Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιο Παχώμιο ο εν Χίο Empty Παρακλητικός Κανών εις τον Όσιο Παχώμιο ο εν Χίο

Σαβ Νοε 16, 2019 9:01 am
Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Παχώμιον τον αρτίως εν Χίω ασκήσαντα.

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις τον Όσιο Παχώμιο ο εν Χίο Aa_aoa10
Εορτάζετε 14 Οκτωβρίου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

Τῆς ἰσαγγέλου ἐραστὴν πολιτείας καὶ ζηλωτὴν τῶν ἀσκητῶν τῆς ἐρήμου, θεοειδῆ Παχώμιον, τῆς Χίου βλαστὸν, ῥόδα ἑξανθήσαντα, ἐν Χριστῷ ἀπαθείας, ἐν ἐσχάτοις ἔτεσιν, εὐφημήσωμεν πόθῳ· ἀναβοῶντες πρέσβευε Χριστῷ, ὑπὲρ προσφύγων θερμῶν σου, Παχώμιε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα  ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Παχώμιε, ἀρετὴ συνοικεῖν ἀξίωσόν με. Χ. Μ.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Παχώμιε ὅσιε ἀσκητά, φωστὴρ μονοτρόπων καὶ τῶν πάλαι ἡσυχαστῶν ὁμόζηλε, δεῖξόν μοι τὴν τρίβον, πρὸς ἀρετῆς καὶ σοφίας ἀπόκτησιν.

Ἀκτῖσι λαμπόμενος ἀρετῆς, Παχώμιε μάκαρ, πρὸς σκηνώματα οὐρανῶν, ἀνῆλθες Χριστὸν καθικετεύειν, ἡμῶν σκεδάσαι παθῶν τὴν σκοτόμαιναν.

Χιόνος, Παχώμιε, σὴν στολὴν ψυχῆς, λαμπροτέραν καταδείξας ἀσκητικοῖς καμάτοις, ἀξίωσον φορέσαι καὶ σοὺς ἱκέτας στολὴν χιονόχροον.

Θεοτοκίον.
Ὡς Μήτηρ ἁπάντων Χριστιανῶν, ἁγνὴ Θεομῆτορ, ἐν ἀγκάλαις Σου μητρικαῖς νεότητα βάσταξον, Παρθένε, τὴν εὐμετάβολον καὶ ἐμπερίστατον.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Μοναζόντων ἀλεῖπτα, χειραγωγὸς ἄριστος, ὤφθης Νεκταρίου τοῦ θείου πρὸς βίον κρείττονα· διὸ βοῶμεν θερμῶς καί τοῖς ἱκέταις σου δεῖξον, ἀτραπὸν σωτήριον, πάτερ Παχώμιε.

Ἱκετεύομεν μάκαρ, περιφανὲς βλάστημα τῆς Ἐλάτης καὶ νήσου Χίου ἔμπνουν θησαύρισμα, τῶν γηγενῶν οἱ χοροί, σὲ νῦν Παχώμιε· πέμψον πᾶσι τοῖς τιμῶσί σε χάριν καὶ ἔλεος.

Ἐνδιαίτημα θεῖον καὶ ἱερὸν καύχημα, Σάββα τοῦ Ὁσίου τῆς Λαύρας, σῶφρον Παχώμιε, λῦσον ἡμῶν συνοχήν τῶν λυπηρῶν καὶ τὴν ζάλην κατωδύνων θλίψεων, σαῖς παρακλήσεσι.

Θεοτοκίον.
Ἀλγηδόνων με ῥῦσαι σωματικῶν, Δέσποινα, καὶ τῶν ψυχικῶν μου τραυμάτων τάχος θεράπευσον, οὐλὰς φαρμάκῳ τῶν Σῶν ἱκεσιῶν πρὸς τὸν μόνον, ἰατρὸν τῆς κτίσεως καὶ θεῖον Τόκον Σου.


Ἁγίασον, τοὺς καταφεύγοντας πίστει σῇ προστασίᾳ καὶ τιμῶντάς σε ἀκλινῶς, θεόφρον Παχώμιε, ὡς λύχνον νεόφωτον εὐσεβείας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Πατέρων Τριῶν σπηλαίου Χίου ἔνοικε, φωστὴρ ἀσκητῶν, Παχώμιε τρισόλβιε, τῷ Κυρίῳ πρέσβευε, ἵνα βίου πέλαγος πλεύσωμεν, οἱ σὲ τιμῶντες, μάκαρ, ἀσφαλῶς καὶ ὅρμον εἰς θεῖον καταντήσωμεν.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ῥυπτικαῖς σου δεήσεσι, πρὸς παθῶν τὸν πλύναντα κόσμου βόρβορον, τοῖς Αὐτοῦ τιμίοις αἵμασι, κάθαρον κακίας με Παχώμιε.

Ἐκ βυθοῦ μὲ ἀνάγαγε, θλίψεων Παχώμιε ὁ γευσάμενος, τῆς μανίας τοῦ ἀλάστορος, χοϊκοὺς εἰς βόθυνον τοῦ ῥίπτοντος.

Τῆς εὐχῆς καὶ τῆς νήψεως, σκήνωμα Παχώμιε ἱερώτατε, νήφειν πάντας καταξίωσον τοὺς ἐκδεχομένους τὴν σὴν εὔνοιαν.

Θεοτοκίον.
Ἡ προστάτις καὶ ἔφορος, τῆς Μονῆς τῆς Νέας ἐν Χίῳ, δώρησαι τοῖς οἰκέταις Σου ὑγείαν, τοῖς τοῦ Παχωμίου πόνους μέλπουσι.


ᾨδή ε´. Φώτισον ἡμᾶς.
Στήριζε ἀεί, ἐν τῇ πίστει τοὺς ὑμνοῦντάς σε, εὐσεβείας ὥσπερ στῦλον ἀῤῥαγῆ, καὶ φρονήσεως ὀρθῆς κρηπῖδα ἄσειστον.

Ὕπουλον ἐχθρόν, τὸν σπαράξαι με Παχώμιε, ἐξαιτούμενον εὐχαῖς σου ἱεραῖς, κατασύντριψον καὶ σῶσόν με τὸν δείλαιον.

Νοῦν μου πρὸς Θεόν, Ὅν ἠγάπησας Παχώμιε, ἐκ μυχίων τῆς καρδίας σου, ταχὺ ἀσιγήτοις σου ἀνάτεινον δεήσεσι.

Θεοτοκίον.
Ὄμβρισον ἡμῖν, ὑετὸν Θεογεννήτρια, μετανοίας ἡ αὐτῆς τὰς ἀτραπούς, Παχωμίῳ ὑποδείξασα τῷ μάκαρι.


ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Ἰσχύος με πλῆσον καὶ δυνάμεως οὐρανίου, τὸν τιμῶντά σε πόθῳ, ὁ πτερνιστὴν θριαμβεύσας ἀρχαῖον, ἐν ἐρημίαις συντόνοις ἀσκήσεσι καὶ ἰσαγγέλῳ ἀγωγῇ, ἀσκητὰ θεοφόρε Παχώμιε.

Κυπάρισσε, ἀκακίας νήψεως καὶ εὐχῆς ὑψιτενές, ὁ ἐν Χίῳ, νουθεσιῶν σου εὐφράνας τοῖς κλώνοις, τῶν εὐσεβῶν καὶ ἀζύγων συστήματα, τῶν σὲ ὑμνούντων τὰς λιτάς, μὴ παρίδῃς, θεόφρον Παχώμιε.

Ὑφάμιλλε, ἀρετῆς Παχώμιε, τῶν ἀρχαίων ἀσκητῶν τῆς ἐρήμου, Ὁσίου Σάββα τῆς Λαύρας οἰκῆτορ καὶ τῶν Πατέρων δομῆτορ τῆς Σκήτεως, ἐν Χίῳ τῆς πανευκλεοῦς, ἀρετῆς με ἀνάδειξον σκήνωμα.

Θεοτοκίον.
Ἱλέωσαι, Σοῖς οἰκέταις Κύριον, τὸν ὑπέρθεον Υἱόν Σου, Παρθένε, Νεαμονίτισσα Μῆτερ γλυκεῖα, ἑτοίμη πάντων μερόπων ἀντίληψις καὶ ἀκαταίσχυντος ἐλπίς, τῶν εἰς Σὲ προστρεχόντων ἀείποτε.


Ἁγίασον, τοὺς καταφεύγοντας πίστει σῇ προστασίᾳ καὶ τιμῶντάς σε ἀκλινῶς, θεόφρον Παχώμιε, ὡς λύχνον νεόφωτον εὐσεβείας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.

Ὁσίου Σάββα τῆς Λαύρας ἀνάστημα καὶ νήσου Χίου περίβλεπτον καύχημα, Παχώμιε μάκαρ ὑμνοῦντές σε, ἁγιαζόμεθα πάντες καὶ φρύαγμα, ἐχθροῦ μισοκάλου συντρίβομεν.

Προκείμενον
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἔνθεε διδάσκαλε, τοῦ θεαυγοῦς Νεκταρίου, ἀσκητὰ Παχώμιε, ποδηγὲ πρὸς Κύριον ἀπλανέστατε, χοϊκῶν πρόσδεξαι, τὰς ἡμῶν δεήσεις, ὡς θυμίαμα πανεύοσμον καὶ ταύτας Ὅσιε, πρὸς τὸν Ζωοδότην προσάγαγε καὶ Κύριον τοῦ σύμπαντος, Ὅνπερ ἐκ καρδίας ἠγάπησας· ἵνα καθηκόντως, παλαίσματα ὑμνῶμεν σὰ σεπτά, πρὸς ἀρετῆς ὁλοκλήρωσιν, πάνσοφε καὶ θέωσιν.


ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικητὰς κατ᾿ ἐχθίστου, τοὺς ἱκέτας σου δεῖξον, λαμπρὲ Παχώμιε, τοὺς ἐπικαλουμένους τὴν ἱερὰν σου κλῆσιν καὶ προσφεύγοντας πάντοτε, σῇ ταχινῇ ἀρωγῇ καὶ ἄκρᾳ συμπαθείᾳ.

Ἁγιάζεις ἀπαύστως, τοὺς πιστῶς προσκυνοῦντας τὸν θεῖον τάφον σου καὶ θήκην σῶν λειψάνων, τὴν βρύουσαν ἰάσεις εὐσεβέσι, Παχώμιε, ἐν Σκήτη τῇ Ἱερᾷ, τοῦ Προβατείου Ὄρους.

Ξύλου πάντας ἱκέτας, ἀπολαύσαι ἀλήκτου ζωῆς, Παχώμιε, τοὺς σούς, πνευματοφόρε, ἀξίωσον, ὁ δήμοις συγχορεύων ἀείποτε, Ἀγγέλων φωτοειδῶν, ἐν οὐρανίοις δόμοις.

Θεοτοκίον.
Ἰαμάτων χειμάῤῥους καὶ πηγὴ θαυμασίων, Θεογεννήτρια, ἐνίσχυε Σοὺς δούλους, ἀνύσαι ἰσαγγέλως βιοτὴν τὴν ἐπίγειον καὶ τήρει πάντας ἡμᾶς, ἐν ἄκρᾳ ὑγιείᾳ.


ᾨδὴ η´. Τὸν Βασιλέα.
Ὡς Ὀρθοδόξων δογμάτων πάμφωτον φάρον καὶ ταμεῖον ἐλεημοσύνης σὲ ὑμνοῦντες, Πάτερ, αἰτούμεθα λιτάς σου.

Στύλε ἀγάπης καὶ συμπαθείας πρὸς πάντας ἐνδεεῖς, ἀγαπᾶν δίδαξόν με, τοὺς μακρὰν καὶ πέλας, ὡς ἐμαυτόν, παμμάκαρ.

Ὁδήγησόν με πρὸς χρηστοήθειαν, Πάτερ, ὁ σαφῶς ὑποδείξας χορείαις, τρίβον σωτηρίας, Παχώμιε τῶν Χίων.

Θεοτοκίον.
Νῦν δυσωπῶ Σε, Νεαμονίτισσα Μῆτερ, Παχωμίου ὁσίου πρεσβείαις, ῥῦσαί με μανίας, ἐχθροῦ τοῦ παλαμναίου.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ οὐρανόθεν, δυσωπῶν τὸν Κτίστην, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, Παχώμιε, καὶ προσκυνούντων ἐν πίστει σὰ θεῖα λείψανα.

Εἰρήνευσον τὸν βίον τῶν μακαριζόντων σε, ὥσπερ θείας εἰρήνης τὸν πρόξενον καὶ τῆς ὀργῆς ὀλετῆρα ἡμῶν, Παχώμιε.

Χαρίτωσον τοὺς πόθῳ σὲ ἀνευφημοῦντας καὶ ἐκζητοῦντας σὴν θείαν ἀντίληψιν, ἀζύγων κλέος τῆς Χίου σεπτόν, Παχώμιε.

Θεοτοκίον.
Μετὰ τοῦ Παχωμίου, νεαυγοῦς φωστῆρος, τῆς νήσου Χίου, ἁγνὴ Ἀειπάρθενε, ὑπὲρ ἡμῶν ἐκδυσώπει Χριστὸν ἑκάστοτε.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις τῆς Ἐλάτης σεπτὸς βλαστός, χαίροις νήσου Χίου ἐγκαλλώπισμα ἱερόν, χαίροις Προβατείου τοῦ Ὅρους ὁ οἰκήτωρ, Παχώμιε τρισμάκαρ, χάριτος σκήνωμα.

Τῆς χρηστοηθείας ὑφηγητήν καὶ τῆς εὐσεβείας τὸν διδάσκαλον εὐλαβῶς, μέλψωμεν ἐκθύμως, Παχώμιον τὸν θεῖον, ὡς ἀσκητῶν ὁσίων Χίου θησαύρισμα.

Ἐλεημοσύνης τὸν ἐραστήν, Ὀρθοδόξου ἤθους τὸν κοσμήτορα καὶ σεπτῶν ἀσκητῶν πυξίον, Παχώμιον τὸν νέον, εὐτάκτοις μελῳδίαις ἐγκωμιάσωμεν.

Λαύρας θείου Σαββα τὸν οἰκιστήν, Σκήτεως Πατέρων νήσου Χίου τῆς εὐκλεοῦς καὶ τοῦ Παρθενῶνος ἁγίου Κωνσταντίνου, τιμήσωμεν τὸν κτίστην ὕμνοις, Παχώμιον.

Νεκταρίου θείου καθηγητήν καὶ τῶν μονοτρόπων ἀπλανέστατον ὁδηγόν, στέψωμεν τοῖς ἴοις, ᾀσμάτων μελιῤῥύτων, Παχώμιον τὸν πάνυ καὶ πνευματέμφορον.

Εὐσεβείας ἄστρον νεολαμπές, μετανοίας βάθρον ἀδιάσειστον καὶ τερπνόν, νήψεως στρουθίον, Παχώμιον τὸ νέον, Ὁσίων Χίου κλέος, ἐγκωμιάσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.  

Σκήτεως δομῆτορ ἱερὲ, τῶν Τριῶν ἐν Χίῳ Πατέρων καὶ Παρθενῶνος σεπτοῦ, Κωνσταντίνου μάκαρος, κλεινὲ Παχώμιε, παῤῥησίαν πρὸς Κύριον, ὡς ἔχων μεγίστην, οἰάπερ διδάσκαλος πιστῶν θειότατος, πρέσβευε Χριστῷ τῷ Σωτῆρι, ῥύεσθαι κινδύνων ἀνάγκης καὶ ἁπάσης θλίψεως σοὺς πρόσφυγας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.



Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης