Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Χαιρετισμοί στον Άγιο Νικόδημο τον Αγιορείτη Empty Χαιρετισμοί στον Άγιο Νικόδημο τον Αγιορείτη

Τρι Οκτ 30, 2012 6:02 am
Χαιρετισμοί στον Άγιο Νικόδημο τον Αγιορείτη

Ποίημα Γεράσιμου Μοναχοῦ Μικραγιαννανίτου
Χαιρετισμοί στον Άγιο Νικόδημο τον Αγιορείτη Nikodh10

Ὡς τῆς ἐνθέου πολιτείας μύστην ἄριστον καὶ εὐσεβείας θεοφόρητον διδάσκαλον, ἡ Ὀρθόδοξος γεραίρει σὲ Ἐκκλησία. Οὐρανόθεν γὰρ τὸ χάρισμα δεξάμενος, καταυγάζεις τοῖς ἐνθέοις σου συγγράμμασι, τοὺς βοῶντάς σοι·
χαίροις Πάτερ Νικόδημε.

Ἄγγελος ἐν τοῖς τρόποις, καὶ πολύς ἐν τῇ γνώσει, Νικόδημε ἐν Ἄθῳ ἐδείχθης· (τρίς) Ἀγγελικήν γὰρ ἔχων ζωήν, ἀγγελοπρεπεῖ φωνῇ διεσάφησας, τὰ ἐν πατράσι κείμενα, δι’ ὧν φωτίζεις τοὺς βοῶντας·•

Χαῖρε τῆς Νάξου ἡ εὐκοσμία·
χαῖρε τοῦ Ἄθω ἡ δαδουχία.
Χαῖρε τῶν Πατρώων δογμάτων ἀνάπτυξις·
χαῖρε τῶν ἁγίων ῥημάτων ἀνάλυσις.
Χαῖρε ὕψος τῆς φρονήσεως καὶ σοφίας ποταμός·
χαῖρε βάθος θείας γνώσεως καὶ ἀγάπης θησαυρός.
Χαῖρε ὅτι ἐδείχθης γραμματεύς θεοφόρος·
χαὶρε ὅτι τυγχάνεις ἑρμηνεύς θεηγόρος.
Χαῖρε λαμπὰς ἠθῶν τῆς σεμνότητος·
χαῖρε πυρσὸς τῆς ἄνω λαμπρότητος.
Χαῖρε δι’ οὗ οἱ πιστοί βεβαιοῦνται·
χαῖρε δι’ οὗ οἱ ἐχθροί ἐκπτοοῦνται.


Χαίροις Πάτερ Νικόδημε.

Βίον καθηγνισμένον, ἐκ παιδός ἀνιχνεύων, ὡς βλάστημα ἐνθέων γονέων, τὴν τοῦ κόσμου ἔλιπες ἀχλύν, καὶ τῷ Σωτήρι Χριστῷ ἠκολούθησας, ὧ ἀκλινῶς ἑπόμενος, Νικόδημος ἔνθους ἐβόας·

Ἀλληλούϊα.

Γνώμῃ ἐν θεολήπτῳ, ὡς τρωθείς θείῳ πόθῳ, προσήλθες ἐν τῷ Ὄρει τοῦ Ἄθω, καὶ δι’ ἐναρέτου ἀγωγής, πρὸς ὄρη ὑψώθης τὰ αἰώνια, κατὰ Δαβίδ Νικόδημε, ἀκούων παρ’ ἡμῶν ταῦτα·

Χαῖρε ζωῆς ὁσίας ταμεῖον·
χαῖρε φωτὸς ἀΰλου δοχεῖον.
Χαῖρε μοναζόντων τοῦ Ἄθω ὑπόδειγμα·
χαῖρε εὐσεβούντων ἁπάντων ἑδραίωμα.
Χαῖρε νοῦς ὁ θεοδίδακτος οὐρανίων ἐννοιῶν·
χαῖρε στόμα θεοκίνητον θεοπνεύστων διδαχῶν.
Χαῖρε ὅτι τοῦ κόσμου ὁλικῶς ἐμακρύνθης·
χαῖρε ὅτι ἐν Ἄθῳ πρὸς τὰ ἄνω ἰθύνθης.
Χαῖρε χοροῦ Ὁσίων ἐφάμιλλος·
χαῖρε πιστῶν ὁ μέγας διδάσκαλος.
Χαῖρε ἐχθρῶν καταπλήττων τὰς φρένας·
χαῖρε ψυχάς στερεῶν ἀνειμένας.


Χαίροις Πάτερ Νικόδημε.

Δόξαν τὴν τοῦ Κυρίου, νοητῶς κατοπτεύων, καθάρας σεαυτόν τῶν προσύλων, τῶν οὐρανίων ὑφηγητής, ἀνεδείχθης θεοῤῥῆμον Νικόδημε, ἔργῳ καὶ λόγῳ ἅπαντας, Θεῷ ῥυθμίζων τοὺς βοῶντας·

Ἀλληλούϊα.

Ἔχων σου τὴν καρδίαν, τῷ πυρὶ φλεγομένην, τοῦ φόβου τοῦ Θεοῦ ἀνενδότως, ἀγγελικὴν μετῆλθες ζωήν, καὶ τὰς ἐν αὐτῆ διατρανεῖς χάριτας, ὡς φωτισθεὶς τῷ Πνεύματι, Νικόδημε τοῖς ἐκβοῶσι·

Χαῖρε ἡ στήλη τῆς ἐγκρατείας·
χαῖρε ὁ μύστης τῆς ἀπαθείας.
Χαῖρε ὁ πτερώσας τὸν νοῦν πρὸς οὐράνια·
χαῖρε ὁ πλουτήσας ἐκεῖθεν τὰ ἄῤῥητα.
Χαῖρε χάριτος τοῦ Πνεύματος οἶκος ὁ φωτοειδής·
χαῖρε σκήνωμα πολύτιμον ἐναρέτου ἀγωγῆς.
Χαῖρε ὅτι ἐκβλύζεις ποταμοὺς διδαγμάτων·
χαῖρε ὅτι ξηραῖνεις ῥεύματα παθημάτων.
Χαῖρε Χριστοῦ πλουτήσας τὴν ἔλλαμψιν·
χαῖρε ἐχθροῦ νεκρώσας τὴν ἔπαρσιν.
Χαῖρε ῥητῶν ψυχοτρόφων ἡ λύρα·
χαῖρε ᾠδῶν θεοσόφων κινύρα.


Χαίροις Πάτερ Νικόδημε.

Ζηλωτής ἔνθους ὤφθης, τῶν Ὁσίων Πατέρων, νεκρώσας σεαυτόν τοῖς ἐν κόσμῷ, καὶ διδασκάλων τῶν ἱερῶν, ἐκμαγεῖον καὶ στόμα θεοκίνητον, πλουσία γὰρ σοὶ δέδοται χάρις Νικόδημε, βοῶντι·

Ἀλληλούϊα.

Ἤνυσας θεοφρόνως τὴν ὁσίαν ζωήν σου, ποικίλοις πειρασμοῖς ὁμιλήσας, καὶ ὥσπερ χρυσὸς ἐν τῷ πυρί, δοκιμασθεὶς ταῖς θλίψεσι Νικόδημε, διδάσκαλος θεόσοφος, ἐν πράξει ὤφθης τοῖς βοῶσι·

Χαῖρε ὁ νέος ἐν τοῖς Ὁσίοις·
χαῖρε ὁ ἔνθους ἐν διδασκάλοις.
Χαῖρε ὁ παιδεύων ἡμῶν τὴν διάνοιαν·
χαῖρε ὁ ἐκλύων Βελίαρ τὴν ἄνοιαν.
Χαῖρε λόγῳ τῷ τῆς χάριτος ὁ ῥυθμίζων τὰς ψυχάς·
χαῖρε ξίφος τέμνων πάντοτε τῶν παθῶν τὰς ἀφορμάς.
Χαῖρε ὅτι καθαίρεις καρδιῶν τὰς κηλῖδας·
χαῖρε ὅτι ἐκφαίνεις θεϊκὰς χορηγίας.
Χαῖρε πυρσὸς σοφίας τῆς κρείττονος·
χαῖρε σκηπτὸς μανίας τοῦ χείρονος.
Χαῖρε λαμπτήρ πρὸς ζωῆς ἐπιδόσεις·
χαῖρε φωστήρ πρὸς ἐνθέους ὑψώσεις.


Χαίροις Πάτερ Νικόδημε.

Θεοῤῥήμονα γλῶσσαν, ἐσχηκώς θεηγόρε, τῇ ἄνωθεν πνοῇ κινουμένῃ, ῥήματα αἰωνίου ζωῆς, καὶ τὰ ἐν θείοις πατρᾶσιν, δυσέφικτα πανσόφως διετράνωσας, πάντας συγκινῶν Θεῷ ψάλλειν·

Ἀλληλούϊα.

Ἵνα ἀναπτερώσης τῷ Θεῷ θεοφόρε, νοός σου τὰς κινήσεις ἁπάσας, φυλακήν αἰσθήσεων στεῤῥάν, μετῆλθες πρὸς ἥν διδάσκεις τοὺς θέλοντας, τυχεῖν θείας ἑνώσεως, ἐν τῷ βοᾶν σοι Πάτερ οὕτω·

Χαῖρε τῶν θείων ὑποφήτης·
χαῖρε τῆς χείρῳ ἀγνοίας ῥύστης.
Χαῖρε τῆς ἐνθέου ἀλείπτης ἀσκήσεως·
χαῖρε οὐρανίου ἐκφάντωρ φρονήσεως.
Χαῖρε πλάτος θείας γνώσεως καὶ σοφός ὑφηγητής·
χαῖρε δέλτος θεοτύπωτος τῆς τοῦ Πνεύματος φθογγῆς.
Χαῖρε τοῦ Παρακλήτου τὸ ὑπέρτιμον σκεῦος·
χαῖρε τῶν Ὀρθοδόξων τὸ θεόσδοτον σθένος.
Χαῖρε κρατήρ ψυχοτρόφου νέκταρος·
χαῖρε φωτὸς τρισηλίου ἔμπλεως.
Χαῖρε κανών μονοτρόπων ἐν ἔργοις·
χαῖρε εἰκὼν διδασκάλων ἐν λόγοις.


Χαίροις Πάτερ Νικόδημε.

Κῆπον θείων χαρίτων, τὴν καρδίαν τελέσας, Νικόδημε τῇ σῇ πολιτείᾳ, κῆπον χαρίτων ὡς ἀληθῶς, πεπλησμένον εὐωδίας τῆς χάριτος, τὴν σὴν βίβλον ὠνόμασε, ἐν ἧ τρυφῶντες ἐκβοῶμεν·

Ἀλληλούϊα.

Λάμψας ἐν ὄρει Ἄθῳ, ὡς νεόφωτον ἄστρον, λαμπρύνεις τὴν Χριστοῦ Ἐκκλησίαν, τῶν ἀρετῶν σου μαρμαρυγαῖς, οὐρανομύστα Νικόδημε Ὅσιε, ἐντεῦθεν πυρσευόμενοι, τῷ φωτί σου ἀναβοῶμεν·

Χαῖρε τὸ ἄστρον τῆς Ἐκκλησίας·
χαῖρε τὸ φέγγος τῆς εὐσεβείας.
Χαῖρε θεολόγων τῶν πάλαι ἀνάπτυξις·
χαῖρε τῶν ὀθνείων δογμάτων κατάλυσις.
Χαῖρε θείων παραδόσεων φύλαξ καὶ μυσταγωγός·
χαῖρε ἐναρέτων πράξεων, λαμπαδοῦχος ἱερός.
Χαῖρε ὅτι ἐλέγχεις διδαχὰς κενοφώνους·
χαῖρε ὅτι ἐκφαίνεις ἀρετὰς θεοσδότους.
Χαῖρε Θεοῦ θεράπων θερμότατος·
χαῖρε πιστῶν ἀτίνακτος πρόβολος.
Χαῖρε λειμών παντοδαποῦς σοφίας·
χαῖρε φωστήρ τῆς ἐν Χριστῷ παιδείας.


Χαίροις Πάτερ Νικόδημε.

Μένων ἐν Ὄρει Ἄθῳ, ὥσπερ ἐν ὑπερώῳ , συντόνῳ προσευχῇ καὶ νηστείᾳ, τὴν τοῦ Πνεύματος χάριν σοφέ, ὑπεδέξω μυστικῶς σοι φοιτήσασαν, καθάπερ οἱ Ἀπόστολοι, ὧν μιμητὴς ὤφθης κραυγάζων·

Ἀλληλούϊα.

Νίκην τοῖς εὐσεβέσιν, ἡ σή διδασκαλία, παρέχει τοῖς πιστῶς μελετῶσι, Νικόδημε πάτερ ἱερέ, κατά παθῶν καὶ ἁπάσης αἱρέσεως, ἐν γὰρ Ἁγίῳ Πνεύματι, ἐνεργεῖ ἀεί τοῖς βοῶσι·

Χαῖρε τὸ νῖκος τῶν Ὀρθοδόξων·
χαῖρε ἡ πτῶσις τῶν κακοδόξων.
Χαῖρε Ἐκκλησίας ὁ μέγας διδάσκαλος·
χαῖρε τῶν Ἁγίων τῶν πάλαι ἐφάμιλλος.
Χαῖρε ὅτι πλοῦτον ἔλιπες ἡμῶν βίβλων ἱερῶν·
χαῖρε παύεις ἅπασαν τὴν πενίαν τῶν παθῶν.
Χαῖρε οὐρανομήκης θεοφώτιστος στῦλος·
χαῖρε τοῦ Παρακλήτου ὁ ἀνέσπερος λύχνος.
Χαῖρε πιστοὺς νεφέλη σκιάζουσα·
χαῖρε λαμπὰς τὰ κρείττονα λάμπουσα.
Χαῖρε ὁ κῆρυξ τῶν θείων δογμάτων·
χαῖρε ἡ κρήνη ἀΰλων ναμάτων.


Χαίροις Πάτερ Νικόδημε.

Ξενίζει τὰς ἐννοίας, τῶν πιστῶν θεηγόρε, τὸ πλῆθος τῶν σοφῶν συγγραφῶν σου, σὺ γὰρ ἐν σοφίᾳ θεϊκῇ, καὶ δυνάμει οὐρανίῳ Νικόδημε, γράφεις καὶ φθέγγῃ ὅσιε, καὶ ἅπαντας προτρέπεις ψάλλειν·

Ἀλληλούϊα.

Ὅλην τὴν Ἐκκλησίαν, θεουργὰ οἷα φῶτα οἱ σοὶ θεοπαράδοτοι λόγοι, φωτίζουσι Πάτερ μυστικῶς, καὶ πρὸς τελειοτέρων γνῶσιν ἄγουσι, τοὺς ἐν αὐτοῖς ἐγκύπτοντας, καὶ βοῶντάς σοι ὁμοφώνως·

Χαῖρε ἡ σάλπιγξ τῶν ἀπορρήτων·
χαῖρε ὁ μύστης τῶν οὐρανίων.
Χαῖρε γραμματεῦ θεηγόρε τοῦ Πνεύματος·
χαῖρε διδακτὲ ἐκ τῆς ἄνω ἐμπνεύσεως.
Χαῖρε ὅτι θεῖον χῦμά σοι δέδοται ἐξ οὐρανοῦ·
χαῖρε ὅτι κεχαρίτωσαι ἐκ χειρὸς τῆς τοῦ Θεοῦ.
Χαῖρε θεολογίας μυστικῆς ἡ κιθάρα·
χαῖρε θεηγορίας οὐρανίου ἡ νάβλα.
Χαῖρε παθῶν ἐκτέμνων τὴν ἄκανθαν·
χαῖρε ψυχῶν καθαίρων τὴν ἄροτραν.
Χαῖρε Θεοῦ εὐσπλαγχνίας ἡ γλῶσσα·
χαῖρε πιστῶν Ὀρθοδόξων ἡ δόξα.


Χαίροις Πάτερ Νικόδημε.

Πρός ἀγῶνας ἀλείφων, κατ’ ἐχθρῶν νοουμένων, Νικόδημε ὁσίων προσθήκη, ἀόρατον πόλεμον καλεῖς, ἥν σοφῶς συνέγραψας βίβλον Ἅγιε, ἐκ ταύτης γὰρ μανθάνομεν, Θεῷ ἀνάγεσθαι βοῶντες·

Ἀλληλούϊα.

Ῥήσεις τὰς θεοπνεύστους καὶ ὠδάς τὰς πανσόφους, εἰς πλάτος ἀναπτύσσων καὶ βάθος, τῶν τοῦ Σωτῆρος ἑορτῶν, τὴν ἐν αὐτοῖς χάριν πᾶσιν παρέθηκας, δι’ ἧς ψυχαὶ εὐφραίνονται, Νικόδημε, τῶν σοὶ βοώντων·

Χαῖρε ᾠδῶν ἑρμηνεὺς τῶν θείων·
χαῖρε πυκτὶς λογίαν ἁγίων.
Χαῖρε ἐπιπνοίας τῆς θείας θησαύρισμα·
χαῖρε Ἐκκλησίας Χριστοῦ τὸ ὡράϊσμα.
Χαῖρε Πνεύματος κειμήλιον καὶ ταμεῖον ἀρετῶν·
χαῖρε ὄργανον θεόπνευστον ὕμνων τῶν πνευματικῶν.
Χαῖρε ὅτι καθαίρεις τῶν πιστῶν τὰς καρδίας·
χαῖρε ὅτι προῤῥέεις ζωηφόρους ἀρδείας.
Χαῖρε ψυχῶν ἀλείπτης θεόσοφος·
χαῖρε σεπτῶν Πατέρων ἰσότιμος.
Χαῖρε νοὸς φυλακήν ὁ διδάσκων·
χαῖρε χαρὰν μυστικὴν ὁ ἐκλάμπων.


Χαίροις Πάτερ Νικόδημε.

Στόματι θεηγόρῳ, καὶ χειρὶ κινουμένῃ, τοῦ Πνεύματος τῇ χάριτι Πάτερ, τῶν πνευματικῶν ἀναβαθμῶν, διασαφῶν ἐν πλάτει τὰ νοήματα, κλίμακα ἄλλην ἔστησας, τοῖς ποθοῦσιν Κυρίω ψάλλειν·

Ἀλληλούϊα.

Τῆς σοφίας τῆς θείας, κατά τὸν Σολομῶντα, ἐδόθη σοι Νικόδημε χῦμα, ἐντεῦθεν διδάσκαλος σοφός, τῆς Ἐκκλησίας ὤφθης καὶ περίβλεπτος, πάντα ἐπὶ τὰ κρείττονα, παιδεύων Πάτερ τοὺς βοῶντας·

Χαῖρε ὁ νοῦς τῆς θεολογίας·
χαῖρε ὁ ῥοῦς τῆς θεηγορίας.
Χαῖρε ὁ χειμάῤῥους τρυφῆς τῆς τοῦ Πνεύματος·
χαῖρε ὁ ἐν λόγοις καὶ ἔργοις ὑπέρλαμπρος.
Χαῖρε ῥήτωρ ὁ πολύσοφος τῶν ῥημάτων τῆς ζωῆς·
χαῖρε στόμα τὸ μακάριον τῆς τοῦ Πνεύματος φωνῆς.
Χαῖρε ὁ φυτοκόμος ἀρετῶν οὐρανίων·
χαῖρε ὁ ῥιζοτόμος τῶν ἐθνῶν τῶν κακίστων.
Χαῖρε θερμῆς προσευχῆς ἐναύλισμα·
χαῖρε πιστῶν θεόσδοτον καύχημα.
Χαῖρε Θεοῦ ὑμνητὰ θεηγόρε·
χαῖρε ἡμῶν ὁδηγὲ θεοφόρε.


Χαίροις Πάτερ Νικόδημε.

Ὑψώσας τοῦ νοός σου, πρὸς Θεὸν τὰς ἐφέσεις, νεκρώσας τῆς σαρκός τὰς κινήσεις, καὶ θείῳ φωτί καλαμφθείς, περιφανῶς ἐν τῷ Ἄθῳ διέπρεψας, λόγῳ καὶ ἔργῳ Ὅσιε, Θεῷ ἰθύνων τοὺς βοῶντας·

Ἀλληλούϊα.

Φέγγει τοῦ Παρακλήτου, τῶν σοφῶν συγγραφῶν σου, ἡ χάρις πανταχοῦ καταλάμπει καὶ ἀποπνέει ἐν ταῖς ψυχαῖς, τὴν μυστικήν εὐωδίαν, Νικόδημε, δι’ ἧς παθῶν λυτρούμεθα, τῆς δυσωδίας οἱ βοῶντες·

Χαῖρε τὸ ἄνθος τοῦ Παραδείσου·
χαῖρε ὁ δόναξ τοῦ Παρακλήτου.
Χαῖρε μυροθήκη τῆς θείας χρηστότητος·
χαῖρε εὐωδία ζωῆς καθαρότητος.
Χαῖρε μύρον τὸ πανεύοσμον τῆς ἀσκητικῆς ζωῆς·
χαῖρε ἄρωμα οὐράνιον βιωτῆς πνευματικῆς.
Χαῖρε ὁ μυστογράφος τῶν ἁγίων δογμάτων·
χαῖρε ὁ καλλιγράφος ἱερῶν νοημάτων.
Χαῖρε αὐλὸς ἀσμάτων τής χάριτος·
χαῖρε χοροῦ ἁγίων συνάριθμος.
Χαῖρε ψυχῶν ἑδρασμὸς κλονουμένων·
χαῖρε σοφός ὁδηγὸς Μοναζόντων.


Χαίροις Πάτερ Νικόδημε.

Χάριν καὶ ὁδηγίαν, πρὸς ὁδούς σωτηρίας, καὶ ἅπασαν ὠφέλειαν θείαν, ἐν Ἁγίω Πνεύματι ἀεί, ἡ τῶν σῶν βίβλων πληθύς, ὦ Νικόδημε, παρέχουσι καὶ ἄγουσι, πρὸς θείαν δόξαν τοὺς βοῶντας·

Ἀλληλούϊα.

Ψάλλοντες σοι τὸν ὕμνον, ὡς διδάσκαλον μέγα, καὶ θεῖον καὶ σοφὸν ὑπόφητην τῆς Ἐκκλησίας σε τοῦ Χριστοῦ, ὦ θεηγόρε τιμῶμεν Νικόδημε, ἀλλὰ μὴ παύσῃ Ἅγιε, πάντας φωτίζων τοὺς βοῶντας·

Χαῖρε τοῦ Ἄθω τὸ μέγα κλέος·
χαῖρε τῆς Νάξου τὸ θεῖον εὖχος.
Χαῖρε Μοναζόντων φωστήρ ὁ ἀείφωτος·
χαῖρε Ὀρθοδόξων πυρσὸς ὁ ἀκοίμητος.
Χαῖρε τύπος καὶ παράδειγμα θεολήπτων Μοναστῶν·
χαῖρε γέρας καὶ διάδημα εὐλαβῶν ἡσυχαστῶν.
Χαῖρε τῆς Ἐκκλησίας ἀῤῥαγέστατον τεῖχος·
χαῖρε τής εὐσεβείας τηλαυγέστατος λύχνος.
Χαῖρε δι’ οὗ καρποῦμαι τὰ κρείττονα·
χαῖρε δι’ οὗ ἐκτρέπω τὰ χείρονα.
Χαῖρε τῆς Ἀπειρογάμου ὁ μύστης·
χαῖρε τῶν σῶν συνωνύμων προστάτης.


Χαίροις Πάτερ Νικόδημε.

Ὦ Νικόδημε Πάτερ, Ὄρους Ἄθω τὸ θαῦμα, καὶ πάσης Ἐκκλησίας τὸ κλέος΄ (τρίς) τὴν παροῦσαν ἡμῶν προσφοράν, εὐμενῶς προσδέχου καὶ δίδου ἅπασι, φῶς θεῖον ἱκεσίαις σου, ὡς ἄν ἀεὶ Θεῷ βοῶμεν·

Ἀλληλούϊα.

Ὡς τῆς ἐνθέου πολιτείας μύστην ἄριστον, καὶ εὐσεβείας θεοφόρητον διδάσκαλον, ἡ Ὀρθόδοξος γεραίρει σὲ Ἐκκλησία. Οὐρανόθεν γὰρ τὸ χάρισμα δεξάμενος, καταυγάζεις τοῖς ἐνθέοις σου συγγράμμασι, τοὺς βοῶντάς σοι· χαίροις Πάτερ Νικόδημε.


Δίστιχον
Νικόδημε χαῖρε σοι ἀναβοῶντα,
Γεράσιμον πλήρωσον χάριτος θείας.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης