Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Χαιρετισμοί εις την Υπεραγίαν Θεοτόκον την Μυροβλύτισσαν την εν Άνδρω Empty Χαιρετισμοί εις την Υπεραγίαν Θεοτόκον την Μυροβλύτισσαν την εν Άνδρω

Δευ Φεβ 03, 2020 9:43 am
Χαιρετισμοί εις την Υπεραγίαν Θεοτόκον την Μυροβλύτισσαν την εν Άνδρω

Ποίημα Θεοτέκνης Μοναχής Αγιοστεφανιτίσσης

Χαιρετισμοί εις την Υπεραγίαν Θεοτόκον την Μυροβλύτισσαν την εν Άνδρω Panagi33

Άπολυτίκιον Ἤχος α'. Τῆς ἐρήμου πολίτης
Η μυρόβρυτος κρήνη, τῆς Είκόνος σου Ἄχραντε, ή ἐν Νικολάου τῆ Μάνδρα, ἐν τῆ Ἄνδρω ὐπάρχουσα, ἰάματα ἐκβλύζει τοῖς πιστοῖς, καὶ μύρον εὐωδίας θαυμαστής• ὄθεν ταύτην προσκυνοῦμεν πανευλαβῶς, καὶ πόθω ἀνακράζομεν χαῖροις ή «'Ρίζα Ίεσσαί», χαῖροις πηγή μυρόῤῤυτε, χαῖροις ἰάτειρα σεπτή, Μυρόπνοε Δέσποινα.

Xαῖρε Θεοτόκε Μυροβλύτισσα.

Κοντάκιον.

Ὠ Μυροβλύτισσα Παρθένε ἠλιοστάλεκτε, της Ἄνδρου καύχημα, Μήτερ Θεόνυμφε, τῶν Βλαχερνῶν ό ὔμνος ό ἀκάθιστος Χαΐρε “ροδάνθιστη” Μαρία, κρίνον εὔοσμον, ‘Αγίου Νικολάου κρήνη ή πανθαὐμαστός. Χαίροις, Νεφέλη ὀλόφωτε, μύρον τό ἀκένωτον.


Ἀσμάτων άσμα, άγιωτέρα άγγέλων, μυρίπνοον κρίνον, συ εἰ, μυροβλῦτισσα Δέσποινα (τρίς) πὰς ὸ προστρέχων ἐν Ἄνδρω τη μονή σου, τοῖς χριομένοις τὠ μύρω σου τὠ ἀγίω τα θαύματά Σου κηρύττει, Θεοτόκε. Διό καὶ ἠμεῖς ἀναβοῶμεν ταῦτα·

Χαῖρε, Πάρθενε Πάνσεμνε, της ἀγνείας ἄνθος εὔοσμον·
Χαῖρε, της Νήσου Ἄνδρου μύρον ταὸ ἀκένωτον.
Χαῖρε, Μυρόρραντε Παναγία, Παρθένε·
Χαῖρε, χρυσέ, ροδοστάλακτε κρίνε.
Χαῖρε, Νεφέλη ὀλόφωτε, είκῶν τῆς χάριτος τοὺ Δεσπότου ὴ μορφή σου·
Χαῖρε, εὐωδία ἄρρητος καὶ ὀσμή τοῦ Παραδείσου.
Χαῖρε, Δρόσος ὴ ουράνιος, ἰαμάτων κρήνη ὴ μυρόβλυτος·
Χαῖρε, τοῦ Άγίου Νικολάου πρεσβεία ὴ ἀδιάλειπτος.
Χαῖρε, κρίνον ἀνθηρόν, πολύτιμον μύρον εκ «ρίζης Ίεσσαί»·
Χαῖρε, τοῦ Λυτρωτοῦ και Υίοῦ σου, εὐσπλαχνίας χορηγέ.
Χαῖρε, Λουτήρ οὐρανίων ἀνθέων, ὴ ἐκπλύνουσα συνείδησιν·
Χαῖρε, Γλυκυτάτη ἄμπελε, ἰκετεύουσα ἀμαρτιών συγχῶρησιν.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Βεβαρυμένος τῶ δεινῶ τὴς ἀμαρτίας φορτίω, σῶμα, ψυχήν τε καὶ πνεῦμα, λογισμοῖς τε καὶ πράξεσιν ἐμόλυνα. Τῶ μύρω σου, Παντάνασσα, ἀπόπλυνόν μου τον ρύπον καὶ ἀξίωσόν με τὸν ἀνάξιον, ὄπως τῶ Κριτή παραστήσωμαι, κράζων φωναῖς αἰσίαις·

Αλληλούΐα.

Γνὠρισόν μοι, Παρθένε, βίου διόρθωσιν, προσπίπτοντι τὴ είκόνι σου, και ὄλη Πάναγνος, Ύπεραγία καὶ εύσπλαχνος, νέφη διασκέδασον, ἀγνή, τῶν θλίψεων, ὴ το φῶς τεκοῦσα, το θείον καὶ ἀνέσπερον. Διό Πανάχραντε ἐν ὔμνοις ψάλλω σοι ταῦτα·

Χαῖρε, Πορφύρα Θεότευκτος, νικῶσα τον 'Άδη ἀγίω μύρω·
Χαῖρε, Νεφέλη ὐπέρλαμπρε, ὀδόν δεικνῦσα φωτί σου θείω.
Χαῖρε, ὴ ὀσμή τῶν μύρων σου, πρόγευσις τοῦ Παραδείσου·
Χαῖρε, Μυροβλύτισσα Πανάσπιλε, Ἄχραντε Μήτερ τοῦ ‘Υψίστου.
Χαῖρε, Παναγία Βλαχέρνα, τοῦ Ακαθίστου ὔμνου ψαλμός Χερουβικός·
Χαῖρε, κόσμον εὐωδιάσασα, τοῦ Θείου Τόκου σου ὔμνος ὸ μητρικός.
Χαῖρε, Γλυκύτατη χελιδῶν, τῶν Σεραφείμ ὠδή καὶ εὐλογία·
Χαῖρε, Θεία Σκέπη, ‘Αγίας Σοφίας ουρᾶνιος μελωδία.
Χαῖρε, σεπτόν καλλῶπισμα, τῆς Ἄνδρου τό θείον καύχημα καὶ φῶς·
Χαῖρε, Μυροστάλακτε θρόνε, τῶν πιστῶν ὸ γλυκασμός.
Χαῖρε, τῶν πεπτωκότων ἐπανόρθωσις, Κολυμβήθρα Σιλωάμ, Νύμφη Πανάχραντε·
Χαῖρε, ἀμαρτωλῶν ἀνακαίνισις, ‘Αγγέλων ἀγαλλίαμα, κόρη Πανάσπιλε.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Διάσωσον, ῶ Μυροβλύτισσα, Κόρη Θεογεννήτορ, τὸν πρὸς σε θαρροῦντα καὶ καταφεύγοντα, φεΐσαί με ἀπό πταισμάτων καὶ παθῶν, πύλας ὴ ἀνοίξασα τᾶς τοῦ Παραδείσου, ὄπως ἀσμένως δοξάζω σε.

Αλληλούια.

Ἔχοντες την μονήν σου την ἰεράν, ἀκένωτον πηγήν ἰαμάτων, περισωζόμεθα τη σκέπη σου καὶ ή εὐωδία τοῦ σοῦ λειψάνου, 'Άγιε Νικόλαε, ῶς μύρου πηγή βρύει ἰάματα·

Χάϊρε, ή πολύαστρος Νύμφη, τοῦ πολεμήτορος τό βέλος καὶ τὸ τραύμα·
Χαΐρε, Πορφυρῖς Βασιλική ἀγλαόχρυσε, τοῦ μυστικοῦ Δείπνου πρόσφορον καὶ νάμα.
Χαΐρε, ἐλπίς τοῦ κόσμου, ὠ Πάναγνε, τῆς ράβδου Άαρών ὴ θεία ἐκπλήρωσις·
Χαΐρε, πάντων Ἄνασσα, τὴς ἀφλέκτου βάτου πιστή ἐκτύπωσις.
Χαΐρε, Νύμφη Ανύμφευτε, ἀγνή Παρθενομήτορ·
Χαΐρε, «Ρόδον τό Άμάραντον» κόρη θεοκυήτορ.
Χαῖρε, Ανατολή τοῦ Ήλίου, Δέσποινα, θυμίαμα εὔοσμον, εὔπρόσδεκτον Κυρίω·
Χαῖρε, Γαλήνη νοητή, τὴς τῶν ανθρῶπων λυτρῶσεως συμμέτοχος τὠ μυστηρίω.
Χαῖρε, των Χαρίτων ὸ κήπος ὸ εὔχαρις, κρίνον ὀλόλευκον ἐν μέσω ἄκανθων·
Χαῖρε, τής Ἄνδρου Αηδῶν αίολόφωνος καὶ παράκλησις πιστῶν.
Χαῖρε, λευκή περιστερά, κομίζουσα τὸ ρόδον·
Χαῖρε, θείας ίλαρότητος μορφή, πηγή, ἀφ’ ής ρέει τὸ μυρέλαιον δῶρον.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Ζύμη τὴς βροτείας φύσεως, ὴ ἀμόλυντος καὶ ἄγια πηγή μυριπνόου ρείθρου, μυροθήκη ευῶδης τὴς χάριτος, φὠτισόν με καὶ ὀδήγησόν με, τῆν ὀδόν ζωής ὴ κυήσασα, τον Χριστόν καὶ Θεόν ἠμῶν.

Αλληλούϊα.

Ἠ τὸ ἄνθος τὸ θειον βλαστήσασα, ἠ ράβδος, Χαῖρε, ὴ ἀπορρήτως ἀνθίσασα, ρόδον ἠ κυήσασα Χριστόν, Χαῖρε Μυροβλύτισσα, εύωδία μυστική, θεία πηγή τοῦ μύρου της ζωής. Μή με παρίδης τον δοῦλον σου, τὸν εἴς σε ἐλπίζοντα·

Χαῖρε, χελιδών ήδύλαλος, Μαρία Μυροβλύτισσα·
Χαῖρε, τοῦ Παραδείσου ὴ αὐγή, ἀγνή δροσοσταλίτισσα.
Χαῖρε, ὸ Εύαγγελισμός, ἄγγελμα νέας ζωής·
Χαῖρε, θυμίαμα πανεύοσμον, θεία πνοή τὴς προσευχής
Χαῖρε, παράδεισος ἔν γή, ὐδρία πάγχρυσος φέρουσα εὐλογίας·
Χαῖρε, Δοχεῖον ἄγιον Θεοῦ, εὐωδία εὐφρόσυνος Τριάδος τῆς ‘Αγίας.
Χαῖρε, γλυκεία δρόσος, τῶ μετανοοῦντι ἀμαρτωλῶ τὸ μύρον σου ἐκχέουσα·
Χαῖρε, ἀσμάτων ἄσμα, ὄτι τό ἔλεος τοῦ Ύίοῦ σου ἀσμένως ἀρύουσα.
Χαῖρε, Παρθένε ἄνασσα, ουράνιος εὐωδία·
Χαῖρε, Μυριόχρωμη μορφή Ἀγγέλων καὶ ὐμνωδία
Χαῖρε, Πάναγνε Κόρη, ὴ Ζωοδόχος πηγή καὶ μυροστάλακτος νεφέλη·
Χαῖρε, ὄπλον ἀήττητον, καὶ ἄτρωτος ἀσπίς ὴ ἀπελαύνουσα ἄει τῶν ἐχθρῶν τὰ βέλη.

Χαῖρε θεοτόκε Μυροβλύτισσα.

Θεογεννήτορ, σεμνή, Μυροβλύτισσα, ’Ορθοδοξίας ὀδηγέ, φῦλαξ καὶ πρόμαχε τῶν προστρεχόντων τὴ εἰκόνι σου πιστῶν, πᾶσης βλάβης, κακῶσεως καὶ δεινῶν συμφορῶν, ρῦσαι ἠμᾶς, παρρησίαν μεγίστην ὠς ἔχουσα πρὸς Χριστόν, διό σώζεις ἐκάστοτε τοῦς εἴς Σε καταφεύγοντας·

'Αλληλούια.

Ἰσχύς μου πάσα, εὐφροσύνη μου καὶ ελπίς μου, φῶς, ζωή καὶ παράκλησις, συ ὐπάρχεις, Μυροβλύτισσα Θεοτόκε ἐκχεώ, ἐν κλαυθμῶ καὶ στενεγμῶ ενώπιον σου τῆν δέησίν μου, καὶ τῆν θλῖψιν τὴς ψυχής μου ἀπαγγελῶ σοι, ἀγνή. ’Έτι δε τοῖς θαὐμασίοις εκπληττόμενος βοῶ σοι·

Χαῖρε, Δέσποινα Άνδριῶτισσα, Παρθένε Παναγία·
Χαῖρε, Ύπέρφωτος λαμπάς, πύλη τὴς μετάνοιας.
Χαῖρε, ὄτι τὸ δάκρυ τοῦ ἀμαρτωλοῦ μύρον εἴς τον ‘Υιόν σου φέρεις·
Χαῖρε, ὄτι τὸν ρύπον τὴς ψυχής ὔδατι ἀγίω ἀποκαθαίρεις.
Χαῖρε, Παρθένε ’Άσπιλε, Ροδάνθιστε Μαρία·
Χαῖρε, ὠ Μήτερ εὔσπλαχνε εἴς τὸν Κύριον ὴ παρρησία.
Χαῖρε, θρόνος μυροστάλακτος, ὴ ἄχραντος μορφή σου·
Χαῖρε, ψυχής μου λῦτρωσις ὴ ολόθερμος εὐχή σου.
Χαῖρε, Πάναγνε Μαρία, χαράς ταμεῖον καὶ ἀγγέλων χαρμονή·
Χαῖρε, μύρον τὸ εὔοσμον, ἀγίασμα θείον καὶ πιστῶν καταφυγή.
Χαῖρε, κρίνον ἠδύπνοον, χαράς ὴ ἀκένωτος πηγή·
Χαῖρε, ἀγγέλων ἀγλάισμα καὶ λυχνία φωταυγής.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Κρήνη προχέουσα μύρον, ἐκ ρίζης Ίεσσαί, ὠς κλάδος ἀνεφύης, Θεομήτορ Μαριάμ, ἄστρον ἄδυτον τὸν Κύριον μόνη ἐξανέτειλας. Διόπερ σοὶ βοῶμεν τοιαῦτα·

Αλληλούῖα

Λεπρωθέντα με τὸν νοῦν καὶ τὴν ψυχήν, ταὠ θείω σου μύρω, κεκαθαρμένον Δέσποινα κατάστησον, ὠς Μυροβλύτισσα Δέσποινα, καὶ ἔτι με πρόσδεξαι τολμώντα ὐμνήσαί σε τοιοῖσδε λόγοις·

Χαῖρε, κόρη πανθαύμαστε, γλυκύ λάλημα ‘Αγγέλων·
Χαῖρε, τοῦ Λόγου καύχημα και ὠδή τῶν ‘Αρχαγγέλων.
Χαῖρε, Κεχαριτωμένη, τὴς ἐκκλησίας ὴ εὐχή καὶ τῶν πιστῶν ὴ σωτηρία·
Χαῖρε, τῶν πρωτοπλάστων κλέος, Χρυσοσταλίτισσα ἀγνή, καὶ θεία εὐλογία.
Χαῖρε, γλυκεία εὐφροσύνη, τῶν Βλαχερνών ὸ ὔμνος ὸ ‘Ακάθιστος·
Χαῖρε, χαριτόβρυτε σεμνή, Ελληνισμού ό λίθος ό ασάλευτος.
Χαῖρε, γλυκύ ὄνομα καὶ κάλλος, ὸ ἰατήρ τῶν νόσων ὸ χρυσόρρειθρος·
Χαῖρε, ὠ Άνθοστολίτισσα, γεραίρει Σε, ὴ Πόλις ὴ ἐπτάλοφος.
Χαῖρε, τερπνόν παλάτιον, κόσμου ὴ σωτηρία·
Χαῖρε, Αἰγαίου ὴ ωδή, Δέσποινα Παναγία.
Χαῖρε, τοῦ κόσμου διάσωσμα, βροτῶν τό ίλαστήριον·
Χαῖρε, τοῦ 'Άδου νέκρωσις, φωτός κατοικητήριον.

Χαῖρε θεοτόκε Μυροβλύτισσα.

Μύρον ταὸ ἀκένωτον, ὤσπερ ἄνθος πανεύοσμον ὴ εἰκῶν σου ὴ ἀγία ἀναβλύζει, κατευφραῖνον τοῦς πιστῶς σοι προσπίπτοντας, κάμε, ἐλαίω τὴς σὴς ευσπλαχνίας, λίπανον τῆν ἐμῆν κεφαλήν, ἴνα πόθω προσφωνῶ σε·

Αλληλούϊα.

Νοσημάτων θεράπευσον Μυροβλύτισσα, καὶ δαιμόνων ἐπηρείας καὶ ραθυμίας ἀπάλλαξον τοῦς τὴ σὴ εἰκόνι προσφεύγοντας. Κάμε ἔκπλυνον τῶ θείω μύρω τὸν ρύπον τῶν παθῶν καὶ μολυσμοῦ πταισμάτων με κάθαρον·

Χαῖρε, γλυκύτης τὴς καρδίας μου, τὴς ευωδίας τα σεπτόν σκήνωμα·
Χαῖρε, Νυμφῶν ὀλόφωτε καὶ ἀνθρώπων ταὸ οχύρωμα.
Χαῖρε, Μυροθήκη Τριαδικοῦ Θεοῦ, ἀεΐ τὸ μύρον ἐκχέουσα·
Χαῖρε, ἄνθος μυριομύριστον, ὴ ἐκ τοῦ Σταυροῦ τοῦ ’Ιησοῦ τὸ ἔλεος προχέουσα.
Χαῖρε, Τιμία ζώνη καὶ ἐσθής ὴ μυροστάλακτος·
Χαῖρε, Λόγου χρυσόπλοκε σκηνή, ὴ μυρόβλυτος
Χαῖρε, ὄτι κατέστησας Ἀγίου Νικολάου τὴν μονήν, θύραν τοῦ Παραδείσου·
Χαῖρε, ποταμός ἐλέους ὴ ἀνθοστάλακτος εύχή σου.
Χαῖρε, Μυροτόκε ἀγνή, Παναγία Κυκλαδίτισσα·
Χαῖρε, Αίγαιοπελαγίτισσα, Θεοτόκε Έλλαδίτισσα.
Χαῖρε, σανίς ναυαγῶν σωματικῶν τε καὶ ψυχικῶν·
Χαῖρε, λιμήν ὐπήνεμος, παράκλησις ἀμαρτωλών.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Ξήρανον τὴς σαρκός τὰ κινήματα τῶ σῶ ἀγίω μύρω Παρθένε. ’Ίασαί με, Δέσποινα, ἐλέησον καὶ σὠσόν με, τὸν σοι προσφυγόντα ἰκέτην σου·

Άλληλούϊα.

Ὄλη άγαθή, ὠς ἀμόλυντος οίκος τοῦ Βασιλέως, Σύ υπάρχεις ὄλη εὔσπλαχνος καὶ βοηθός ἐν τοῖς κινδύνοις καὶ περιστάσεσι, Άνδριώτισσα Πανάχραντε. Ή ἐλπίς μου, εἰσάκουσόν με καὶ κατάσπευσον τοῦ σὠσαί με·

Χαῖρε, τὰ δάκρυά σου, μύρον εὐωδίας ἀγαστής·
Χαῖρε, κρήνη ἰαμάτων τοῖς πρὸς σε προστρέχουσι πιστοῖς.
Χαῖρε, κρίνον άνθοῦν εἴς βλαστόν ἐξηραμένον·
Χαῖρε, σέλας ἠλιόμορφον θείω φωτῖ πεφωτισμένον.
Χαῖρε, Παρθένε, ὴ Σῶτειρα ἐκ νόσων ἀνιάτων καὶ χαλεπῶν·
Χαῖρε, Ροδοσταλίτισσα θεοκτίστων θησαυρῶν.
Χαῖρε, θεία εὐωδία ἐκ τῶν δακρύων τοῦ Ίησοῦ·
Χαῖρε, Ήλιοστάλακτε χιτῶν τοῦ ἐν Τριάδι Θεοῦ.
Χαῖρε, ἄνθος μυριομύριστον ἐκ τῶν ἤλων τοῦ σταυροῦ·
Χαῖρε, κρίνον εὐωδιάζον τοῦ Έπανευαγγελισμοῦ.
Χαῖρε, ἠ Μυροδόχος πηγή τὴς ἀφθαρσίας·
Χαῖρε, τὴς Μυρελαίου Παναγίας, τὸ μάννα τὴς ἀθανασίας.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Παραμυθία τών θλιβομένων, καί ίλαστηριον άμαρτανόντων, Συ άνεδείχθης, Παρθένε Μυροβλύτισσα. Μύρον άνέβλυσας, έκ τής σεπτής είκόνος σου, καί ως ρόδον εΰοσμον άνθοΰν, ό Θεός εύράμενος, εν σοί σαφώς έσκήνωσεν, και ημάς Αγνή εύωδίασεν·

Αλληλούϊα.

Ρίζης Ίεσσαί βλαστήσασα, ἀφθαρσίαν τοῖς πιστοῖς ἐκαρποφόρησας καὶ θείαν εὐλογίαν ἐξήνθησας, μύρον ζωής τῶ κόσμω βλύσασα·

Χαῖρε, ἀηδῶν ἠδύλαλος, ἔαρος ὴ ελπίς·
Χαῖρε, ωδή Ἀγγελική καὶ οὐράνιος ἠλιακτίς.
Χαῖρε, ὴ χάρις τοῦ Θεοῦ, ὴ θεία καλωσύνη·
Χαῖρε, ὴ εὐσπλαχνία σου, ὴ προάγουσα εἴς τῆν ἀγιωσύνη.
Χαῖρε, τὴς Μυροβλύτισσας τὰ ρόδα καὶ τὰ κρίνα·
Χαῖρε, τὰ ἄνθη τοῦ Σταυροῦ, με δάκρυα κὶ ἐκείνα.
Χαῖρε, μέλι ἠδύποτον πᾶσαν πικρίαν γλυκαῖνον·
Χαῖρε, ἀστήρ ὀλόφωτε, εἴς ’Άνδρον νήσον, μάγους καὶ ποιμένας προάγων.
Χαῖρε, ἄνθος πανεύοσμον, Βλαχέρνα Παναγία·
Χαῖρε, ωδή Βυζαντινή, Μυροβλύτισσα Κυρία.
Χαῖρε, ἐσθής χρυσοκέντητος, ἐκπέμπουσα τὸ θειον φῶς·
Χαῖρε, Κωνσταντινοπολίτισσα, τὴς Πόλης ὴ ἀρωγός.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Στρέψον μοι εἴς χαρμονήν τὸ πένθος, Μυροβλύτισσα, καὶ σωμάτων πόνους καὶ παθῶν ἀπάντων τῆν τρικυμίαν εἴς γαλήνην μετάβαλε, τῶ ὐπερυψοῦντι τὸν ἀφραστόν σου τόκον·

Αλληλούια.

Τό θειον μυροδοχεῖον τοῦ ἀθανάτου μύρου, ἐν τὴ μονή τοῦ Ἀγίου Νικολάου τήν αγίαν, πηγήν τοῦ Ζωοποιοῦντος καὶ ζωηφόρου ὔδατος, τῆν πύλην τὴς σωτηρίας, τοῦ Παραδείσου ἀμάραντον κλήμα, τὴν ἔμψυχον πόλιν Χριστοῦ τοΰ Βασιλέως ὐμνῶ·

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Χαΐρε, ἐκ τὴς ἰεράς Μονής ἀγγέλων ὐμνωδία·
Χαῖρε, χάρις ἀναδίδουσα ούράνιον εὐωδίαν.
Χαῖρε, Γερόνπσσα τὴς Ἄνδρου, Παναγία μου, Κυρία·
Χαῖρε, Δέσποινα τοῦ κόσμου, τὴς ψυχής παραμυθία.
Χαῖρε, θεία σκέπη τῶν Σέ ὐμνολογούντων, γλυκεία ωδή χειλέων·
Χαῖρε, Αγία Είκών, ἐξαίσιος εὐωδία ἀνθέων.
Χαῖρε, καύχημα Ἀποστόλων καὶ ἐγκῶμιον Ἀγγέλων·
Χαῖρε, τοῦ κόσμου καταφύγιον, χαρμονη τῶν Ἀρχαγγέλων.
Χαῖρε, Ρόδον τὸ ἀμάραντον, καὶ κρίνον τὸ εὔοσμον·
Χαῖρε, είκῶν ἀείφωτε καὶ δένδρον τὸ εὔσκιόφυλλον.
Χαῖρε, τοῦ κόσμου ὴ ὠραιότης, τοῦ κόσμου ὴ σωτηρία·
Χαῖρε, τὴς Ἄνδρου ὴ ωδή, ἠμῶν ὴ Παναγία.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Υπέρ φύσιν, Παρθένε, τὰ ἀρῶματα τοῦ μύρου σου εὐφραίνουσιν καρδίαν καὶ Αὶσθήσεις τῶν χρισμένων τῶ μύρω σου τῶ ἀγίω. 'Όθεν σου τῆν χάριν κηρῦττομεν τοῖς πάσι, καὶ τὰ πολλά θαυμάσιά σου μεγαλύνομεν·

Αλληλούϊα.

Φὠτοφόρον σκήνωμα Θεοῦ, μύρου βαρυτίμου δοχεῖον ἐγένου, Παναγία Μυροβλύτισσα, πᾶσαν τῆν γῆν εὐωδιάσαντος. Διόπερ τὴ εὐωδία τὴς πρεσβείας σου, λῦσον τῶν παθῶν τὰς ὀδύνας τοῖς εὐλαβώς σοῖ προσπίπτουσιν·

Χαΐρε, ἠδύ ζωής εντρύφημα, τὴς νήσου Ἄνδρου τὸ ἐγκαλλώπισμα·
Χαΐρε, εὐώδες θυμίαμα, τῶν προσφευγόντων τὴς σὴ εὶκόνι ταὸ ὰγαλλίαμα.
Χαΐρε, Ἄνασσα, ἀγνή, βροτῶν ὴ σωτηρία·
Χαΐρε, τὴς ψυχής ὰνάπαυσις ὴ χάρις σου ἀγία.
Χαΐρε, 'Ροδοστεφής ὀδός ὴ ἄγουσα εἴς τοῦ Θεοῦ τὸν θρόνον·
Χαΐρε, ὴ τὴς ἀμαρτίας κάθαρσις καὶ καταλαγή τῶν πόνων.
Χαΐρε, ἀείρροος πηγή ἐν μέσω τὴς έρημου·
Χαΐρε, Μυροσταλίτισσα, ῦδωρ εἴς τῆν ἄνυδρον ψυχήν μου.
Χαΐρε, μύρον περιχέον τῆν ἀμίαντον μορφήν Σου·
Χαΐρε, ἀγάπη ἀναδίδουσα τῆν ὀσμήν τοῦ Παραδείσου.
Χαΐρε, ὔμνος, χαῖρε δάκρυον, χαῖρε θωπεία θεϊκή·
Χαΐρε, λάμψις τοῦ Ύίοῦ σου, ὴ καταυγάζουσα τῆν γῆ.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Χαῖρε Ἀγίου Νικολάου μονή καὶ εὐφραίνου. Έσχεν ὴ μάνδρα σου, ἐν Ἄνδρω, προπύργιον μέγα, τῆν εικόνα σου τῆν σεπτήν, ὠς προστάτιδα θείαν, ἐκβλύζουσα μύρον, ευῶδες. Ώ Μυροβλύτισσα Θεοτόκε, τὴ ιερά ταύτη εὶκόνι προσπίπτομεν γονυπετείς, ἴνα
λύτρωσης τοῦς σοῦς δοῦλους ἐκ πᾶσης ἀσθενείας καὶ ἐπιβουλής τοῦ ἀλλοτρίου·

Αλληλούϊα.

Ψάλλοντές σοι τοῦς ὔμνους, ἀνυμνοῦμεν σε πόθω, ὠς κρήνην προχέουσαν μύρον, τοῦ Άαρῶν ὴ ράβδος καὶ στάμνος τὸ μάννα φέρουσα·

Χαῖρε λιμήν, καύχημα καὶ ἀγαλλίαμα, τῶν πόθω σε ζητοῦντων·
Χαῖρε, βίβλος Θεούῦ ὴ πανσφράγιστος, καὶ βακτηρία τῶν σε ὐμνούντων.
Χαῖρε, ὐπέρ τῶν ἀνθρώπων τὴ Τριάδι ἀενάως πρεσβεύουσα·
Χαῖρε, γέφυρα, εἴς ουράνιον ζωήν, τοῦς θνητοῦς ὴ μετάγουσα.
Χαῖρε, ὴ γεωργήσασα τὴν ζωηφόρον ἄμπελον, Μήτερ Θεοῦ Πανύμνητε·
Χαῖρε ὸ ἔμψυχος νέος οὐρανός, ὴ τῆν φύσιν τῶν βροτῶν ἐξαγνίσασα, Πανάμωμε.
Χαῖρε, Μυροβόλε Κόρη, Μυροδοχεΐον τὴς φύσεως τοῦ Ἀχωρήτου·
Χαῖρε τοῦ Θεοῦ καθέδρα, ἔμψυχον παλάτιον τοῦ Παρακλήτου.
Χαῖρε, Λυχνία Χρυσαυγής τοῦ ἤλιου τὴς δόξης, Μαρία Άνδριώτισσα·
Χαῖρε, φωτός ἀπροσίτου θεϊον ἀνάκτορον, εὐφροσύνης πηγή Μυροβλύτισσα.
Χαῖρε, Γαλήνη ψυχής, εἴς Ἀγίου Νικολάου μονήν Συ με προσόρμισον·
Χαῖρε, τῶν Ἀρχαγγέλων ωδή Μυρόρραντος, τὸν τάραχον τῶν παθῶν μου, Σεμνή, κατεύνασον.

Χαῖρε θεοτόκε Μυροβλύτισσα.

Ὠ μύρον, τὸ τὴς ζωής τετοκυϊα, ράβδος ὴ βλαστήσασα τα ἄνθος τὸ ἀμάραντον (τρις) ἰκέτευε ἀμαρτημάτων διδόναι συγχῶρησιν καὶ μὴ παρίδης ἠμῶν τᾶς ἐντεύξεις, Μυροβλύτισσα, Κόρη, Θεογεννήτορ, τῶν Σοι προστρεχόντων εὐλαβώς.

Αλληλούϊα.

Κοντάκιον.

‘Ω Μυροβλύτισσα Παρθένε ἠλιοστάλεκτε, της Ἄνδρου καύχημα, Μήτερ Θεόνυμφε, τῶν Βλαχερνῶν ό ὔμνος ό ἀκάθιστος Χαῖρε “ροδάνθιστη” Μαρία, κρίνον εὔοσμον, Ἀγίου Νικολάου κρήνη ὴ πανθαὐμαστός. Χαῖροις, Νεφέλη ὀλόφωτε, μύρον τό ἀκένωτον.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης