Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1736
https://www.proseyxi.com

Χαιρετισμοί εις τον Όσιον Δαβίδ τον εν Θεσσαλονίκη Empty Χαιρετισμοί εις τον Όσιον Δαβίδ τον εν Θεσσαλονίκη

Την / Το Σαβ Δεκ 07, 2019 6:14 am
Χαιρετισμοί εις τον Όσιον Δαβίδ τον εν Θεσσαλονίκη

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Χαιρετισμοί εις τον Όσιον Δαβίδ τον εν Θεσσαλονίκη Davidt10

Κοντάκιον.
Ἦχος πλ. δ’. Τῆ ὑπερμάχῳ.

Τόν ἐν φυτῷ ἀμυγδαλῆς ὁσίως λάμψαντα, καί ἐν ἀσκήσει ὤσπερ ἄγγελον βιώσαντα, μακαρίσωμεν προφρόνως Δαβίδ τόν θείον˙ ἐν Ὁσίοις γάρ ἐδείχθης θεοδόξαστος, καί λαμπρόν Θεσσαλονίκης ἐγκαλλώπισμα, τούτῳ λέγοντες, χαίροις Πάτερ ἰσάγγελε.

Ἄγγελος ἐν ἀσκήσει, ἀληθῶς ἀνεδείχθης, Δαβίδ θεομακάριστε Πάτερ, (ἐκ γ’) καί τήν ἀγγελικήν σου ζωήν, θαυμάτων κατεκόσμησας δυνάμεσι˙ διό σου τήν λαμπρότητα, ἀγόμενοι βοῶμεν πόθω˙

Χαῖρε δι’ οὐ ὁ Χριστός ὑμνεῖται
Χαῖρε δι’ οὐ ἐχθρός σοβεῖται
Χαῖρε τῆς πτωχείας τοῦ Λόγου θησαύρισμα
Χαῖρε τῆς εὐκλείας τῆς ἄνω διάγραμμα
Χαῖρε ὕψος ἀγαπήσεως πρός Θεόν  περιφανές
Χαῖρε βάθος ταπεινώσεως ἐν ἀσκήσει εὐκλεές
Χαῖρε ὅτι Κυρίῳ ἐκ παιδός ἀνετέθης
Χαῖρε ὅτι γηίνων θεοφρόνως ἀπέστης
Χαῖρε λαμπτήρ τῆς θείας ἀσκήσεως
Χαῖρε φωστήρ πλουσίας φρονήσεως
Χαῖρε δι’ οὐ οἱ πιστοί φωταυγούνται
Χαῖρε δι’ οὐ πρός Θεόν οδηγούνται˙

Χαίροις Πάτερ ἰσάγγελε.

Βλέμμα τό τῆς ψυχῆς σου, ἀνατείνων Κυρίῳ ἠγάπησας αὑτόν ὀλοψύχως, καί χαίρειν τοῖς ἐν κόσμῳ εἰπών, ἀσκητικῶς αὑτῷ  ἠκολούθησας, Δαβίδ θεόφρον Ὅσιε, ὦ καί ἑπόμενος εβόας˙

Ἀλληλούϊα.

Γνώμη Πάτερ εὐθείᾳ, ἐν Μονή τῆ ἀγία, προσῆλθες τῶν Ἁγίων Μαρτύρων, Θεοδώρου καί Μερκουρίου, καί μιμητής αὑτῶν θεῖος ἐχρημάτισας, ἀναιμάκτως ἐναθλῶν, ὁ παρ’ ἡμῶν ἀκούων ταύτα˙

Χαῖρε πλουτῶν ἀγγέλων τόν ζῆλον
Χαῖρε πιστῶν ἐκκαίων τόν φίλτρον
Χαῖρε πολιτείας σεμνῆς ὑποτύπωσις
Χαῖρε ἐγκρατείας συντόνου ἐπίδοσις
Χαῖρε νοῦς ὁ ἐνθεώτατος πλήρης θείου φωτισμοῦ
Χαῖρε τύπος θεοτύπωτος βίου τοῦ ἀσκητικοῦ
Χαῖρε ὅτι μακρύνεις σχέσεως σφαλλομένης
Χαῖρε ὅτι ἡνώθης ἐν Χριστῷ ὦ καί ἔζης
Χαῖρε σαρκός νεκρώσας τό φρόνημα
Χαῖρε νόος θεώσας τόν ἔρωτα
Χαῖρε ἠθῶν γεωργός οὐρανίων
Χαῖρε καλῶν κοινωνός θεοβρύτων˙

Χαίροις Πάτερ ἰσάγγελε.

Δύναμιν θείαν Πάτερ, ἐκ Γραφῶν τῶν Ἁγίων, λαμβάνων καθ’ ἑκάστην ἡμέραν, τοῖς ἔμπροσθεν ἐχώρεις ἀεί, τῶν ὄπισθεν ἐπιλανθανόμενος, καί ἔνθους Δαβίδ γεγονώς, ἐβόας τῷ σε ενδυναμούντι˙

Ἀλληλούϊα.

Ἔρωτι τῶν κρειττόνων, τῶν Ἁγίων τάς πράξεις, θαυμάζων θεολήπτῳ καρδία, τούτων ἐν δυνάμει θεϊκή, τάς πρός Θεόν ἀναβάσεις ἑκάστοτε, ἐζήλους Πάτερ Ὅσιε, τούς πάντας συγκινῶν βοᾶν σοι˙

Χαίρει ὁ ἄσαρκος ἐν ἀσκήσει
Χαῖρε ὁ ἔνθεος ἐν φρονήσει
Χαῖρε θεοφόρος ἀνήρ καί θεόληπτος
Χαῖρε κλῆμα εὐφορώτατον τῆς ἀμπέλου τῆς ζωῆς
Χαῖρε βότρυς ὁ γλυκύτατος χάριτος ἀσκητικῆς
Χαῖρε ὅτι ἐπλήσθης ἐπιπνοίας ἀγίας
Χαῖρε ὅτι ἐρρύσθης τῆς ὑλώδους ἐννοίας
Χαῖρε φωτός ἀΰλου κειμήλιον
Χαῖρε ἡμῶν τό μέγα προσφύγιον
Χαῖρε λειμών ἀπαθείας εὐώδης
Χαῖρε φυτόν ὑπερκοσμίου δόξης˙

Χαίροις Πάτερ ἰσάγγελε.

Ζηλωτής ἀνεδείχθης, Στυλιτῶν τῶν Ὁσίων, Δαβίδ φλεχθείς τῆ θεία αγάπη˙ ἔνθεν ἐν ἀμυγδαλῆς φυτῷ, ἀνῆλθες καί ὡς ἀσώματος Ὅσιε, ἐβίους ὑπέρ ἄνθρωπον, ἐν ἡσυχία Θεῶ ψάλλων˙

Ἀλληλούϊα.

Ἤνθησας ὤσπερ φοίνιξ, μυστικῶς θεοφόρε, τοῦ Πνεύματος καρπούς τούς ἀφθάρτους, ὡς φησί Δαβίδ ὁ Ψαλμῳδός, ἐπί τῆς ἀμυγδαλέας ἱστάμενος, δι’ ὤν ἐκτρέφεις ἅπαντας, τούς ἐκβοῶντας σοι τοιαύτα˙

Χαῖρε, τό δένδρον τῆς ἀφθαρσίας
Χαῖρε ἀδάμας τῆς καρτερίας
Χαῖρε ὁ ἐκπλήξας βροτῶν τήν διάνοιαν
Χαῖρε ὁ αἰσχύνας ἐχθρῶν τήν ἀπόνοιαν
Χαῖρε φοίνιξ ὁ κατάκαρπος ἀρετῶν ἀσκητικῶν
Χαῖρε πλοῦτος ὁ πολύτιμος δωρεῶν πνευματικῶν
Χαῖρε καθηγνισμένον Παρακλήτου δοχεῖον
Χαῖρε ἠγιασμένον χαρισμάτων ταμεῖον
Χαῖρε ζωῆς ἀΰλου τό ἔσοπτρον
Χαῖρε χαράς μελλούσης προοίμιον
Χαῖρε Δαβίδ Μοναζόντων τό κλέος
Χαῖρε ἡμῶν θεοδώρητον εύχος˙

Χαίροις Πάτερ ἰσάγγελε.

Θεωρίαις ταῖς ἄνω, ἐντρυφῶν, θεοφόρε, ὡς ἄγγελος τῷ δένδρῳ ωράσο, καί ὡς οὐδέν ἡγοῦ θεία στοργή, τῶν ἀνέμων καί τοῦ ψύχους τήν κάκωσιν, θαλπόμενος τῷ Πνεύματι, καί ψάλλων τῆ Τριάδι˙

Ἀλληλούϊα.

Ἴσχυσας θεοφόρε, ἐν τρισίν ὅλοις χρόνοις, ῥοπή τῆ σοι δοθείσῃ θεόθεν, φύσεως τήν βίαν ἐνεγκεῖν, ἐπί τοῦ δένδρου ἀθλῶν ὡς ασώματος˙ διό τήν καρτερίαν σου, θαυμάζοντες σοι εκβοώμεν˙

Χαῖρε ὁ πλήρης πυρός τοῦ θείου
Χαῖρε ὁ μύστης βίου ἀγίου
Χαῖρε τῶν Ἀγγέλων ἐν πᾶσιν ἐφάμιλλος
Χαῖρε τῶν Ὁσίων τῆς δόξης συνάριθμος
Χαῖρε ὅτι ὡς ἀσώματος ἠγωνίσω ἐπί γῆς
Χαῖρε ὅτι δόξης κρείττονος ἔτυχες ἐν οὐρανοῖς
Χαῖρε Θεσσαλονίκης θεοβράβευτον γέρας
Χαῖρε τῆς Ἐκκλησίας θεοφώτιστον σέλας
Χαῖρε Χριστοῦ ποθήσας τήν νέκρωσιν
Χαῖρε αὑτοῦ πλουτήσας τήν ἔλλαμψιν
Χαῖρε λαμπρῶς κοινωνῶν τῶν ἀρρήτων
Χαῖρε τρυφῶν ἐν χαρά τῶν αΰλων˙

Χαίροις Πάτερ ἰσάγγελε.

Κατελθών ἐκ τοῦ δένδρου, δι’ ὀμφῆς οὐρανίου, Ἀγγέλου ἐπιστάντος σοι θείου, ἐν κέλλῃ Πάτερ σαυτόν μικρά ἔκλεισας Θεῶ ἀεί ἀναγόμενος, καί τά ἄνω μυούμενος, καί τῆ Τριάδι ἔθνους ψάλλων˙

Ἀλληλούϊα.

Λάμψας ἐν τῆ ἀσκήσει, ὤσπερ ἥλιος Πάτερ, λαμπρύνεις εὐσεβῶν τάς καρδίας˙ διό Θεσσαλονίκη ἐν σοι, χορεύουσα γεραίρει τούς ἀγῶνας σου, Δαβίδ ἀειμακάριστε, καί πόθῳ σοι ἐκβοᾷ ταύτα˙

Χαῖρε φωστήρ ἀδύτου φέγγους
Χαῖρε δοτήρ ἐνθέου σθένους
Χαῖρε τῆς ὁσίας ζωῆς ὁ διδάσκαλος
Χαῖρε ὁ ἐν λόγῳ καί πράξει ἰσάγγελος
Χαῖρε ἄστρον ουρανόφωτον αἴγλης τῆς θεαρχικής
Χαῖρε ἄρμα θεοκίνητον δόξης τῆς Τριαδικῆς
Χαῖρε φωταγωγία τῶν ἐν σκότει κειμένων
Χαῖρε παραμυθία τῶν δεινῶς θλιβομένων
Χαῖρε ψυχῶν ὁ τέμνων τήν αὔλακα
Χαῖρε παθών ἐκτίλλων τήν ἄκανθαν
Χαῖρε πολλούς πρός μετάνοιαν ἄγων
Χαῖρε ψυχάς τῷ Κυρίῳ προσάγων˙

Χαίροις Πάτερ ἰσάγγελε.

Μένων ἐγκεκλεισμένος, καί Θεῶ συνημμένος, ἀπαύστοις προσευχαῖς θεοφόρε, ἐπλήσθης ἐνθέων δωρεῶν, καί τῶν θαυμάτων ἐδέξω τήν δύναμιν, δαίμονας ἀεί διώκων, καί θεραπεύων τούς βοώντας˙

Ἀλληλούϊα.

Νεανίας τις πάσχων, ἐπηρείᾳ δαιμόνων, προσῆλθε σοι πιστῶς ανακράζων˙ Ἴασαι με ὦ Χριστοῦ μιμητά˙ καί εὐθύς τῆς χάριτος ἐτρύφησεν, ὡς τοῦτον ηὐλόγησας, βοῶντα σοι Πάτερ γηθοσύνως˙

Χαῖρε νοσούντων ἡ θεραπεία
Χαῖρε πασχόντων παρηγορία
Χαῖρε τῶν θαυμάτων τήν χάριν δεξάμενος
Χαῖρε τῶν δαιμόνων τά στίφη τρεψάμενος
Χαῖρε οἶκος καθαρώτατος τῆς Τριαδικῆς αὐγής
Χαῖρε ὅτι ἴασαι νοσημάτων τά ἄλγη
Χαῖρε ὅτι κουφίζεις τῶν πταισμάτων τά βάρη
Χαῖρε Χριστοῦ μιμούμενος ἔλεος
Χαῖρε μορφή τοῖς πᾶσιν αἰδέσιμος
Χαῖρε Θεοῦ ἱερός παραστάτης
Χαῖρε ἡμῶν θεοφόρος προστάτης˙

Χαίροις Πάτερ ἰσάγγελε.

Ξενωθείς τῶν ἐν κόσμῳ, ᾠκειώθης Κυρίῳ τῆ ξένη πολιτεία σου Πάτερ, καί ξένων θαυμασίων αὐτουργός, ξενοπρεπῶς μάκαρ ἐχρημάτισας, Θεοῦ σε μεγαλύναντος, ὦ ἐνθεαστικῶς εβόας˙

Ἀλληλούϊα.

Ὅλος πεφωτισμένος, θεϊκή ἐπιλάμψει, Δαβίδ θαυματοφόρε θεόφρον, τάς κόρας τῆς τυφλῆς γυναικός, ηνέωξας τῆ πρός Θεόν ἐντεύξει σου, ἥτις Θεόν δοξάσουσα, ἐβόα σοι ἐν ευφροσύνη˙

Χαῖρε τό φώς τῶν ἐσκοτισμένων
Χαῖρε χαρά τῶν λελυπημένων
Χαῖρε θεατά οὐρανίων ἐλλάμψεων
Χαῖρε ἰατήρ ψυχικῶν ἀμαυρώσεων
Χαῖρε ὁ ἐλαύνων πάντοτε τῶν δαιμόνων τήν ὁρμήν
Χαῖρε ὁ ἐκφαίνων ἅπασι τοῦ Κυρίου τήν στοργήν
Χαῖρε ὁ καθαιρέτης χαλεπῆς ἀθυμίας
Χαῖρε ἴνδαλμα θεῖον θεϊκῆς θυμηδίας
Χαῖρε πηγή πλουσίας χρηστότητος
Χαῖρε ἀκτίς ἀΰλου θεώσεως
Χαῖρε ὀσμή ἀρετῶν οὐρανίων
Χαῖρε τρυφῇ τῶν πιστῶν σου τεκνίων˙

Χαίροις Πάτερ ἰσάγγελε.

Πᾶσα τάξις ἀνθρώπων, ἐξεπλάγη θεόφρον, ἰδοῦσα τήν ἀγίαν μορφήν σου˙ ὡς γάρ ἄγγελος ὤφθης Θεοῦ, ηγλαϊσμένος εὐπρέπεια τῆ ἄνωθεν, καί τόν Θεόν ἐδόξασαν, τόν σε δοξάσαντα βοώντες˙

Ἀλληλούϊα.

Ῥήμασι Πάτερ εἴξας, τοῦ θεόφρονος δήμου, ἀπῆλθες πρός πόλιν βασιλίδα, καί πᾶσιν αἰδέσιμος φανείς, τάς καρδίας πάντων Θεῶ ἐπτέρωσας, τήν ἐν σοι θεία χάριτι˙ διό πάντες σοι ανεβόων˙

Χαῖρε ὁ ἄγγελος ἐν τῆ ὄψει
Χαῖρε ὁ ἔνδοξος θεά δόξῃ
Χαῖρε θεοφόρε οὐράνιε ἄνθρωπε
Χαῖρε σαρκοφόρε ἐπίγειε ἄγγελε
Χαῖρε τῆ μορφή θεόμορφος καί τοῖς λόγοις θαυμαστός
Χαῖρε τῆ ζωή ἀσώματος καί τοῖς ἔργοις ἱερός
Χαῖρε ὁ πεπλησμένος θεϊκῶν δωρημάτων
Χαῖρε ὁ δεδεγμένος ἐξουσίαν θαυμάτων
Χαῖρε πιστοῖς παρέχων τά κρείττονα
Χαῖρε σοφῶς λαλῶν τά σωτήρια
Χαῖρε πραΰς καί ἡδύς ἐν τοῖς τρόποις
Χαῖρε ἁπλούς καί εὐθύς ἐν τοῖς λόγοις˙

Χαίροις Πάτερ ἰσάγγελε.

Σύνδρομον Πάτερ ἔχων, τοῦ Κυρίου τήν χάριν, προεῖπας ἐμφανῶς τοῖς συνοῦσι, τήν σήν ἀνάλυσιν πρός Θεόν, ἡνίκα πρός πόλιν βασίλειον, ἐπορεύου Δαβίδ Όσιε˙ διό καί ἔψαλλες Κυρίω˙

Ἀλληλούϊα.

Τήν ἐν σοι ἀγλαΐαν, καί τοῦ βίου τήν αἴγλην, ἠγάσθησαν Δαβίδ θεοφόρε, οἱ εὐσεβεῖς ἡμῶν βασιλεῖς, καί Βασιλέως τοῦ ἐπουρανίου σε, θεράποντα ἐκήρυξαν, βοῶντες σύν τοῖς πιστοῖς ταύτα˙

Χαῖρε Ὁσίων ἡ εὐκοσμία
Χαῖρε τοῦ Πνεύματος γεωργίᾳ
Χαῖρε συστοιχίᾳ ἠθῶν τελειότητος
Χαῖρε φωταυγείᾳ τῆς ἄνω λαμπρότητος
Χαῖρε μύστης θεοφόρητος τοῦ Παντάνακτος Χριστοῦ
Χαῖρε κλέος θεοδόξαστον τοῦ θεόφρονος λαοῦ
Χαῖρε τῶν βασιλέων ὁ ἐκπλήξας τάς ὄψεις
Χαῖρε τοῦ Παρακλήτου ὁ βραβεύων τάς δόσεις
Χαῖρε πληρῶν χαράς τούς θεόφρονας
Χαῖρε σοφῶς ῥυθμίζων τούς ἄφρονας
Χαῖρε τήν σήν προειπών ἐκδημίαν
Χαῖρε ἡμῶν νεουργῶν τήν καρδίαν˙

Χαίροις Πάτερ ἰσάγγελε.

Ὕμνησαν τόν Σωτῆρα, βασιλεύς ὁ θεόφρων, καί ἅπασα ἡ Σύγκλητος Πάτερ, ἰδόντες σε κρατοῦντα χερσίν, ακαταφλέκτως ἀνημμένους ἄνθρακας, καί μέγαν σε ἐκήρυττον, τῷ σε δοξάσαντι βοώντες˙

Ἀλληλούϊα.

Φωτοφόρος μετέστης, πρός τάς ἄνω σκηνώσεις, τελέσας σου τόν δρόμον ὁσίως, ὅτε ἦς Πάτερ ἐν τῆ ὀδῷ, ἐπανήκων τῆς βασιλείου πόλεως, ὡς τοῦτο προεφήτευσας, τοῖς συνοῦσι σοι καί βοώσι˙

Χαῖρε τῶν ἄνω ὁ συμπολίτης
Χαῖρε ὁ φύλαξ ἡμῶν καί ῥύστης
Χαῖρε ὁ ὀρῶν τά πάλαι σοι ποθούμενα
Χαῖρε ὁ ὑμνῶν Θεόν τόν πανοικτίρμονα
Χαῖρε ὅτι κατά μέθεξιν  ἐθεῶθης θεϊκήν
Χαῖρε ὅτι βλέπεις πάντοτε τήν Τρισήλιον αὐγήν
Χαῖρε τῆς βασιλείας τοῦ Θεοῦ κληρονόμε
Χαῖρε τῶν σε τιμώντων ὁδηγέ θεοφόρε
Χαῖρε λαβῶν τῆς δόξης τόν στέφανον
Χαῖρε εὑρών πηγήν τήν ἀέναον
Χαῖρε ἡμᾶς ἀπαλλάττων κινδύνων
Χαῖρε φρουρῶν τόν θεόφρονα δήμον˙

Χαίροις Πάτερ ἰσάγγελε.

Χύσις θυμιαμάτων, οὐρανίων διέπνει, καί ὕμνοι ἀνεμέλποντο θείοι, ὅτε παρέδωκας τῷ Θεῶ, τήν σήν μακαρίαν ψυχήν πανόσιε, ταφή δε τό σόν λείψανον, ὁσία ἐτίμησαν βοῶντες˙

Ἀλληλούια.

Ψάλλοντες ἐν αἰνέσει, τόν σόν ἅγιον σκῆνος, μετήνεγκαν Μονή σου τῆ θεία ὁ τῆς Θεσσαλονίκης ποιμήν, καί σύμπας ὁ εὐσεβής λαός Ἅγιε, ἁγιασμόν λαμβάνοντες, καί ἐκβοῶντες σοι τοιαύτα˙

Χαῖρε Χριστοῦ τόν ζυγόν βαστάσας
Χαῖρε ἐχθροῦ τήν ὁρμήν κατάξας
Χαῖρε ἀγαθῶν αἰωνίων συμμέτοχε
Χαῖρε Ἀσκητῶν θεοφόρων συνόμιλε
Χαῖρε πρέσβυς ἡμῶν μέγιστος πρός τόν εὔσπλαγχνον Θεόν
Χαῖρε ἔνθεον ὑπόδειγμα μοναζόντων εὐλαβῶν
Χαῖρε Θεσσαλονίκης πρός τόν Κτίστην μεσίτης
Χαῖρε ὁ ἀπαλλάσσων ἐκ πικράς ἡμᾶς λύπης
Χαῖρε Δαβίδ τοῦ πάλαι συνώνυμε
Χαῖρε καμού προστάτα θεόληπτε
Χαῖρε λαοῦ εὐσεβοῦς ποδηγέτης
Χαῖρε παντός ἀγαθοῦ χορηγέτης˙

Χαίροις Πάτερ ἰσάγγελε.

Ώ Θεσπέσιε Πάτερ, τοῦ Σωτῆρος θεράπων, Δαβίδ Θεσσαλονίκης κοσμῆτορ, τῶν σῶν τέκνων δέχου εὐμενῶς, τόν πόθον καί δίδου πᾶσι τά πρόσφορα, σωτηρίαν καί λύτρωσιν, αἰτούμενος τοῖς εκβοώσιν˙

Ἀλληλούϊα.

Καί αὖθις τό Κοντάκιον.
Ἦχος πλ. δ’ .Τῆ ὑπερμάχῳ.

Τόν ἐν φυτῷ ἀμυγδαλῆς ὁσίως λάμψαντα καί ἐν ἀσκήσει ὤσπερ ἄγγελον βιώσαντα μακαρίσωμεν προσφόρως Δαβίδ τόν θείον˙ ἐν Ὁσίοις γάρ ἐδείχθη θεοδόξαστος καί λαμπρόν Θεσσαλονίκης ἐγκαλλώπισμα τούτῳ λέγοντες, χαίροις Πάτερ ἰσάγγελε.

Δίστιχον·
Δαβίδ δίδου δύναμιν τῷ Γερασίμῳ
Τό χαῖρε σοι Ὅσιε ἀναβοῶντι.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης