Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Έλωνα Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Έλωνα

Τρι Οκτ 23, 2012 8:48 am
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Έλωνα

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Έλωνα Panagi35

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καί τά ἐξῇς τροπάριαν.

Ἦχος δ'. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.

Τοῦς προσκυνοῦντας τῆν σεπτήν Σου εἰκόνα καί τῆν βοήθειαν Σου ζητοῦντας, ὦ Κόρη, πανευλαβῶς ὦ Μῆτερ ἡμῶν Έλωνα, πάσης ῥυσέ συμφοράς, ἀσθενείας, κινδύνου, ἀπειλῶν καί θλίψεων καί ἐκ πάσης ἀνάγκης, καί ἐν εἰρήνη φύλαττε αὑτούς ὦ Θεοτόκε Μαρία Πανάχραντε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὺ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευϑέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ’ σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καί ὁ Κανών.

Ὠδή ἀ'. Ἦχος πλ. δ'. Ὑγράν διοδεῦσας

Ζωήν ἄνευ λύπης καί συμφοράς, ἀμέτοχον πόνων θλίψεων τε καί πειρασμῶν, ἡμᾶς καταξίωσον ἀνύειν, ὦ Έλωνα ἡμῶν Μῆτερ Πανάχραντε.

Τῆς Σής βοηθείας τῆς θαυμαστῆς πηγήν ἐχαρίσω τήν Εἰκόνα Σου τήν σεπτήν, τοῖς αἰτουμένοις τήν Σήν χάρην, ὦ Έλωνα ἡμῶν Μῆτερ Πανάχραντε.

Τῆς Πελοποννήσου ἡ βοηθός, βοήθησον Μῆτερ τοῖς πλουσίαις Σου δωρεαῖς τούς τήν Σήν βοήθειαν ζητοῦντας Έλωνα ἡμῶν Μῆτερ Πανάχραντε.

Ἡμῖν τοῖς τιμῶσι τήν θαυμαστήν εἰκόνα Σου θείαν πᾶσι δίδου τάς δωρεάς καί σῷζε ἡμᾶς παντός κινδύνου Έλωνα. ἡμῶν Μῆτερ Πανάχραντε.

Ὠδή γ'. Οὐρανίας ἁψῖδος
Αρρωστείας καί πόνου καί χαλεπῆς θλίψεως καί ἐπηρειῶν ψυχοφθόρων ἐχθροῦ τοῦ δολίου, ἡμᾶς ἀπάλλαξον τῆ Σῆ θερμῇ προστασία, Μῆτερ ἡμῶν Έλωνα, τούς Σοι προστρέχοντας.

Ἀσθενοῦσιν τοῖς πᾶσιν ὡς συμπαθῇς χάριζε τήν ὑγείαν Μῆτερ Παρθένε, ψυχῆς καί σώματος  πρός Σε γάρ σπεύδουσιν Έλωνα ἡμῶν Μῆτερ, τό σεπτόν Σου ὄνομα ἐπικαλούμενοι.

Τοῖς πιστοῖς Σου παρέχεις χάριν ἰάσεων ἐκ τῆς Σής Ἀγίας Εἰκόνος, ὦ Μῆτερ Έλωνα καί πᾶσιν χορηγεῖς τήν θεῖα Σου εὐλογία τούς πυρί τῶν θλίψεων κατακαιομένους.

Τοῦ ἐχθροῦ τάς παγίδας νῦν καθ’ ἡμῶν σύντριψον τῆ Σῆ φοβερά προστασία καί βοηθείᾳ Σου, ὦ Έλωνα καί εἰς λιμένα γαλήνια τήν ζωήν ὁδήγησον ἡμῶν δεόμεθα.


Διάσωσον, ὦ Έλωνα ἡμῶν Μῆτερ Θεογεννήτωρ, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων τούς καταφεύγοντας πίστει τῆ χάριτι Σου.

Ἐπίβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ίασε τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β'. Πρεσβεῖα θερμῇ

Πρεσβεία θερμή καί τεῦχος απροσμάχητον ἐλέους πηγή τοῦ κόσμου καταφύγιον ἐκτενῶς βοῶμεν Σοι Θεοτόκε Δέσποινα πρόφθασον καί ἐκ κινδύνων λύτρωσε ἡμᾶς ἡ μόνη ταχέως προστατεύουσα.


Ὠδή δ'.  Εἰσακήκοα Κύριε
Ἀποτίναξον ἀφ’ ἡμῶν βασκανίαν δεινήν, ὦ Πανάχραντε τούς αἰτοῦντας Σήν ἀντίληψιν καί ὑπό τήν σκέπην Σου καταφεύγοντας.

Ὀδυνῶν ἐλευθέρωσον τῶν κατά ψυχήν καί σῶμα, ὦ Δέσποινα πάντας ἡμᾶς, Μῆτερ Έλωνα, τούς τά μεγαλεία Σου δοξάσαντας.

Μαγγανείαν εκδίωξε καί ὑγείας δρόσον ἡμῖν χορήγησον μητρικῇ Σου ἀγαθότητι, τοῖς Σε μεγαλύνουσιν Πανάχραντε.

Πάσης βλάβης διάσῳζε, βασκανίας πάσης καί μαγγγανείας νῦν Θεοτόκε ἀειπάρθενε, τούς ὑπό τήν Σκέπην Σου καταφεύγοντας.


Ὠδή ε'. Φώτισον ἡμᾶς
Τοῖς προστρέχουσιν τῷ ναῶ Σου Ἀειπάρθενε πᾶσιν πλήρου τάς αἰτήσεις συμπαθῶς - Σύ γάρ πάντας ἐλεεῖς, ὦ Μῆτερ Έλωνα.

Θεῖον θησαυρόν τήν Εἰκόνα Σου κατέχοντες ἐκ τῆς χάριτος τῆς Σῆς τάς δωρεᾶς, Μῆτερ Έλωνα χορηγεῖς ἡμῖν πᾶσι νῦν.

Χάριτι τῆ Σῇ τάς ψυχάς ἡμῶν παραμυθείς καί ἐν πάσαις ταῖς ἀνάγκαις βοηθεῖς, τούς ἐν κόσμῳ θλιβομένους, Μῆτερ Έλωνα.

Τήν βοήθειαν οὐρανίου παρακλήσεως τοῖς ἐν πᾶσιν ταῖς τοῦ βίου συμφοραῖς, συμπαθώς ὦ Μῆτερ Έλωνα χορήγησον.


Ὠδή στ'. Τήν δέησιν ἐκχεῶ.
Μαγείας καί φοβεράς βασκανίας καί ποικίλων παγίδων τοῦ δολίου, Έλωνα Πανάχραντε Κόρη καί μαγγανείας φρικτῆς ἐλευθέρωσον τούς καταφεύγοντας πιστῶς πρός τήν Σήν ταχυτάτην βοήθειαν.

Ἐν πίστει τῆ Σῇ εἰκόνι ἐλθόντες καθ’ ἑκάστην ἡμέραν Θεοτόκε ἀπό βαθέων κάρδίας βοῶμεν ἀσθενειῶν, βασκανίας καί θλίψεων ἐλεύθερον καί καθαρόν ἡμῶν τήρει τόν βίον δεόμεθα.

Τοῖς πάσχουσιν τάς ἰάσεις παρέχεις καί νοσοῦσιν ἴασιν τελείαν καί βασκανίας δεινῆς ἐλευθερίαν καί θλιβομένοις ταχεῖαν
ἀντίληψιν  διό τῆ Σῇ εἰκόνι νῦν πᾶς πιστός καταφεύγει καί σῴζεται.

Μανίας τοῦ ἐχθροῦ ἀπειλούσης καί πολεμούσης ἀθλίαν ψυχήν μου καί τό σῶμα, τῆ χάρητί Σου καί εὐλογία θεράπευσον Ἄχραντε ὦ Μῆτερ Έλωνα ἡμῶν καί ἐκ πάσης κακίας με λύτρωσε.


Διάσωσον, ὦ Έλωνα ἡμῶν Μῆτερ Θεογεννήτωρ, ἐκ παντοίων κινδύνων καί περιστάσεων τούς καταφεύγοντας πίστει τῆ χάριτι Σου.

Ἐπίβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ίασε τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β'. Τοῖς τῶν αἱμάτων Σου

Τῆ προστασία Σου Μῆτερ προστρέχοντες ἐλευθερούμεθα παντοίων ἀπειλῶν - διό Σου τήν χάριν κηρύττομεν Έλωνα Μητέρα καλοῦντες Σε. Σύ γάρ ἡμῶν ἡ ἀντίληψις!


Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.(Κεφ. α´ 39-49, 56)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα• καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς• καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν• Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ• Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί• ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν Μονάδι, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεήμον, Ἐλέησόν με, ὁ Θεός,
Ἦχος πλ. β' Ὄλην ἀποθέμενοι

Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνη προστασία, Παναγία δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου· θλίψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.


Ὠδή ἡ᾿. Τόν Βασιλέα
Σῶσον με Κόρη, τῶν ἐπελθόντων κινδύνων καί δεινῆς ἀρρωστίας με ῥυσέ νῦν τῆς ἀπειλούσης ζωήν μου τήν ἀθλίαν.

Χάριτι θεία βοηθείας Σου Κόρη παραμύθησε τήν θλίψῃ τῆς ψυχῆς μου ἶνα Σε δοξάζω, Υπερδεδοξασμένη.

Σήν προστασίαν, Έλωνα ἡμῶν Μῆτερ, αποκτήσαντες ἐν τῷ παρόντι βίῳ, Σε εὐχαριστοῦμεν θερμῶς δοξάζοντες Σε.

Ἴδε ευσπλάχνως, Έλωνα ἡμῶν Μῆτερ, τουςπροστρέχοντας τῆ θεία Σου εἰκόνι, σπεῦσον δώσε πᾶσιν τό μέγα έλεός Σου.


Ὠδή θ'. Κυρίως Θεοτόκον
Ναῶ Σου τῷ Ἁγίῳ προστρέξαντες ὅλοι, ὦ Έλωνα ἡμῶν Μῆτερ Πανάχραντε, τήν πρός ἡμᾶς Σου συμπάθειαν μεγαλύνομεν.

Οἱ ἐν ἀσθενείαις καί ποικίλαις νόσοις καί αρρωστείαις εἰς Σε καταφεύγουσιν, ὦ Έλωνα ἡμῶν Μῆτερ καί θεραπεύονται.

Μητέρα τοῦ Θεοῦ μᾷς, Κυρία τῶν Ἀγγέλων, τῆ χάριτι Σου πιστῶς καταφεύγουσιν, πλήθη πιστῶν Ὀρθοδόξων καί διασῴζονται.

Ὑμνοῦμεν Σου τήν χάριν, Μῆτερ Θεοτόκε, ὦ Έλωνα Παναγία μᾷς Δέσποινα, ὅτι μᾷς περισκέπεις καί σῴζεις πάντοτε.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Ω Θεοῦ Μητέρα καί θαυμαστή, Κεχαριτωμένη καί πιστῶν Σου Μήτηρ σεπτή, ἐν πᾶσι βοήθει τοῖς προσερχομένοις εἰκόνι Σου τῆ θεία, ὦ Μῆτερ Έλωνα.

Ὡς ἔχουσα χάριν ἐκ τοῦ Θεοῦ καί τήν παρρησίαν πρός Υἱόν Σου, ὦ Ἀγαθή, τούς ἐξαιτουμένους τήν Σήν ἐπιστασίαν, ἐλέησον ἐν πᾶσιν, ὦ Μῆτερ Έλωνα.

Έλωνας εἰκόνι τῆ θαυμαστή, πάντες οἱ πιστοί τῆς καταφύ- γωμεν εὐσεβῶς, ἶνα λυτρωθῶμεν κινδύνων τε καί νόσων καί θείας πληρωθῶμεν ἀγαλλιάσεως.

Χαῖρε τῶν Ἀγγέλων τέρψις, σεμνή, χαῖρε τῶν πιστῶν Σου ἡ ταχείᾳ καταφυγή, χαῖρε τῶν ἀρρώστων ἡ ἴασις Παρθένε, ὦ Έλωνα Μητέρα ἡμῶν Πανάχραντε.

Δεῦτε Ὀρθοδόξων αἱ στρατιαί Ἄχραντον Παρθένον Παναγία τήν Έλωνα ὑμνήσωμεν πάντες ὡς Κεχαριτωμένην καί πάντας ἐκ κινδύνων τήν διασῴζουσαν.

Δέξε μου τούς ὕμνους, ὦ Έλωνα, καί τούς δακρυρρόους στεναγμούς μου, Μῆτερ Ἀγνῇ, ὦ Πανάγια ἡμῶν Μῆτερ ἐκ πάσης ἀρρωστίας ἀπελευθέρωσον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν. εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον
Εἰκόνα Σου ἀγίαν, Έλωνα Παμμακάριστε, νῦν πανευλαβώς προσκυνούντεςγεραίρομεν Παρθένε, ἐπέστη γάρ σκέπη πρός ἡμᾶς παρέχουσα θαυμάτων τήν πληθύν. Ἐκ κινδύνων καί νόσων ποικίλων ἡμᾶς ἀπαλλάττουσα εὐχαρίστως βοῶμεν  Δόξα τῷ Σε δοξάσαντι Θεῶ, Δόξα τῷ Σε μεγαλύναντι, Δόξα τῷ παρέχοντι Σοι Ἀγνῇ, χάριν ἰάσεων.

Ἐκτενής καί Ἀπόλυσις, μεθ' ἥν ψάλλομεν τά ἑξῆς

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς τήν θείαν καί σεπτήν κατασπαζομένους Εἰκόνα τήν Σήν, ὦ Έλωνα, ἤνπερ πάντες ἔχομεν ὡς προστασίαν μᾷς, πειρασμῶν ἐλευθέρωσον καί νόσων παντοίων καί πταισμάτων αίτησε ἡμῖν τήν ἄφεσιν, ἶνα μεγαλύνομεν πάντες τά Σά μεγαλεία Παρθένε καί τήν φοβεράν πρός ἡμᾶς προστασίαν Σου.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπό τήν σκέπην σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.



Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης