Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιο Ιωάννη τον Ρώσον Empty Παρακλητικός Κανών εις τον Όσιο Ιωάννη τον Ρώσον

Κυρ Νοε 18, 2012 10:55 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός Κανών εις τον Όσιο Ιωάννη τον Ρώσον

Ποίημα ΔΑΝΙΗΛ Μοναχού

Παρακλητικός Κανών εις τον Όσιο Ιωάννη τον Ρώσον Ioanni11

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια˙

Ἦχος δ΄ πρός τό Τῆ Θεοτόκῳ ἐκτενῶς.

Τῷ Ἰωάννη οἱ πιστοί νῦν προσδράμωμεν, οἵ ἔν δεινοῖς καί συμφοραῖς, καί προσπέσωμεν, ἔν εὐσεβείᾳ κράζοντες, ἐκ βάθους ψυχῆς Ὅσιε, βοήθησον, ἐφ’ ἡμῖν σοῖς ἱκέταις, πρόφθασον καί λύτρωσαι τῆς παρούσης ἀνάγκης μή παραβλέψης δέησιν οἰκτράν τῶν προσφευγόντων τῆ σκέπη σου, Ἅγιε.

Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ο Κανῶν.

Ὠδή α΄ Ἦχος πλ. δ΄.'Υγράν διοδεύσας.

Δειναῖς πιεζόμενος συμφοραῖς, πρός σέ έπιρρίπτω, καί τό σῶμα καί τήν ψυχήν δεόμενος σοΰ, ὅσιε Πάτερ, ἐκ λυπηρῶν καί δεινῶν με λυτρώσασθαι.

Σαρκός με τοΰ κλύδωνος προσβολή, μάκαρ Ἰωάννη, ἐκταράττει διηνεκῶς, είρήνευσον Πάτερ, τῆ γαλήνη, ταῖς τοΰ Θεοΰ συμπαθέσι πρεσβείαις σου.

Δαιμόνων τά στίφη τά πονηρά, καταπολεμοῦσι, τόν σόν δοῦλον ἀνηλεῶς• κατάλυσον τούτους τῆ δυνάμει, τῆ τοΰ Σταυροῦ φιλανθρώποις πρεσβείαις σου.

Θεοτοκίον.
Παρθένε, ἤ πύλη ἤ τού Θεοῦ, ἀνοίξων μοι πύλην, εὐσπλαγχνίας καί ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τῆ μητρική παρρησία σου ῥῦσαι με.


Ὠδή γ'. Οὐρανίας ἁψῖδος.
Πονηρίας άνθρώπων ὀδυνηρῶν πάντοτε, ἀπειλάς πνεόντων δυσφήμως, σύ με διάσωσον, τήν αὑτῶν θηριώδη μανίαν διασκεδάσας, εὐσεβῶν τό στήριγμα, Πάτερ πανένδοξε.

Εὐτρεπίσας πανσόφως τό τῆς ψυχῆς οἴκημα, καί διαφερόντως κοσμήσας θεομακάριστε, χάριν τοΰ Πνεύματος εἰσδεδεγμένος ώράθης, καί φωτός πληρέστατος, ὦς στῦλος πύρινος.

Θεοτοκίον.
Καθαρᾶς παρθενίας ἀποπεσών, Πάναγνε, ὅλως ἐμολύνθην τῷ πάθει, τῆς ἀσωτίας μου ἤ τετοκυίᾳ κριτήν, ἁμαρτανόντων άνθρώπων, πάσης κατακρίσεως, Παρθένε, σῶσον με.


Διάσωσον ἀπό κινδύνων τούς δούλους σου, Θεοφόρε, τούς ἔν πίστει εἰλικρινεῖ πρός Σε καταφεύγοντας, ὦς ἕτοιμον βοηθόν ἔν ἀνάγκαις.

Ἐπίβλεψον ἔν εύμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄Τα ἄνω ζητῶν.

Προστάτης θερμός καί πύργος άπροσμάχητος, ἐδείχθης, σοφέ, τοῖς πίστει ἐκβοῶσι σοι, καί σεπτῶς κραυγάζουν, Θεοφόρε Ἰωάννη, πρόφθασον καί ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἀεί τῆ Τριάδι παριστάμενος.


Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Ἰαμάτων χαρίσματα, τῷ σεπτῷ τεμένει σου οἵ προσφεύγοντες, ἀρυόμεθα εὐφρόσυνα, καί δοξάζομεν σε θαυματόβρυτε.

Καππαδοκῶν συστήματα, καί τῶν Προκοπέων πλήθη τά εὐλαβῆ, ἀντιλήπτορα γινώσκουσι, καί προστάτην πάντες εὐφημοῦσι σε.

Διαβάς άνδρικώτατα, νέφος τῆς σαρκός σου διά τῆς πράξεως, εἵσω γέγονας ἀοίδιμε, τοῦ φωτός τού θείου, ὦς ἐπόθησας.

Θεοτοκίον.
Οἶκος γέγονας, ἄχραντε, τοῦ Θεοῦ τῶν ὅλων ὦς Ἀειπάρθενος οἶκον ὅθεν με άνάδειξον, ἀρετῶν ἐνθέων, θεῖα χάριτι.


Ὠδή ε΄Φώτισον ἡμᾶς.
Φρούρησον ἡμᾶς ταῖς πρεσβείαις σου, μακάριε, καί τῷ βραχίονι σου τῷ κραταιῶ, πικρούς δαίμονας κατάβαλε, ὑπερθαύμαστε.

Δώρησαι ἡμῖν, τήν ὑγείαν δεομένοις σου, καί τῆς ψυχῆς καί τού σώματος ἀεί, καί τήν μυρόπνοον ῥῶσιν, πάτερ πανόλβιε.

Ἴασαι λαόν προσδραμόντα σοι, θαυμάσιε καί λοιμικῆς νόσου καί πυρετῶν, καί ἀλγηδόνων παντοίων ὅλως διάσωσον.

Θεοτοκίον.
Χαίρει ἐπί σοί, Θεοτόκε, κτίσις ἅπασα, τῶν Ἀγγέλων τά συστήματα, καί τῶν ἀνθρώπων γλῶσσαι πᾶσαι δοξάζουσι.


Ὠδή στ΄Την δέησιν ἐκχεῶ.
Θαυμάτων σε θησαυρόν ἐπίσταμαι, καί πηγήν τῶν ἀγαθῶν, Ἰωάννη ἀρρωστιῶν, ἰατρεύοντα πάθη, καί ἐνεργείας δαιμόνων ἐλαύνοντα καί δέομαι σωθῆναι νῦν, ἐκ φθορᾶς με κακῶν, χαριτώνυμε.

Προστάτην σε τῶν πτωχῶν κηρύττομεν, καί φρουρόν Καππαδοκίας ἀπᾴσῃς, τῶν πειρασμῶν διαλύοντα ὄχλον, καί δυσσεβῶν ἐπηρείας διώκοντα καί πάντας νῦν τούς εὐσεβεῖς, τῶν δεινῶν λυτρωθῆναι δεόμεθα.

Λιμένα σε ἔν κινδύνοις ἔχομεν, καί ἔν θλίψεσι προστάτην, παμμάκαρ, καί παντελῆ συμφορῶν σωτηρίαν, καί ποταμόν δωρεῶν ἀνεξάντλητον, καί βρύσιν εὐεργεσιῶν, καί πηγήν ἰαμάτων άένναον.

Θεοτοκίον.
Ἀγκάλαις σου καί μαστοῖς, ὦ Δέσποινα, τῷ Υίώ σου μεσιτεύουσι δεῖξον, σοῖς τέκνοις τά ἐκείνου Παρθένε, σταυρόν καί λόγχην καί σπόγγον καί κάλαμον, οὕτως δι’ ιλέωσον αὑτόν, ἐφ’ ἡμῖν τοῖς πολλά ἁμαρτήμασι.


Διάσωσον ἀπό κινδύνων τούς δούλους, ἀθλοφόρε, τούς ἔν πίστει εἰλικρινεῖ πρός σε καταφεύγοντας, ὦς ἕτοιμον βοηθόν ἔν ἀνάγκαις.

Ἄχραντε, ἤ διά λόγου τόν Λόγον άνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὦς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον. Ἦχος β΄.
Προστασία τῶν χριστιανῶν ἀκαταίσχυντε, μεσιτείᾳ πρός τόν Ποιητήν ἀμετάθετε, μή παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἄλλα πρόφθασον ὦς ἀγαθῇ, εἰς τήν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι- Τάχυνον εἰς πρεσβείαν, καί σπεῦσον εἰς ἱκεσίαν, ἤ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων σε.


Καί εὐθύς τό προκείμενο
Τίμιος ἐναντίον Κυρίου ὅ θάνατος τοῦ ὁσίου αὑτοῦ.

Εὐαγγέλιον Ἐκ τοῦ κατά Λουκᾶν (Κεφ.6,17-23)

Τῷ καιρῶ ἐκείνῳ ἔστη ὅ Ἰησοῦς ἐπί τόπου πεδινοῦ καί ὄχλος μαθητῶν αὑτοῦ καί πλῆθος πολύ τοῦ λαοῦ ἀπό πάσης τῆς Ἰουδαίας καί Ἱερουσαλήμ καί τῆς παραλίου Τύρου καί Σιδῶνος• ὁΐ ἦλθον ἀκοῦσαι αὑτοῦ καί ἰαθῆναι ἀπό τῶν νόσων αὑτῶν, καί οἵ ὀχλούμενοι ὑπό πνευμάτων ἀκαθάρτων, καί ἐθεραπεύοντο. Καί πᾶς ὅ ὄχλος ἐζήτει ἅπτεσθαι αὑτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καί ἰᾶτο πάντας. Καί αὑτός ἐπάρας τούς ὀφθαλμούς αύτού εἰς τούς μαθητάς αὐτοῦ ἔλεγε Μακάριοι οἵ πτωχοί ὅτι ύμετέρα ἔστιν ἤ βασιλεία τού Θεοῦ. Μακάριοι οἵ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε. Μακάριοι οἵ κλαίοντες νῦν ὅτι γελάσετε. Μακάριοί ἔστε ὅταν μισήσωσιν ὑμᾶς οἵ ἄνθρωποι, καί ὅταν ἀφορίσωσιν ὑμᾶς καί ὀνειδίσωσι καί ἐκβάλωσι τό ὄνομα ὑμῶν ὦς πονηρόν ἕνεκα τού υἱοῦ τοῦ άνθρώπου. Χαίρετε ἔν ἐκείνῃ τῆ ἥμερα καί σκιρτήσατε ἰδού γάρ ὅ μισθός ὑμῶν πολύς ἔν τῷ ούρανώ.

Δόξα.
Ταῖς τοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Ελεήμον,ελέησον με ὁ Θεός.....
Ἦχος β΄Όλην ἀποθέμενοι.

Μή ἀποστερήσῃς με, τῆς σής θερμῆς προστασίας, Ἰωάννη ὅσιε, ἄλλα θραῦσον δέομαι τῆ ἰσχύϊ σου, θράση τά ἀνίσχυρα, καί τά τοξεύματα, τῶν δαιμόνων τά ἀνέλπιστα νόσων ἀπάλλαξον, καί πειρατηρίων καί θλίψεων, καί πάντας έλευθέρωσον, τῶν σατανικῶν ἐπιθέσεων ϊνα σε γεραίρω, καί πόθῳ ἀνυμνῶ καί προσκυνῶ, καί μεγαλύνω σου, "Ἅγιε, ἔργα τά θεάρεστα.

Σῶσον ὁ Θεός τόν λαό σου.......

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τήν ψυχήν θυμηδίας, καί χαράς ἀπᾴσῃς άνάδειξόν ἔμπλεω, θεόφρον Ἰωάννη, τῶν σέ θερμῶς ὑμνούντων, καί βοᾶν ἀεί δίδαξον ὅ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εΐ.

Λαμπρυνθείς τῷ σῶ πάθει, σκοτισθέντα με ἁμαρτήμασι λάμπρυνον, τόν πόθῳ προσιόντα, τῷ σῶ σεπτῷ λειψάνῳ, καί κραυγάζειν άξίωσον ὅ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εΐ.

Πειρασμῶν καί κινδύνων, καί ἀνάγκης καί θλίψεως έλευθέρωσον, καί βλάβης τῶν δαιμόνων, τούς σή σεπτῇ θαρροῦντας, καί ἔν πίστει κραυγάζοντας τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εΐ.

Θεοτοκίον
Τῶν ἀνθρώπων ὅ πλάστης, ἔν γαστρί σου σκηνώσας, θεοχαρίτωτε, ἁπάντων προστασίαν, τῶν ζάλαις κλονουμένων, καί βοώντων ἀξίωσον ὅ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εΐ.


Ὠδή η΄Τον βασιλέα τῶν οὐρανῶν.
Τοῖς ποντουμένοις βιωτικαῖς τρικυμίαις, χεῖρα δίδου, παμμάκαρ, ὑμνοῦσι, καί ὑπερυψοῦσι Χριστόν εἰς τούς αἰῶνας.

Τῷ σῶν λειψάνων τῶν εὐαγῶν ἁπτομένους, εὐωδίας πλήρωσον θείας, Κύριον ὑμνοῦντες πιστῶς εἰς τούς αἰῶνας.

Τούς δεομένους ἐκτενῶς, Θεοφόρε, καί τήν χάριν αἰτοῦντας προσδέχου, καί δοξολογούντας Θεόν εἰς τούς αἰῶνας.

Θεοτοκίον.
Τῶν μολυσμάτων μου τήν καρδίαν, Παρθένε, μετανοίας καθάρισον νίπτροις, ἶνα σε δοξάζω εἰς πάντας τούς αἰῶνας.


Ὠδή θ'. Κυρίως Θεοτόκον.
Ἀστέρα, Ἰωάννη, σέ σημειοφόρον ὁμολογοῦμεν ἡμῖν φῶς αὐγάζοντα, οἱ εὐσεβεῖς ὀρθοδόξως Χριστῷ λατρεύοντες.

Ἐν σάλω θεοφόρε, τοῖς κυματουμένοις, πολλῶν κακῶν σοῖς ἱκέταις βοήθησον, διασκεδάζων τά βέλη τοῦ πολεμήτορος.

Τήν δέησιν μου δέξαι, τοῦ ταπεινωθέντος καί χαλεπῶν, θεοφόρε, κακώσεων, καί ἁμαρτίαις με λύτρωσαι.

Θεοτοκίον.
Ἐλπίδα σωτηρίας, τῶν ἐκπεπτωκότων αἵ γενεαί, Θεοτόκε, γινώσκουσαι, διά παντός ὁμοφρόνως σε μακαρίζουσιν.


Εἶτα ἀσπαζομένων τῶν προσκυνητῶν τό τοῦ Ὁσίου λείψανον, ψάλλομεν τά παρόντα πρός τό.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί.



Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Τούς συναθροισθέντας τό σῶ ναῷ, ἀοράτων πάντας, ὁρατῶν τε ἐπιβουλῆς, ἡμᾶς τυραννούντων δεόμεθα ῥυσθῆναι, ὑπό τήν σήν αἰγίδα θερμῶς προσφεύγοντας.

Τά πεπυρωμένα βέλη ἐχθροῦ, βροτοκτόνου, πάτερ, άπομάκρυνον ἀφ’ ἡμῶν, ταῖς πρός τήν Τριάδα, θερμαῖς σου ἱκεσίαις, ὅπως ῥυσθέντες τούτων, σέ μεγαλύνωμεν.

Τόν ἀστέρα πάντες τόν φαεινόν, τόν ἐκ Προκοπίου, ἀπαστράψαντα νοητώς, ὁσίων τό κλέος, καί Καππαδοκῶν δόξαν, τόν θεῖον Ίωάνην ὕμνοις τιμήσωμεν.

Αἴτησαι εἰρήνην παρά θεοῦ, πνευμάτων γαλήνην, μέχρι τέλους ὑπομονήν ψυχῶν σωτηρίαν, ἡμῖν τοῖς σοῖς ἱκέταις, τοῖς εὐφημοῦσι πόθῳ τά σά θαυμάσια.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυ ρίου, Ἀποστόλων ἤ δωδεκάς, οἵ "Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ήμάς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριᾶς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον Ὁσίου. Ἦχος δ'. Ταχύ προκατάλαβε.
Ἐκ γῆς ὅ καλέσας σε, πρός οὐρανίους Μονάς, τηρεῖ καί μετά θάνατον ἀδιαλώβητον τό σκῆνος Σου Ὅσιε. Σύ γάρ ἔν τῆ Άσία ὦς αἰχμάλωτος ἤχθης, ἔνθα καί ᾠκειώθης τῷ Χριστῷ Ἰωάννη. Αύτον οὖν ἱκέτευε, σωθῆναι τάς ψυχάς ήμών.

Ἐκτενής καί Ἀπόλυσις, μεθ' ἥν ψάλλομεν τά ἑξῆς

Ἦχος β'. ΄Ότε ἐκ τοῦ ξύλου σε νεκρόν.

Δεῦτε προσκυνήσωμεν, πιστοῖ, καί μετ' εὐλαβείας καί πόθου κατασπαζόμενοι, λείψανον περίσεπτον καί πανυπέρτιμον, Ἰωάννου θεόφρονος, ἁγνίσωμεν χείλη, ὄμματα καί μέτωπα, καί ἱκετεύσωμεν, ὅπως καί ἡμᾶς ἀξιώσῃ, τέλους σωτηρίου καί θείου, ταῖς αὐτοῦ πρός Κύριον δεήσεσιν.

Ἄνω τῶν Ἀγγέλων τοῖς χοροῖς, καί τῶν ἀθλοφόρων τοῖς δήμοις, ἤ σή ἅγια ψυχή, τέρπεται μακάριε, καί συναγάλλεται καί ὁσίων τοῖς πλήθεσι, χοροῖς προφητῶν τε, καί ἱεραρχῶν ὁμοῦ τοῖς θείοις τάγμασι κάτω δέ τό πάνσεπτον σῶμα, ὕμνοις καί ᾠδαῖς ἐπαξίως, ὑφ’ ἡμῶν τιμώμενον δοξάζεται

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπό τήν σκέπην σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.



Παρακλητικός Κανών εις τον Όσιο Ιωάννη τον Ρώσον Rossos10
[/size]

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης