Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ιεροσολυμίτισσαν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ιεροσολυμίτισσαν

Την / Το Κυρ Οκτ 21, 2012 4:46 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ιεροσολυμίτισσαν

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ιεροσολυμίτισσαν Ieroso10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τούς προσκυνοϋντας σήν αγίαν εικόνα τήν άχειρότευκτον, αγνή Θεοτόκε, εν τω πανσέπτω τάφω σου εν Γεθσημανή σκέπε καί διάσωζε, των Ιεροσολύμων σέμνωμα, κακώσεων, ακηδίας, ραστώνης καί χαμαιζήλων άπαντας παθών, ϊνα σε πόθω ψυχής μεγαλύνωμεν.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
«Ίεροσολυμίτισσα Θεοτόκε, βοήθει μοι. X.»

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ίκάνωσον πάντας τοῦς ευσεβείς τοϋ όφεως τάχος, Θεοτόκε, την κεφαλήν συντρίψαι πτερνίζοντος τό γένος τών χοϊκών, Ίεροσολυμίτισσα.

Έπίβλεψον, Μήτερ, εξ ουρανού καί ίδε τούς πόθω προσκυνούντας τήν σην μορφήν, τήν άνευ χειρός ίστορηθεΐσαν βροτείου, ώ Ίεροσολυμίτισσα.

"Ρανίδας δακρύων μου σών ευχών άπόσμηξον μάκτρω, εύσυμπάθητε Μαριάμ, τού σπεύδοντος χάριτί σου θεία τη μητρική, Ίεροσολυμίτισσα.

Ούράνωσον φρόνημα τών πιστών ποθείν  τά εν πόλω διαμένοντα άκλινώς, καί νέκρωσον λογισμούς άτάκτους σών ικετών, Ίεροσολυμίτισσα.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Σήν εικόνα κατεϊδε, Τατιανή, Δέσποινα, έκπληκτος φωτί ηύγασμένην, ώ ξένου θαύματος, έν τω κελλίω αυτής άνευ χρωστήρος χρωσθεΐσαν χοϊκού, Μητρόθεε, κόσμου βοήθεια.

Ὄλβος πέλει ναού σου τοϋ ιερού τάφου σου τό άχειροποίητον, Μήτερ, θεϊόν σου έκτυπον, ό προσκυνοΰντες πιστώς άναβοώμεν• βοήθει σέ τοΐς μακαρίζουσιν έν βίου κλύδωσι.

Λϋσον της έμπαθείας σών ικετών ζόφωσιν καί ειρήνην τη Εκκλησία δώρησαι, Δέσποινα, ϊνα σέ πάντες ένί στόματι άνευφημώμεν καί μορφήν σου άχραντον κατασπαζώμεθα.

Ύπερύμνητε Μήτερ, Γεθσημανής σέμνωμα, σοϋ τήν άχειρότευκτον όντως κατασπαζόμενοι μορφήν βοώμεν τρανώς• φανέ Ιεροσολύμων, τήν ημών σκοτόμαιναν δίωξον θλίψεων.


Ειρήνευσον ζωήν σών δουλών καί σύντριψον πολεμίους ταΐς πρεσβείαις σου πρός τόν σόν Υιόν τόν ειρήναρχον, άκέστορ σεμνή Ιεροσολύμων.

Έπίβλεψον έν εύμενεία, πανύμνητε Θεοτόκε, έπί τήν έμήν χαλεπήν τοϋ σώματος κακωσιν καί ίασαι τής ψυχής μου τό άλγος.


Αϊτησις καί τό Κάθισμα.
Ηχος β'. Πρεσβεία θερμή.

Λιταΐς σου θερμαΐς, Ίεροσολυμίτισσα, πιστών οί χοροί έ- κάστοτε προσφεύγοντες εύλαβώς κραυγάζομεν• πρός Θεοϋ αίνον χεΐρας άνύψωσον ήμών σήν άχειρότευκτον μορφήν πιστώς προσκυνούντων, Μήτερ άχραντε.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Μητροπάρθενε Δέσποινα, τάφω έν πανσέπτω σου άσπαζόμενοι, Ιεροσολύμων κλέϊσμα, σήν εικόνα χάριτος πληρούμεθα.

Ίεροσολυμίτισσα, Παναγίου Τάφου τήν αδελφότητα, Θερμοπύλας τήν φυλάττουσαν πίστεως ένίσχυε καί κράτυνε.

Τήν εικόνα σου, άχραντε, τήν αχειροποίητον καί πανθαύμαστον προσκυνοΰντες άπολαύομεν πλούτου δωρεών τής συμπαθείας σου.

’Ιαμάτων ή χάρις σου ποταμός αστείρευτος ώφθη άπασιν, ώ Ίεροσολυμίτισσα, άλγεινως νοσοΰσι, χαριτόβρυτε.


Ὠδή ε´. Φώτισον ἡμᾶς.
Στήριξον ήμάς έν τη πίστει βακτηρία σου προσευχών πρός τόν Υιόν σου καί Θεόν τούς ύμνουντάς σε, Ίεροσολυμίτισσα.

Στέψον τούς πιστώς προσκυνοΰντάς σου τό έκτυπον τό σεπτόν άφθάρτω στέφει, ούρανών Βασιλίς κλεινή, Ίεροσολυμίτισσα.

"Ανωθεν ήμϊν φως, Ίεροσολυμίτισσα, έγρηγόρσεως κατάπεμψον ταχύ τοΐς έν ζόφω ακηδίας, φεϋ, καθεύδουσι.

Θραΰσον τούς δεσμούς άμαρτίας μου καί έλκυσον τόν σόν πρόσφυγα πρός δόμους ούρανών, θεοτίμητε Ίεροσολυμίτισσα.


ᾨδὴ ς´. Τὴν δέησιν ἐκχεῶ.
Έπάκουσον τής φωνής δεήσεως τών πιστώς άσπαζομένων εικόνα σήν άχειρότευκτον, Θεογεννήτορ, Τατιανήν ή σή θέα εύφράνουσα τη λελουσμένη άστραπαΐς θεϊκαΐς, Ίεροσολυμίτισσα.

Ούς άπασι τάχιστα εύήκοον κλΐνον τοΐς έπιζητοϋσι σήν χάριν καί σήν άντίληψιν καί προστασίαν, Μήτερ Θεού,
Παισίου αγλάισμα του ’Αθωνίτου νεαυγους άσκητου, Ίεροσολυμίτισσα.

Τω άρτω με σών ευχών διάθρεψον τόν πενόμενον οικέτην σου, Μήτερ, ή τών πιστών οικονόμος οξεία καί τών προσφύγων σου διαχειρίστρια, σοϋ τάφου έν Γεθσημανή θησαυρέ, Ίεροσολυμίτισσα.

Όδήγησον πάντων διαβήματα πρός λειμώνας αφθαρσίας παντέρπνους τούς προσκυνοϋντας μορφήν σου, Παρθένε, τήν ιλαράν, Ίεροσολυμίτισσα, όμβροβλυτοϋσαν τοΐς πιστοΐς τοϋ Υίοϋ σου τό αμετρον έλεος.


Ειρήνευσον ζωήν σών δούλων καί σύντριψον πολεμίους ταΐς πρεσβείαις σου πρός τόν σόν Υιόν τόν ειρήναρχον, άκέστορ σεμνή Ιεροσολύμων.

Αχραντε, ή διά λόγου τόν Λόγον άνερμηνεύτως έπ’ έσχάτων τών ημερών τεκοϋσα, δυσώπησον ώς έχουσα μητρικήν παρρησίαν.

Αΐτησις καί τό Κοντάκιον.
’Ήχος β'. Τοΐς τών αίμάτων σου.

Τήν άχειρότευκτον θείαν εικόνα σου, περικλεές Ίεροσολυμίτισσα, διακοσμούσαν τόν πάνσεπτον τάφον σου πανευλαβώς οι πιστοί άσπαζόμενοι χάριν τήν σήν δαψιλώς έκδεχόμεθα.


Προκείμενον.
Μνησθήσομαι τοϋ ονόματος Σου έν πάση γενεά καί γενεά.
Στίχος. Τό πρόσωπόν σου λιτανεύσουσιν οί πλούσιοι του λαού.

Εύαγγέλιον εκ του κατά Λουκάν.(Κεφ. a 39-49, 56)

Έν ταϊς ήμέραις έκείναις, άναστάσα Μαριάμ έπορεύθη εις τήν όρεινήν μετά σπουδής εις πόλιν Ιούδα, καί εισήλθεν εις τόν οίκον Ζαχαρίου καί ήσπάσατο τήν Ελισάβετ. Καί έγένετο ώς ήκουσεν ή Ελισάβετ τόν ασπασμόν τής Μαρίας, έσκίρτησε τό βρέφος έν τή κοιλία αυτής• καί έπλήσθη Πνεύματος αγίου ή Ελισάβετ καί άνεφώνησε φωνή μεγάλη καί ειπεν• εύλογημένη σύ έν γυναιξί καί ευλογημένος ό καρπός τής κοιλίας σου. Καί πόθεν μοι τούτο ϊνα έλθη ή μήτηρ τού Κυρίου μου πρός με; ’Ιδού γάρ ώς έγένετο ή φωνή τού ασπασμού σου εις τά ώτα μου, έσκίρτησε τό βρέφος έν αγαλλιάσει έν τή κοιλία μου. Καί μακαρία ή πιστεύσασα ότι έσται τελείωσις τοΐς λελαλημένοις αύτή παρά Κυρίου. Καί είπε Μαριάμ• μεγαλύνει ή ψυχή μου τόν Κύριον καί ήγαλλίασε τό πνεύμα μου έπί τω Θεω τω σωτήρί μου, ότι έπέβλεψεν έπί τήν ταπείνωσιν τής δούλης αύτού. ’Ιδού γάρ άπό τοϋ νϋν μακαριοϋσί με πάσαι αί γενεαί• ότι έποίησέ μοι μεγαλεία ό δυνατός καί άγιον τό όνομα αύτού. Έμεινε δέ Μαριάμ σύν αύτή ώσεί μήνας τρεις καί ύπέστρεψεν εις τόν οίκον αύτής.

Δόξα.
Ταϊς τής Θεοτόκου, τής Γεθσημανητίσσης, πρεσβείαις, Έλεήμον, ρύσαι βλάβης με πλάνου.

Καί νϋν.
Ταϊς τής Θεοτόκου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη των έμων εγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Σήν αχειροποίητον καί παναγίαν εικόνα, τήν κοσμούσαν τάφον σου τόν σεπτόν, Παντάνασσα, άσπαζόμενοι εύλαβώς κράζομεν• Κεχαριτωμένη, ω Ίεροσολυμίτισσα, ώς πάλαι ηύφρανας τήν Τατιανήν κατιδοΰσάν σε μονάστριαν πυρσεύμασι περιηυγασμένην καί χάριτι χαραχθεΐσαν θεία άφράστως έν κελλίω τω αυτής οϋτω κάμέ περιαύγασον φέγγει προστασίας σου.

Σώσον, ό Θεός, τόν λαόν Σου...

Ώδή ζ'. Οί έκ τής Ίουδαίας.

Κατ’ έχθρών αοράτων νίκας δίδου, Παρθένε, τοΐς σοί προσφεύγουσι καί πόθω σήν εικόνα τήν Ιεροσολύμων θείαν κλήσιν κατέχουσαν άσπαζομένοις πιστώς, Κυρία Θεοτόκε.

Εύσυμπάθητε Μήτερ, σωφροσύνης πυξία ήμάς άνέδειξον τούς σέ ύμνολογούντας έκάστοτε καί πόθω έκζητοϋντας τήν χάριν σου, ίνα τοϋ βίου σοφώς άνύσωμεν τήν τρίβον.

Βάθρον τής παρθενίας, Παναγία Παρθένε, τούς καταφεύγοντας τή πανσθενεΐ σου σκέπη άγνείας μυροθήκας ήδυπνεύστους άνάδειξον διώκουσα τών παθών ήμών τήν δυσωδίαν.

"Ορμον χειμαζόμενων έν θαλάσση τοϋ βίου αεί σε έγνωμεν, τών Ιεροσολύμων έπώνυμε Παρθένε• οθεν πόθω βοώμέν σον κατάπαυσον τών παθών τάς τρικυμίας, Μήτερ.


Ώδή η'. Τόν Βασιλέα.
Ή έν ταϊς λύπαις πιστών χορεία, Παρθένε, τη ση χάριτι σπεύδουσα κράζει• δεΐξόν μοι άφάτου χαράς σκηνάς, Παρθένε.

Θεογεννητορ, παϋσον ροάς τών δακρύων οικετών σου πιστώς προσκυνούντων σήν μορφήν έν τάφφ Γεθσημανή σεπτώ σου.

Έν ταϊς άνάγκαις σέ οικονόμον γινώσκω καί ιάτειραν έν άσθενείαις χαλεπαϊς ό πρόσφυξ της χάριτός σου, Μήτερ.

Ίλάσθητί μοι τω προσκυνοϋντι μορφήν σου, ήν βροτών ούκ έχάραξε, Μήτερ, χείρ, εύλογημένη, Γεθσημανής κοσμήτορ.


Ώδή θ'. Κυρίως Θεοτόκον.
Μετόχους άθανάτων άγαθών σούς δούλους, Μήτερ Θεού, Ίεροσολυμίτισσα, τούς προσκυνοϋντας εικόνα τήν σήν άνάδειξον.

Ούδόλως άνανεύων σχέσεως τοϋ πλάνου σήν μητρικήν, Ίεροσολυμίτισσα, αιτοϋμαι χάριν καί κράζω• λϋσον μου πώρωσιν.

Ίάτρευσον πληγάς μου τοϋ τραυματισθέντος νοός έχθροϋ, Ίεροσολυμίτισσα, απάτη κράζω ό τάλας δούλος σής χάριτος.

Χαρας άστασιάστου πρόξενε, Παρθένε, των ευσεβών, Ίεροσολυμίτισσα, τών λυπηρών σών προσφύγων άχλύν έκδίωξον.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεύτε, άσπασώμεθα τήν μορφήν της άειπαρθένου, ποιηθεΐσαν άνευ χειρός αληθώς βροτείου έν Ίεροσολύμοις, καί έχουσαν τήν κλήσιν αύτών τήν πάνσεπτον.

Χαίροις της νεότητος ποδηγός πρός τήν σωτηρίαν καί προ- στάτις καί άρωγός σοί τών προσφευγόντων έν πάσαις βίου ζάλαις, Γεθσημανής κοσμήτορ, πάνσεπτε Δέσποινα.

Τήν σεπτήν μορφήν σου, ήν τω φωτί περιηυγασμένην έν κελλίω Τατιανή τώ αύτής κατεΐδεν έν πίστει προσκυνούμεν, Κυρία Θεοτόκε, ώς άχειρότευκτον.

Σήν προσωνυμοΰσαν, Μήτερ Θεού, Ίεροσολύμοις προσκυνοϋντες πανευλαβώς θαυμαστήν εικόνα λαμβάνομεν άφθόνως τήν έξ αύτής τοΐς πάσι χάριν έκβλύζουσαν.

Δεύτε, άσπασώμεθα εύλαβώς σήν σεπτήν εικόνα έν τώ τάφω Γεθσημανή, Ιεροσολύμων λαμπράν προσωνυμίαν τήν φέρουσαν, Παρθένε, Θεογεννήτρια.

Παρειμένον ήγειρας θαυμαστώς έν τή Βουλγαρία καί ήνέωξας οφθαλμούς έν αύτή άρτίως τυφλής κατασπασθείσης σόν έκτυπον, Παρθένε, τό άχειρότευκτον.

Δεϊξον τοΐς προστρέχουσιν εύλαβώς σώ πανσέπτω τάφω προσκυνήσαι τήν σήν μορφήν τρίβον τήν εύθεΐαν άπάγουσαν πρός πόλον, τών Ιεροσολύμων κλέος, Παντάνασσα.

Πάσαι τών Αγγέλων αί στρατιαί, Πρόδρομε Κυρίου, ’Αποστόλων ή δωδεκάς, οί "Αγιοι πάντες, μετά της Θεοτόκου ποιήσατε πρεσβείαν εις τό σωθηναι ημάς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

καί τό Άπολυτίκον.
Ἤχος πλ. α'. Τόν συνάναρχον Λόγον.

Βοηθήσαι σοϊς πρόσφυξι σπεϋσον, Δέσποινα, τοΐς εύλαβώς προσκυνοϋσι έν τάφω Γεθσημανη τω πανσέπτω σήν μορφήν αχειροποίητον, ομβροβλυτοϋσαν δαψιλώς ιαμάτων οχετούς καί νάματα συμπαθείας τοΐς σέ ύμνοϋσι, Παρθένε, λαμπρώς, Ίεροσολυμίτισσα.

’Εκτενής καί Άπόλυσις, μεθ’ ήν ψάλλομεν τό έξης•

Ἤχος β'. "Οτε έκ τοϋ Ξύλου.

Σήν άχειροποίητον μορφήν, Μήτερ τοϋ Θεοΰ τοϋ Ύψίστου, κατασπαζόμενοι θησαυρόν ύπάρχουσαν όντως πολύολβον τοϋ ναού τοϋ αγίου σου έν τάφω σεπτώ σου δύναμιν λαμβάνομεν τήν άπορρέουσαν έξ αύτής καί πόθω βοώμεν• Χαΐρε, Παναγία Παρθένε, ἀγλαή Ίεροσολυμίτισσα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Ειρηναίον, Ίεροσολυμίτισσα, Πατριάρχην
σκέπε, βοα Χαραλάμπης.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης