Παρακλητικός Κανών εις τον Όσιον Δαβίδ τον εν Θεσσαλονίκη
Παρ Δεκ 06, 2019 1:20 pm
Παρακλητικός Κανών εις τον Όσιον Δαβίδ τον εν Θεσσαλονίκη
Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Εορτάζετε 26 Ιουνίου
Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὰ παρόντα Τροπάρια˙
Ἦχος δ'’. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ἀγγελικῶς ἐπί τῆς γῆς βιοτεύσας, Ἀγγελικῆς κατηξιώθης εὐκλείας, καί τοῦ φωτός τοῦ θείου πλήρης γέγονας˙ ὅθεν πάσης λύτρωσαι, συμφορᾶς καί ἀνάγκης, καί παντοίων θλίψεων, τούς πιστῶς προσιόντας, τῆ σή πρεσβεῖα Ὅσιε Δαβίδ, ὡς παρρησίαν, πλουτήσας πρός Κύριον.
Δόξα. Ὅμοιον.
Θεσσαλονίκη ἡ περίβλεπτος πόλις, τῆ σή ἀσκήσει τῆ ἀγία καυχᾶται, καί σε μεσίτην ἔχουσα πρός Κύριον, θείας ἀγαθότητος, δαψιλῶς ἀξιοῦται, Πάτερ τῆ πρεσβεῖα σου, καί θερμή ἀντιλήψει. Ἀλλά Δαβίδ μή παύσῃ εὐλογῶν, τούς τῷ ἁγίῳ ναῶ σου προστρέχοντας.
Καί νῦν. Ὅμοιον. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ανάξιοι˙ εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δε διεφύλαξεν, ἕως νῦν ελευθέρους˙ οὑκ ἀποστῶμεν Δέσποινα ἐκ σου˙ σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καί ὁ κανών, οὐ ἡ ἀκροστιχίς.
Σήν ἀρωγήν Δαβίδ ἡμῖν δίδου. Γερασίμου.
Ὠδή ἀ’. Ἦχος πλ. δ'’. Ὑγράν διοδεύσας.
Στενήν διανύσας Πάτερ ὀδόν, στενώσεως πάσης, τῶν ἐν βίῳ δυσχερειῶν, Δαβίδ πλατυσμῷ τῶν πρεσβειῶν σου, ῥῦσαι ἡμᾶς τούς τιμῶντας σε Ὅσιε.
Ἠλίου ἀκτίσι τοῦ νοητοῦ, διάλυσον Πάτερ, τῶν παθών μου τόν σκοτασμόν, καί λάμψον μου φέγγος εὐφροσύνης, τῆ φωτοφόρῳ πρεσβεῖα σου Ὅσιε.
Ναμάτων ἀΰλων ἐπιρροάς επόμβρησον πάτερ, τοῖς ἐν ἄνθραξι τῶν παθῶν, δεινῶς θλιβομένοις Θεοφόρε, ὡς πρεσβευτής ἡμῶν μέγας πρός Κύριον.
Θεοτοκίον.
Ἁγνείας θησαύρισμα παμφαές, ἁγνόν με συντήρει, καί καρδία τε καί νοῖ καί πάσῃ αἰσθήσει Θεοτόκε, καί τῷ φωτί τῆς σής δόξης με λάμπρυνον.
ᾨδή γ’. Οὐρανίας ἁψῖδος.
Ῥώμην ἄνωθεν δίδου καί ἀληθῆ δύναμιν, τοῦ πατεῖν ἀεί τοῦ δολίου, τά μηχανήματα, Δαβίδ μακάριε, καί φωτισμόν καί εἰρήνην, τοῖς θερμῶς προστρέχουσι, τῆ ἀντιλήψει σου.
Ὡς ἐν δένδρῳ διῆλθες, τήν σήν ζωήν Ὅσιε, οὕτω καρποφόρον με δένδρον, Πάτερ ἀνάδειξον, βίου σεμνότητος, τῆ μυστική γεωργία, τῆς ἐπιστασίας σου, Δαβίδ μακάριε.
Γέρας ἅγιον Πάτερ, ὡς ἀληθῶς κέκτηται, ἡ Θεσσαλονίκη τόν τόπον, τῆς σής ἀσκήσεως, ἔνθα προστρέχοντες, οἱ εὐσεβεῖς καθ’ ἑκάστην, ἐξ αὑτοῦ λαμβάνουσι, χάριν καί ἔλεος.
Θεοτοκίον.
Η περίδοξος πόλις, καί λογική Δέσποινα, τοῦ παμβασιλέως τῆς δόξης, καί Παντοκράτορος, σκεῦος με εὔχρηστον, τῆς θεϊκῆς ἐπιπνοίας, βίου καθαρότητι, δεῖξον καί σῶσον με.
Διάσωσον Δαβίδ παμμάκαρ παντοίων πειρατηρίων, ἱκεσία τῆ ἐκτενεῖ σου πρός Κύριον, τούς ἐξαιτοῦντας τήν θείαν σου προστασίαν.
Ἐπίβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καί Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Προστάτης ἡμῶν, ἐν πάσαις περιστάσεσι, Δαβίδ Θαυμαστέ, καί ἀντιλήπτωρ φάνηθι, ἐπερχομένων θλίψεων, καί ἀπαύστως Χριστόν, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.
Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, τῶν κατά ψυχήν καί σῶμα μακάριε, τούς προστρέχοντας τῆ σκέπη σου, καί ἐκδεχομένους τήν πρεσβείαν σου.
Δωρεῶν τῶν τοῦ Πνεύματος, σκεῦος πολυτίμητον ὤφθης Ἅγιε, δωρεάν ὅθεν πρυτάνευσον, Πάτερ τοῖς αἰτοῦσι τά αἰτήματα.
Ἁγιάζει ἑκάστοτε, Πάτερ τῆ ἀΰλῳ ἐπιφοιτήσει σου, ὁ ναός σου ὁ πανάγιος, τῶν πιστῶς φοιτώντων τά νοήματα.
Θεοτοκίον.
Βασιλέα τῆς κτίσεως, Κόρη ἀπορρήτως σαρκί κυήσασα, βασιλεύειν με ἐνίσχυσον, κατά τῶν παθῶν τῶν τοῦ αλλάστορος.
Ὠδή ἕ’. Φώτισον ἡμᾶς.
Ἴδε συμπαθῶς, πατρικῷ σου Πάτερ ὄμματι, τούς φοιτῶντας τῷ ἁγίῳ σου ναῶ καί ἑκάστῳ τούτων δίδου ὤν ἀν δέηται.
Δόξης κοινωνός, αἰωνίου πέλων Ὅσιε, λύτρωσαί με ὦ Δαβίδ θαυματουργέ, ἀδοξίας χαλεπῆς παθῶν τοῦ χείρονος.
Ἤθροισται λαός, τῷ ναῶ σου Δαβίδ Ὅσιε, ὤν προσδέχου τάς δεήσεις τάς θερμάς, καί παράσχου τούτοις Πάτερ χάριν ἄφθονον.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε Ἀειπάρθενε, συνοχῆς με ἀπολύτρωσαι δεινῆς καί τόν νοῦν μου θείω φόβῳ καταλάμπρυνον.
Ὠδή στ’. Τήν δέησιν ἐκχέω.
Ἰάσεις, ὡς πάλαι Πάτερ ἐτέλεις, ἐνεργείᾳ Παρακλήτου τῆ θεία οὕτω καί νῦν ταχινῆς θεραπείας, τούς χαλεπῶς τρυχομένους ἀξίωσον, Δαβίδ Ὁσίων καλλονή, ὡς θεράπων Θεοῦ ἐνθεώτατος.
Νεκρώσας, ἀπό νεότητος Πάτερ, τῆς σαρκός σου τά φρονήματα πάντα, τῆ ζωηφόρῳ ἐν σοι ἐνεργείᾳ, τά τῆς σαρκός ἡμῶν πάθη θανάτωσον, καί πρός ζωήν τήν ἀληθῆ, τάς ἐφέσεις ἡμῶν καθοδήγησον.
Δαιμόνων, ἀποδιώκων τήν λύμην, τούς τῆ μάστιγι αὑτῶν θλιβομένους, τῆ πρός Χριστόν θεραπεύεις πρεσβεία, καί τοῖς τυφλοῖς τό ὁρᾶν Πάτερ δέδωκας. Ἀλλ’ ὦ Δαβίδ θαυματουργέ, καί ἡμῖν ἀεί δίδου τήν χάριν σου.
Θεοτοκίον.
Ἰλύος, τῶν ἐν τῷ κόσμῳ φροντίδων, καί ματαίων μεριμνῶν Θεοτόκε, καί πολλαπλῶν ἐννοιῶν χαμαιζήλων, τούτων ἁπάντων τόν νοῦν μου ἀνύψωσον, καί πολιτεύεσθαι σεμνῶς, ἐν φρονήσει με Κόρη ἐνίσχυσον.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα Μητρικήν παρρησίαν.
Αἴτησις καί Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Φωτός τοῦ Θείου πλησθείς, Πάτερ Ὅσιε, παθῶν τόν ζόφον φωτί τῆς σής χάριτος, σκεδάζεις καί νέμεις ἑκάστοτε, χαράν καί ῥῶσιν ψυχῆς τε καί σώματος, Δαβίδ τοῖς πιστῶς προσιοῦσι σοι.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὑτοῦ.
Στίχ. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον…
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον. (Κεφ. ια'. 27 - 30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῖς Μαθηταίς˙ Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου, καί οὐδείς επιγινώσκει τόν Υἱόν, ειμή ὁ Πατήρ οὐδέ τόν Πατέρα τις επιγινώσκει, ειμή ὁ Υἱός, καί ὦ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς, καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶος εἰμί καί ταπεινός τῆ καρδία καί εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ο γάρ ζυγός μου χρηστός, καί τό φορτίον μου ἐλαφρόν ἐστίν.
Δόξα.
Ταῖς τοῦ σου Οσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. ᾿Ελέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Προσόμοιον.
Ἦχος πλ. β΄. “Ὅλην ἀποθέμενοι.
Ἄγγελος ἐν σώματι, τῆ οὐρανίῳ ζωή σου, Πάτερ ἀναδέδειξαι, καί δοχεῖον ἔμψυχον θείας χάριτος, καί ἀεί Ὅσιε, νέμεις τοῖς αἰτοῦσι, σωτηρίας τά δωρήματα, λύσιν καί ἴασιν, πάσης χαλεπῆς περιστάσεως, καί νόσου παρεχόμενος, τοῖς εἰλικρινῶς προσιοῦσι σοι. Ὅθεν σοι βοώμεν˙ Μή παύσῃ περιέπειν πατρικώς, καί κατευθύνειν πρός Κύριον, τούς σε μακαρίζοντας.
Σῶσον ὁ Θεός τόν λαόν σου…
ᾨδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δαιμονῶντα ὡς πάλαι, νεανίαν ἰάσω Πάτερ τῷ λόγῳ σου˙ οὕτω καί νῦν ἀπᾴσῃς, δαιμονικῆς ἀπάτης, καί μανίας ἀπάλλαξον, τῶν εὐσεβῶν τάς ψυχάς, Δαβίδ θαυματοφόρε.
Ο τό ἄδυτον φέγγος τῆ ψυχή σου πλουτήσας βίου λαμπρότητι, καί δούς τό βλέπειν αὖθις, Δαβίδ τῆ τυφλωθείσῃ, οὕτω φώτισον δέομαι, τούς νοερούς ὀφθαλμούς, ἡμῶν φωτί ἀΰλῳ.
Ὑπηρέτην σε θεῖον, τοῦ Σωτῆρος ὡς οἶδεν ὁ εὐσεβής βασιλεύς ἐξέστη ἐν τῷ πλούτῳ τῶν θείων σου χαρίτων˙ ἐξ ὤν δίδου ἑκάστοτε, ἡμῖν τοῖς τέκνοις τοῖς σοῖς, ῥανίδα θεοφόρε.
Θεοτοκίον.
Γαληνώς διανύειν, τήν ζωήν μου Παρθένε τῆ προστασία σου, αξίωσόν με Κόρη, καί φέγγει μετανοίας, ἀπροσκόπτως πορεύεσθαι, ενίσχυσόν με Ἀγνῇ, ὀδόν τήν πρός τά ἄνω.
Ὠδή ἡ’. Τόν βασιλέα.
Ἐν ταῖς χερσί σου, ἄνθρακας φέρων ἀφλέκτως, φλέξον Ὅσιε ὡς ὕλην μοχθηρίας, πᾶσαν τοῦ Βελίαρ, τήν καθ’ ἡμῶν μανίαν.
Ῥάβδῳ ἀγία τῆς προστασίας σου Πάτερ, καθοδήγησον πρός τρίβον σωτηρίας, Θεσσαλονικέων, τάς εὐσεβεῖς χορείας.
Αγαλλιάται, Θεσσαλονίκη ἡ πόλις, τῆ σή χάριτι Δαβίδ θαυματοφόρε, ἤν απαύστως σκέπε, δεινῶν ἐπερχομένων.
Θεοτοκίον.
Σύντριψον Κόρη, τῆ κραταιά σου πρεσβεῖα, τήν τοῦ δράκοντος ὀλεθροτόκον πλάνην, τήν καθοδηγοῦσαν, πρός βόθρον ἀπωλείας.
Ὠδή θ’. Κυρίως Θεοτόκον.
Ιλέωσαι παμμάκαρ, ἡμῖν τόν Σωτῆρα, ὡς ἀν πταισμάτων συγχώρησιν εὕρωμεν, καί βασιλείας τῆς ἄνω θείαν ἀπόλαυσιν.
Μεγίστων σου ἐπάθλων, Πάτερ ταῖς ἀκτίσι, λαμπρυνομένη ἡ πόλις σου Ὅσιε Θεσσαλονίκη προστρέχει ἀεί τῆ σκέπη σου.
Ο μέγας ἐν Ὁσίοις, Δαβίδ θεοφόρε, Θεσσαλονίκης ὁ στῦλος ὁ πάμφωτος, φώς σωτηρίας ἀνάτειλον ἐν τῆ πόλει σου.
Θεοτοκίον.
Ὑμνοῦμεν Θεοτόκε, τά σά μεγαλεία, καί σύν Ἀγγέλῳ βοῶμεν τά χαῖρε σοι˙ γάρ ἐπήγασας πᾶσι τήν ἀγαλλίασιν.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις τῶν Ἀγγέλων ὁ μιμητής, Δαβίδ Θεοφόρε, θείου ἔρωτος θησαυρός˙ σύ γάρ τόν Σωτῆρα, ἐκ βρέφους ἀγαπήσας, αὑτῷ ἀπό νεότητος ἠκολούθησας.
Ἔρωτι πτερούμενος θεϊκῷ, ἀνῆλθες ἐν δένδρῳ, ὤσπερ ἄσαρκος ἀληθῶς, καί πτηνῶν τόν βίον, ἀνύσας θεοφόρε, πλουσίας ἠξιώθης, ἄνωθεν χάριτος.
Ἄγγελος ωράθης μετά σαρκός, εὐπρεπής τῷ εἴδει, καί τοῖς τρόποις θεοειδής˙ ὅθεν βασιλέων, ἐξέπληξας τάς φρένας, Δαβίδ τῆ σοι δοθείσῃ, πλουσία χάριτι.
Τῆ σή πολιτεία τῆ θαυμαστή, ἡ Θεσσαλονίκη, ἡγιάσθη Πάτερ Δαβίδ˙ ὅθεν καί προστρέχει, ἀεί τῆ σή πρεσβεῖα, ὡς ἀν ἀπροσδοκήτων ῥύηται θλίψεων.
Τούς ἐν εὐλαβείᾳ Πάτερ Δαβίδ, ἀεί προσιόντας, τῷ ναῶ σου τῷ ἱερῶ, ῥύου πάσης βλάβης, καί πάσης ἐπηρείας, καί δίδου τήν ὑγείαν, ψυχῆς καί σώματος.
Μετά Δημητρίου τοῦ εὐκλεοῦς, θείου Γρηγορίου, καί θεόφρονος Θεωνᾶ, Νέστορος τε ἄμα, ὁσίας Θεοδώρας ὑπέρ ἡμῶν δυσώπει, Δαβίδ, τόν Κύριον.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων παρρησίαν πρός Χριστόν, ὀν τῆ ἰσαγγέλῳ ζωή σου, Πάτερ ἐδόξασας, πρέσβευε δεόμεθα, ὑπέρ ἡμῶν ἐκτενῶς, ἶνα πάσης ῥυώμεθα, ὀργῆς καί ἀνάγκης, καί παντοίων θλίψεων, καί περιστάσεων˙ πίστει γάρ τῆ σή προστασία, Ὅσιε Δαβίδ προσιόντες, τῆς σής πατρικῆς εὐνοίας τύχοιμεν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ ευχών τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.
Δίστιχον·
Δαβίδ τήνδε δέησιν ὑψόθεν δέξαι.
Ἤν σοι Γεράσιμος ἐνήνοχεν ἤδη.

- Παρακλητικός Κανών εις τον Όσιον Ιάκωβον τον εν Ευβοία
- Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Δαβιδ τον Θαυματουργόν τον εν Ευβοια Διαλάψαντα
- Παρακλητικός Κανών εις την Αγία Ανυσίαν την εν Θεσσαλονίκη
- Παρακλητικός Κανών εις τον Όσιον Διονύσιον ο εν Ολύμπω
- Παρακλητικός Κανών εις τον Όσιον Σάββαν τον Νέο ο εν Καλύμνω
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης