησας τούτου εἰς τὴν προσκύνησιν, καὶ πάντας ἐσυνέτῆσας τῷ γεννηθέντι κράζων οὕτως·

Ἀλληλούϊα.

Ῥωμαλέος προστάτης τῆς νέας διαθήχης ἐδείχθης, Μιχαὴλ φαεσφόρε· καὶ λαοῦ πιστῶν χριστιανῶν ὑπέρμαχος μέγας γνωρίζῃ πάντοτε, δεινῶν πολλῶν λυτρούμενος καὶ συγκινῶν αὐτοὺς βοᾶν σοι·

Χαῖρε, λαοῦ τοῦ νέου τὸ τεῖχος·
Χαῖρε, ἐθνῶν χρυστωνύμων σθένος.
Χαἴρε, ᾿Αποστόλους πολλάκις ῤωσάμενος·
Χαῖρε, ἀθλοφόρους στεῤῤούς εργασάμενος.
Χαῖρε, ὄτι Πέτρον ἔσωσας ἐκ δεσμῶν καὶ φυλακής·
Χαῖρε, ὅτι σὺ ἀπέκτεινας τὸν Ἡρώδην παρευθύς.
Χαἴρε, τῆς ἐκκλησίας ἀπροσμάχητος φύλαξ·
Χαἴρε, αἱρετιζόντων ὃ ἀμφίτομος πέλυξ.
Χαῖρε, στεῤεόν ὀσίων ἐνίσχυμα·
Χαῖρε, λαπρῶν ίεραρχών ἔρεισμα.
Χαῖρε, δι’οὗ ἡ πίστις ἐδαπλούται·
Χαῖρε, δι’οὗ ἣ πλάνη ἐκμειοῦται.

Χαἵρε νόμου διάκονε.

Συντελείας τοῦ κόσμου, Μιχαήλ, γενομένης, σάλπιγγα τὴν ἐσχάτην σαλπίσεις, ὑφ᾽ ἧς οἱ νεκροι ἀπὸ τῆς γῇς ἐγερθέντες, φόβῳ παρασταθήσονται τῷ ἀδεκάστῳ βήματι, κράζοντες μετὰ σοῦ τὸν ὕμνον·

Ἀλληλούϊα.

Τάξεώς σοὺ τὸ ὕψος ὄνομα σὸν ἐμφαίνει σαφῶς, Γαβριὴλ φωτοφὸρε· θεανθρῴπου γὰρ κλῆσιν πλουτῶν, εἰκότος καὶ θεανθρώπου δέδειξαι λόγου λειτουργὸς ἄξιος· δι᾽ ὃ σε καὶ γεραίρω ὕμνοις·

Χαῖρε, δι᾿ οὗ μνήστωρ ἐμνήθη·
Χαῖρε, δι᾽ οὗ κόρη παρελήφθη.
Χαῖρε, ὃ καλέσας Ἰησοῦ τὸ ὄνομα·
Χαῖρε, ὁμηνύσας τῷ κόσμῳ σωτήρια.
Χαῖρε, ὄτι ἐχρημάτισας τῷ μνήστορι Ἰωσήφ·
Χαῖρε, ὄτι ἐφυγάδευσας εἰς Αἴγυπτον Ἰησοῦν.
Χαῖρε, ὁ ἐξ Αἰγύπτου Χριστὸν ἀνακαλέσας·
Χαῖρε, Ναζαρὲτ πόλιν οἴκῆσαι ὃ μηνύσας,.
Χαῖρε, πἱστοὺ μάγους μυησάμενος·
Χαῖρε, αὐτοὺς Ἡρώδου ρυσάμενος.
Χαῖρε, δι’ οὗ Ἰησοῦς διεσώθη·
Χαῖρε δι᾿ οὗ Ἡρώδης ἐνεπαίχθη.

Χαῖρε χάριτος Ἄγγελε.

Ὑπερθεν θείου λίθου τοῦ ζωοδόχου τάφου καθήμενος Γαβριήλ, λευχείμων καὶ λάμπων ὡσεὶ ἀστραπή, Χριστοῦ τὴν ἀνάστασιν εὐηγγέλισας ταῖς γυναιξὶ Μὴ κλαίετε, βοῶν αὐταῖς, καὶ ἄδων ὕμνον·

Ἀλληλούϊα.

Φῶς τοῦ κόσμου ὑπάρχεις, Μιχαὴλ στρατάρχα, αὐγάζων τῶν πιστῶν διανοίας, καὶ πρὸ θείαν γνῶσιν ὁδηγῶν, καὶ πρὸς σωτηρίαν φῳτίζων ἅπαντας, κακίας του ἀλάστορος ρυόμενος αὐτοὺς βοῶντας·

Χαῖρε, πιστῶν προστάτα ἁπάντων·
Χαῖρε, πηγὴ ποικίλων θαυμάτων.
Χαῖρε, τῶν νοσούντων ἀδάπανος ἴασις·
Χαῖρε, αἰχμαλῴτων ταχεῖα ἀνάῥῥυσις.
Χαῖρε, ὅτι ἐπροστάτευσας Δοχειαρίου μονῆς·
Χαῖῤε, ὅτι ταύτην ἔσωσας Σαρακηνῶν τῆς ὁρμῆς.
Χαῖρε, τοῦ βυθισθέντος λύτρρωσις νεανίου·
Χαῖρε, τοῦ κεχρυμμένου φανέρωσις χρυσίου.
Χαῖρε, πηγὴν βλύσας ἁγιάσματος·
Χαῖρε, τελῶν θαύματα δι’ ὕδατος.
Χαῖρε, ναοῦ Δοχειαρείου θεῖε κοσιμήτωρ·
Χαῖρε, μονῆς ταύτης ὃ ἀντιλήπτωρ.

Χαῖρε νόμου διάκονε.

Χάριν θείαν χάριν χαρίζου, Μιχαήλ, τοῖς τελοῦσι τὴν σύναξιν τὸν σὴν μετὰ πόθου, καὶ ἐν τῇ ἐξόδῳ τῆς ζωῆς σε καλοῦσι βοηθὸς φάνηθι, καὶ ἐξαιρέτως φύλαξον τοὺς ἐν τῇ μονῇ σοῦ ταύτῃ ἐκβοῶντας·

Ἀλληλούϊα.

ψάλλειν παναρμονίως τῇ Θεοῦ ἐνσαρκώσει τερπνὰς δοξολογίας μαθόντες, παρὰ σοῦ, ὦ θεῖε Γαβριήλ, σοὶ τὰ χἀριστήρια πόθῳ ψάλλομεν, καὶ σὲ ὡς ἀγαθάγγελον γεραίροντες, οὕτω βοῶμεν·

Χαῖρε, χαρὰ τῶν λελυπημένων·
Χαῖρε, φρουρὲ τῶν κακουχομένων.
Χαῖρε, πενομένων ὃ πλοῦτος ὁ ἄσυλος·
Χαῖρε,τῶν πλεόντων λιμὴν ὃ σωτήριος.
Χαῖρε, ὅπλον κραταιότατον βασιλέων εὐσεβῶν·
Χαῖρε, καύχημα περίδοξον ἱερέων εὐλαβῶν.
Χαῖρε, Δοχειαρείου τῆς μονῇς ὁ προστάτης·
Χαῖρε, ὃ πλοίου ταύτης θαυμαστὸς κυβερνήτης.
Χαῖρε, τῶν σὲ τιμώντων ὑπέρμαχε·
Χαῖρε, ψυχῶν νυμφαγωγὲ ἄριστε.
Χαῖρε, πιστῶν ἐκ Θεοῦ εὐλογία·
Χαῖρε, καλὴ μοναστῶν ὁδηγία.

Χαῖρε χάριτος Ἄγγελε.

Ὥ Ἀρχάγγελοι θεῖοι, Μιχαήλ Γαβριήλ τε οἱ θρόνῳ τοῦ Θεοῦ παρεστῶτες, τὰ ἐφύμνια ταῦτα ἡμῶν, ὡς λεπτὰ τῆς χήρας, ἀποδεξάμενοι, γεένης ἡμᾶς ῥύσασθαι, ἵνα σὺν ἡμῖν ψάλλωμεν·

Ἀλληλούϊα.

Εἴτα πάλιν τὸ Κοντάκιον. Τῇ ὑπερμάχῳ,
Τοὺς Ἀρχαγγέλους τῆς Τριάδος εὐφυμήσωμεν, Τὸν Μιχαὴλ καὶ Γαβριήλ, πάντες φιλέορτοι, Οἱ σκεπόμενοι ταῖς πτέρυξιν ἀμφοτέρων, καὶ δεινῶν παντοδαπῶν ἀπολυτρούμενοι, τῶ μὲν κράζοντες·  Χαῖρε νόμου διάκονε. Τῶ δέ λέγοντες·
Χαῖρε χάριτος Ἀγγελε.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης