Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Γιάτρισσαν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Γιάτρισσαν

Την / Το Δευ Οκτ 22, 2012 11:11 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Γιάτρισσαν

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Γιάτρισσαν Panagi16

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἔν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἔν τῆ δικαιοσύνη σου. Καί μή εἰσέλθῃς εἵς κρίσιν μετά τοϋ δούλου σου, ὅτι οὗ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὅ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἵς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἔν σκοτεινοῖς, ὦς νεκρούς αἰῶνος, καί ήκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἔν ἐμοῖ ἐταράχθη ἤ καρδία μου. Ἐμνήσθην ήμερων ἀρχαίων, ἐμελέτησα ἔν πᾶσι τοῖς ἔργοις σου, ἔν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ἤ ψυχή μου ὦς γῆ ἄνυδρος σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἵς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ὅτι ἐπί σοι ἤλπισα. Γνώρισον μοι, Κύριε, όδόν ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἷ ὅ Θεός μου. Τό Πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἔν γῆ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἔν τῆ δικαιοσύνη σου, έξάξεις ἐκ θλίψεως τήν ψυχήν μου. Καί ἔν τῷ έλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί άπολεΐς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σοῦ εΐμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Β'. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Γ'. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Οἱ μάρτυρες Σου Κύριε...
Η μήτηρ Σου Κύριε πηγῇ ἐλέους στῇ γῆ ἐφάνη δωρίζουσα τό μέγα Σου ἔλεος. Ὀχί με τήν ἰσχύν Τῆς τούς ἐχθρούς μᾷς νικῶμεν, θραύομεν τάς παγίδας τῶν δαιμόνων ἀπᾴσας. Αὑτῆς ταῖς ἱκεσίαις, Χριστέ ὁ Θεός σῶσον τάς ψυχάς ἡμῶν.

Μέγαν εύρατο...
Νέκταρ εὔοσμον τῆς Θεοτόκου, Θρόνος τίμιος Παμβασιλέως, εὐωδιάζεις Παρθένε τούς δούλους Σου τόν γάρ Θεόν ἐν γαστρί Σοῦ βαστάσασα πλήρεις ἡμᾶς ἅπαντας θείας χάριτος. ὅθεν νῦν πάντες Θεοῦ ἀληθῶς Μητέρα Σε κηρύττομεν ἀεί καί δοξάζομεν.

Δόξα Πατρί καί Υιώ...Και νῦν καί ἀεί...
Οὐ σιωπήσωμεν, Γιάτρισσα Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἵ ανάξιοι• εἷ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῤύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἐῷς νῦν ἐλευθέρους; ούκ ἀποστῶμεν Δέσποινα ἐκ σοΰ• σοῦς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ψαλμός Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Καὶ ὁ Κανῶν

Ἦχος πλ. δ´. Ὠδή α´. Ὑγράν διοδεύσας.
Γιάτρισσα Παναγία σῶσον ἡμᾶς.

Γιάτρισσα Μητέρα, μόνη ἀγνῇ. αὐτήν προσκυνοῦμεν καί αἰτήσωμεν εὐλαβῶς ἰάσεις τῶν νόσων τῶν ποικίλων ὅτι Αὑτῇ ἐδόθη ἡ χάρις ἄφθονος.

Φθάσετε καί ἴδετε πάντες νῦν. Παρθένον Μαρίαν ἥτις ἔλαβεν ἐκ Θεοῦ τήν χάριν οὐρανίων ἰαμάτων ἥτις ἡμῖν νῦν παρέχει ἡ σκέπη Τῆς.

Ὡς νέφος τῆς δρόσου ἐξ οὐρανοῦ, ἡ χάρις κατῆλθεν τῆς Παρθένου καί Γιάτρισσας ἶνα οἱ λυπούμενοι ἐν βίῳ βοηθείας τύχωσι τῆς Ἀπειραγάθου.

Ὡς τρέχει τό ὕδωρ εἰς τήν πηγήν, οὕτως καί ἡ χάρις Ιατρίσσης μᾷς τῆς Μητρός πηγή ἰαμάτων, σωτηρία τῶν προστρεχόντων πάντων τῆ θεία σκέπει Τῆς.


Ὠδή γ´. Οὐρανίας ἁψῖδος.
Προστασία καί σκέπη, ἡ Σῆ εἰκών Πάναγνε, Παναγία Παρθένε, ἡ μόνη Γιάτρισσα πηγή γάρ γέγονας, βλύζουσα πᾶσιν ἰάσεις τοῖς ἐπικαλουμένοις Σου τό θεῖον ὄνομα.

Δεῖτε εὐφημήσωμεν οἱ πιστοί Γιάτρισσα Παρθένῳ, τήν Ὑπερμάχῳ Στρατηγῷ, ἰαμάτων βρύσιν, ἴασιν ἀσθενούντων, παρηγορίαν πάντων τῶν ἐν ταῖς θλίψεσιν.

Η καταφυγῇ μᾷς καί χαρμονῇ, ἥτις σπεύδει πάντα ἀρωγός μᾷς καί βοηθός  εἰς πάσας τάς θλίψεις καί πάντας τούς κινδύνους  ποιοῦσα τάς αἰτήσεις εἰς τούς προστρέχοντας.

Θαυμαστός ωραιώθη ἡ Σή εἰκών Πάναγνε, ἡ ἰσχύς καί ἐλπίς μᾷς ἡ ἀκαταίσχυντος, Μητέρα Γιάτρισσα, τις οὑν αὑτήν ἐπαινέσει, ἤνπερ καί οἱ ἄγγελοι φόβῳ καλύπτουσι.


Ἐπάκουσον, Μητέρα Γιάτρισσα τάς ικεσίες τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Πρεσβεῖα θερμῇ.

Κινδύνοις πολλοῖς νῦν ἀπειλούμενοι, προστρέχομεν εἰς Σε βοήθειαν αἰτούμενοι, καί ἐκτενῶς βοῶμεν Σοι, Θεοτόκε Δέσποινα, πρόφθασον καί ἐκ κινδύνων λύτρωσε ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.


’Ὠδή δ΄ Εἰσακήκοα Κύριε.
Εἰς τά πέρατα ἅπαντα, ἡ θαυματουργός εἰκών Σου τεθρύληται, Γιάτρισσα Μῆτερ Πανύμνητε, καί τά θαύματά Σου μνημονεύονται.

Σκοτισμόν μου τοῦ πνεύματος, λῦσον μοι Ἀγνῇ καί χορήγησον, φώς τό θεῖον τοῦ προσώπου Σου, καί παθών καί θλίψεων ἀπάλλαξον.


Ὠδή ἕ'. Φώτισον ἡμᾶς.
Κάθαρον ἡμᾶς, Γιάτρισσα Μῆτερ Πανύμνητε καί λῦσον τούς ἀλύτους δεσμούς μου, σύ Θεοτόκε μόνη εὔσπλαγχνε Δέσποινα.

Ἔμπλησον Ἀγνῇ, Σῆς γαλήνης τήν καρδίαν μου, ἡ παρά Θεοῦ λαβοῦσα δωρεᾷ, καί τῆς ψυχῆς μου τήν ἀσθένειαν νυνίασε.
Λύτρωσε ἡμᾶς, εἰς παγίδων τοῦ ἀλάστορος, ὅτι ἔχεις τήν ἰσχύν ἐκ τοῦ Θεοῦ, τόν Χριστόν γάρ ἐν ἀγκάλαις Σου εξέθρειμας.

Αὐσόν τά δεσμά τῶν ἁμαρτιῶν μου Δέσποινα. τῷ φωτισμῷ τῆς Σῆς λαμπρότητας, ὦ Παναγία, ἡ γιατρός ἡ παντοδύναμος.

Ἴασαι Ἀγνῇ, σώματος μου τήν κατάπτωσιν, καί εὐφροσύνης καί θείας χαρᾶς, ἔμπλησον μου τήν ψυχήν, Μητέρα Γιάτρισσα.


’Ὠδή στ'. Τήν δέησιν.
Τήν δέησιν ἐκχεῶ πρός Κύριον καί Αὑτῷ ἀπαγγελῶ μου τάς θλίψεις, ὅτι παρέλυσε νῦν μου τό σῶμα καί ἡ ψυχή μου ὀδύνης πεπλήρωται καί δέομαι ὡς Ἰωνᾶς  ἐκ τοῦ σκότους ὁ Θεός με ἀνάγαγε.

Η μόνη τόν Λυτρωτήν κυήσασα καί τόν Κύριον Ζωῆς καί Θανάτου, Σύ μητρικώς Παναγία Παρθένε ἀντιλαβοῦ τῶν Σοι καταψευγόντων νῦν καί προσκυνοῦντας Σε πιστῶς, προστασία τῆ Σῇ περιφρούρησον.

Προστάτιν Σε τῆς ζωῆς ἐπίσταμαι καί ζωῆς ἀσφαλῆ προστασίαν, τῶν πειρασμῶν τάς παγίδας Σύ θραύεις απομακρύνεις κακῶν τήν ἐπήρειαν, καί δέομαι Σου ἐκτενῶς ἐκ κολάσεως, Γιάτρισσα, σῶσον με.

Φυγάδευσον ἐκ τῆς ἀθλίας σαρκός μου τά πάθη καί θεραπείαν τελείαν μου δώρησον καί σῶσον με τόν ἐπί Σοι πεπεισμένον ταῖς θείαις πρεσβείας Σου.

Ἐν ἀσθενείᾳ νῦν ὑπάρχω Παρθένε, Γιάτρισσα θαυματουργῇ Θεοτόκε, ἀλλ’ ἡ Θεόν ἐν τῷ κόσμῳ τεκοῦσα τῶν τε ψυχῶν καί σωμάτων τόν ἰατρόν, Σου δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Κατεύνασον πειρασμῶν τά κύματα τά χειμάζοντα ἡμᾶς ὀλεθριῷς καί πρός λιμένα τῆς Σής προστασίας καί τῆς Σῆς Σκεπῇς τόν ὅρμον σωτήριον, οδήγησόν μᾷς ἀγαθῇ, ὡς Μητέρα Θεοῦ τοῦ φιλανθρώπου.

Τήν δέησιν τῆς ψυχῆς μου πρόσδεξε, ὡς θυμίαμα εὐῶδες Παρθένε καί δυσωδίαν παθῶν ἀκαθάρτων, τήν ῥυπανθεῖσαν
καρδίαν μου κάθαρον, καί δώρησόν μοι, ἀγαθῇ ἐκ Θεοῦ τήν πταισμάτων συγχώρησιν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον άνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὦς ἔχουσα, μητρικήν παρρησίαν.


Κύριε ἐλέησον (12 φορές).

Αἴτησις καί εὐθύς τό Κοντάκιον.
Ἦχος β'. Προστασία.

Προστασία τῶν ὑμνούντων Σε Γιάτρισσα, μεσιτεία πρός τόν Ποιητήν μᾷς καί Κύριον, μή παρίδῃς τούς προσκυνοῦντας Μῆτερ Σε πιστῶς, ἀλλά πρόφθασον ὡς ἀγαθῇ εἰς τήν βοήθειαν ἡμῶν τῶν πιστῶς κραυγαζόντων Σοι, τάχυνον εἰς πρεσβείαν καί σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί. Θεοτόκε τῶν τιμώντων Σε.


Καί εὐθύς τό Προκείμενον
Ἐκ νεότητας μου ...
Οἱ μισοῦντες Σίων...
Δόξα Πατρί Καί Υἱῶ Καί Ἁγίῳ Πνεύματι

Ἐκ τοῦ κατά Λουκᾶν ἀγίου Εὐαγγελίου.

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου, καί ἠσπάσατο τήν Ελισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν ἡ Ελισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῆ κοιλία αὑτῆς καί ἐπλήσθη Πνεύματος Ἀγίου ἡ Ελισάβετ, καί ἀνεφώνησε φωνή μεγάλη καί εἶπεν: Εὐλογημένη οὐ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ἶνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ, ὡς ἐγένετο, ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτα μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῆ κοιλία μου. Καί μακαρία ἡ πιστεύσα- σά. ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὑτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ: Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῶ τῷ σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὑτοῦ. Ἰδού γάρ, ἀπό τοῦ νῦν μακαριοῦσι με πάσαι αἱ γενεαί, ὅτι ἐποίησε μοι μεγαλεία ὁ Δυνατός, καί ἅγιον τό ὄνομα αὑτοῦ. Ἔμεινε δε Μαριάμ σύν αὑτῇ, ὡσεί μήνας τρεῖς, καί ἐπέστρεψεν εἰς τόν οἶκον αὑτῆς.

Δόξα...
Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν Μονάδι, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν...
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλέησόν με, ὁ Θεός...
Ἦχος πλ. β' Ὅλην ἀποθέμενοι

Μή ἐγκαταλείπεις με, τῶν ἀνθρώπων προστασία, ὦ Μητέρα Γιάτρισσα, ἀλλά δέξαι δέησιν τοῦ ἱκέτου Σου  θλῖψις γάρ ἔχει με φέρειν οὐ δύναμαι τῶν δαιμόνων τά τοξεύματα, σκέπην οὐ κέκτημαι οὐδέ που προσφύγῳ ὁ ἄθλιος, Δέσποινα τοῦ κόσμου ἐλπίς καί σωτηρία τῶν πιστῶν μή μου παρίδῃς τήν δέησιν, τό συμφέρον ποίησον.

Δεῦτε οἱ Ὀρθόδοξοι εὐφρανθῶμεν  δεῦτε τήν ἀκήρατον πάντες καταστέψωμεν θείοις ἄσμασιν πρός Αὐτήν κραυγάζοντες ω.παναμώμητε Μῆτερ Ἰατρέ ἄριστε, νόσους ἐκ βροτῶν ἀπελαύνουσα, πάντων ὀρθοδόξων ὑπάρχουσα λιμένας ἐν Χριστῷ, ὦ παρρησία πρεσβεύουσα ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Σῶσον ὁ Θεός τόν λαόν Σου ...

Ὠδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τήν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ κόσμῳ, ἥν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Θελητήν τοῦ ἐλέους, ὅν ἐγέννησας, Μῆτερ ἀγνῇ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τούς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Σωμάτων ἀσθενείας καί ψυχῶν ἁμαρτίας, Μῆτερ αφαίρεσον τήν πίστει προσιόντων τῆ Σκέπη Σου τῆ Θεία, Μητέρα Γιάτρισσα  τῆ βοηθείᾳ Σοῦ αὑτούς ἀξίωσον σωθῆναι.

Κυρίως Θεοτόκον Σε ὁμολογοῦμεν, ὅτι παντοίων κινδύνον• σῴζεις ἡμᾶς, ταῖς μητρικαῖς πρός τόν Τόκον τόν Σῶν πρεσβείαις Σου.


Ὠδή ἡ'. Τόν βασιλέα.
Τούς βοηθείας τῆς παρά σοῦ δεομένους, μή παρίδῃς Παρθένε, ὑμνοῦντας, καί ὑπερυψοῦντας σε, Κόρη, εἰς αἰῶνας.

Μαρία, σωτηρίας λιμένα. Σε εἰδότες, τῆ παναχράντῳ Σου σκέπη προστρέχομεν καί ἐκ τῶν νόσων ῥυσθῆναι Σε ἱκετεύομεν.

Παρθένε μή παρίδῃς δειλήν μου ἱκεσίαν, ἐν τῆς κρίσεως ὤρα Πανάχραντε, ἀλλ’ εὐμενῶς τόν Σωτῆρα, εξιλέωσε, Δέσποινα.

Τῶν πειρασμῶν Σύ τά βέλη ἐκδιώκεις, Γιάτρισσα Πανάμωμε Παρθένε, ὅθεν Σε ὑμνοῦμεν εἰς πάντας τούς αἰῶνας.


Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Νῦν πόνων λύτρωσέ με, Γιάτρισσα Μητέρα, τόν εὐλαβῶς καταφεύγοντα ταῖς πρεσβείαις Σου καί ἐκ κινδύνων καί νόσων ἀπάλλαξον. Παναμώμητε.

Ἐκ θλίψεως καί πόνων ῥυσέ τούς Σοῦς δούλους, ὦ Παναγία Μητέρα μᾷς Γιάτρισσα, καί ἐκ κινδύνων καί νόσων ἀπάλλαξον ταῖς πρεσβείαις Σου.

Χαρᾶς μου τήν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τό πλήρωμα, τῆς ἁμαρτίας τήν λύπην, ἐξαφανίσασα.

Λιμήν ὁ γαληνεύων, γαλήνευσον. ὦ Κόρη, τάραχον τῆς ψυχῆς μου ὅτι Σύ εἰ μου καταφυγή καί σκέπη καί ἀγαλλίαμα.

Ὕψιστον Θεοῦ θρόνε, Κεχαριτωμένη ἐκ συμφορῶν τῶν παθῶν μου διάσωσον, πρός ἀρετῶν ἀναβάσεις τῆ Σῆ χρηστότητι.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια
Γιάτρισσας εἰκόνα τήν θαυμαστήν ἥτις φώς σκορπίζει προσκυνήσωμεν οἱ πιστοῖ, ὅτι πάσας νόσους καί μάστιγας διῴκει καί δωρεᾶς παρέχει εἰς τούς προστρέχοντας.

Τῶν ἀσθενειῶν μᾷς ἡ Ἰατρός καί τῆς ἁμαρτίας ὁ διώκτης καί λυτρωμός ὅτι τόν Σωτῆρα ἁπάντων τῶν ἀνθρώπων ἔτεκεν ἡ Μητέρα ἡμῶν ἡ Γιάτρισσα.

Ὀσμήν εὐωδίας πνευματικῆς, Μῆτερ αποπνέει ἡ εἰκών Σου ἡ θαυμαστῇ ἥτις ἀποδιώκει δαιμόνων τάς παγίδας τῆ χάριτι τῆ θεία, ὦ Παναμώμητε.

Τῆ Σῆ προστασία τῆ μητρική παράσχου ὦ Κόρη τῶν θαυμάτων τάς δωρεᾶς καί πλήρου τάς αἰτήσεις τῶν εὐλαβῶς τιμώντων θείαν Σου εἰκόνα, ὦ Παναμώμητε.

Παρρησίαν ἔχουσα πρός Θεόν, τῶν Σοί προσιόντων τά αἰτήματα συμπαθώς τά πρός σωτηρίαν δίδου ταῖς σαῖς πρεσβείαις, Πανάχραντε Παρθένε Μητέρα Γιάτρισσα.

Τῆς Μητρός Σου Κύριε Ἰησοῦ τάς δεήσεις δέξαι ὑπέρ πάντων Χριστιανῶν ὅτι Αὑτῇ ὡς πύργος φρουρεῖ καί προστατεύει πάσης φθορᾶς καί βλάβης πιστούς τούς δούλους τῆς.

Εἰσάκουσον Μῆτερ πάντων πιστῶν, παρακλήσεις ζώντων στην ἐπίγεια τῆ ζωή, αὐτοί γάρ πολεμοῦνται ὑπό παθῶν ποικίλων κινδύνων καί πταισμάτων καί περιστάσεων.

Ἔχει τό Σόν Πνεῦμα ὁ οὐρανός ἡμεῖς δε πλουτοῦμεν τήν εἰκόνα Σου τήν σεπτήν, ήτινα προσκυνοῦντες μετ' ἀνεικάστου πόθου νῦν εὐλαβῶς τιμῶμεν τήν θείαν μνήμην Σου.

Χαίροις Ὀρθοδόξων ἡ καλλονῇ, πάντων τῶν πιστῶν Σου ἡ ταχείᾳ ἀναψυχή, ὅτι αὑτῶν τά πάθη καί νόσους θεραπεύεις Παρθένε τοῦ Υἱοῦ Σου τῆ θεία χάριτι.

Φύλαττε καί σκέπε ταῖς σαῖς εὐχαῖς, πάντας ὀρθοδόξους τούς τιμῶντας Σε εὐλαβῶς καί πίστει τιμῶντας εἰκόνα Σου Ἀγίαν καί ῥυσέ, Θεοτόκε, ἐκ τῆς κολάσεως.

Νῦν τῆς Θεοτόκου τήν θαυμαστῇ, Γιάτριοσας Μητέρας τήν εἰκόνα τῆς τήν σεπτῇ ἅπαντες πιστοῖ τῆς τιμήσωμεν ἐν πόθῳ τήν θαύματα τελοῦσαν, βρύουσαν χάριτας.

Δέσποινα Φιλάνθρωπε Βασιλεῦ, μή ἀκούσω τότε ἐν ἡμέρα τῆ φοβερᾷ, φωνήν τῆς ὀργῆς Σοῦ, εἰς πῦρ ἀποπέμπουσα, ἀλλ’ οἴκτειρον πρεσβείαις τῆς Κυησάσης Σε.

Ῥῶσιν δός τοῖς δούλοις Σοῦ Μαριάμ, Γιάτρισσα Μητέρα, ὡς τήν χάριν παρά Θεοῦ, τοῦ σῴζειν λαβοῦσα ἀξίως ἐκ κινδύνων τούς τῆ σεπτῇ Εἰκόνι Σου πιστῶς προστρέχοντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενής καί Ἀπόλυσις, μεθ' ἥν ψάλλομεν τό ἑξῆς  Τροπάριον.

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου Σε...

Σκέπη, καταφύγιον φρουρός, τῶν ειλικρινώς Σε τιμώντων, ὑπεράγαθε, σκέπε καί διάσῳζε ἡμᾶς ἑκάστοτε, ολέθριων συμπτώσεων καί πάσης ὀδύνης καί πταισμάτων ἄφεσιν πᾶσιν νῦν διόριζε, μνήμην γάρ τήν Σήν ἐπιτελοῦμεν, ὦ Μητέρα Γιάτρισσα θεῖα, Σύ ὑπάρχεις Ἄχραντε, σπεῦσον δυσωποῦμεν σκέπασε τούς δούλους Σου.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σοῦ καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην Σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Κατεβάστε την Παράκληση





Πηγή
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης