Χαιρετισμοί εις τον Άγιο Γρηγόριο τον Παλαμά
Δευ Μαρ 05, 2018 11:17 am
Χαιρετισμοί εις τον Άγιο Γρηγόριο τον Παλαμά
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον, θεολογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα, ἀνυμνοῦμέν σε Γρηγόριε Θεολόγε, ἀλλ ὡς νοῦς νοΐ τῷ πρώτῳ παριστάμενος, πρὸς αὐτὸν τὸν νοῦν ἡμῶν Πάτερ ὁδήγησον, ἵνα κράζωμεν Χαῖρε, μύστα τῆς χάριτος.
Ἄγγελος τῶν ἀῤῥήτων ἐπὶ γῆς ἀνεφάνης, τὰ θεῖα τοῖς βροτοῖς ἐξαγγέλων (γ΄). Ταῖς τῶν Ἀσωμάτων φωναῖς, νοΐ ἐν ἀνθρωπίνῳ καὶ σαρκὶ χρώμενος, ἐξέστησας ἡμᾶς καὶ βοᾶν σοι θεοῤῥῆμον ἔπεισας ταῦτα:
Χαῖρε, δι οὗ τὸ σκότος ἠλάθη
χαῖρε, δι οὗ τὸ φῶς ἀντεισῆλθε.
Χαῖρε, τῆς ἀκτίστου θεότητος ἄγγελε
χαῖρε, τῆς κτιστῆς καὶ μωρᾶς ὄντως ἔλεγχε.
Χαῖρε, ὕψος ἀνεπίβατον, τὴν Θεοῦ δόξαν εἰπών
χαῖρε, βάθος δυσθεώρητον, τὴν ἐνέργειαν δηλῶν.
Χαῖρε, ὅτι τὴν δόξαν τοῦ Θεοῦ καλῶς εἶπας
χαῖρε, ὅτι τὰς δόξας τῶν κακούργων ἐξεῖπας.
Χαῖρε, φωστήρ, ὁ δείξας τὸν ἥλιον
χαῖρε, κρατήρ, τοῦ νέκταρος πάροχε.
Χαῖρε, δι οὗ ἡ ἀλήθεια λάμπει
χαῖρε, δι οὗ ἐσκοτίσθη τὸ ψεῦδος.
Χαίροις Πάτερ Γρηγόριε.
Βλέπων ἐπαιρομένους καὶ λαλοῦντας εἰς ὕψος, κατὰ Θεοῦ βλασφημίαν Βαρλαάμ, καὶ τοὺς περὶ αὐτόν, ζηλῶν ἐζήλωσας ζῆλον τὸν ἅγιον, ἐγερθεὶς οὖν πάντας ἀπέκτεινας, τῇ μαχαίρᾳ τοῦ Πνεύματος ψάλλων
Ἀλληλούϊα
Γέγονας ἐν μεθέξει τῆς ἀΰλου οὐσίας, νοΐ καθαρωτάτῳ σου Πάτερ, διὸ εἶναι μεθεκτὴν αὐτήν, ἐν χαρίσμασιν μόνον διδάσκεις φιμῶν ἀντιδοξοῦντας, διὸ καὶ ἡμεῖς σοι ἀναβοῶμεν
Χαῖρε, ἐχθροῦ τοῦ κοινοῦ διῶκτα
χαῖρε, πιστῶν κατ αὐτοῦ ἀλεῖπτα.
Χαῖρε, κακοτρόπων ὁ τρέπων τὰς φάλαγγας
χαῖρε, τῶν πιστῶν ὁ φρουρῶν τὰ συστήματα.
Χαῖρε, ὄντως ναῦς μυρίολβε, φόρτον φέρουσα Χριστόν
χαῖρε, φάρε, ὁδηγῶν ἡμᾶς, εἰς λιμένας γαληνούς.
Χαῖρε, χριστομιμήτως πειρασμοὺς ὑπομείνας
χαῖρε, ὁ ἀριστεύσας, ἐν καιροῖς τοῖς ἐσχάτοις.
Χαῖρε, σκηπτός, ὁ φλέξας κακόφρονας
χαῖρε, πρηστήρ, τεφρώσας ἀσέβειαν.
Χαῖρε, δι οὗ Βαρλαὰμ ἀπεκτάνθη
χαῖρε, δι οὗ ὁ Ἀκίνδυνος θλᾶται.
Χαίροις Πάτερ Γρηγόριε.
Δόξαν τῆς Ἐκκλησίας, στόμα θεολογίας, καινὴν ὁμολογίας τε γλῶσσαν καὶ δογμάτων ὁρθῶν, ποταμὸν σὲ κηρύττομεν πρὸς ὃν ἄρδην ἐντυχὼν Βαρλαὰμ ἀπεπνίγη, μὴ εἰδὼς προσάδειν
Ἀλληλούϊα
Ἔγνωσταί σοι θεόθεν, τὸ μακάριον τέλος, ὀφθεὶς γὰρ παραδόξως, καθ ὕπαρ ὁ Χρυσόστομος μάκαρ, καὶ πρὸς ἑαυτὸν σὲ καλῶν σαφῶς, ὡς φίλον καὶ ὁμότροπον, ἐν ὕμνοις καταστέφω δὲ εἰκότως σοι προσεῖπε
Χαῖρε, τερπνὸς τῆς Τριάδος οἶκος
χαῖρε, φαιδρὸς Ἐκκλησίας λύχνος.
Χαῖρε, τοῖς ἀγῶσι τῶν Μαρτύρων ἐφάμιλλε
χαῖρε, τῶν Ἀγγέλων Θεοῦ ὁμοδίαιτε.
Χαῖρε, ὅτι ἐκ νεότητος, Χριστοῦ ἦρας τὸν ζυγόν
χαῖρε, πάθος τὸ σωτήριον, κολπωσάμενος φαιδρῶς.
Χαῖρε, ὁ τῶν βαρβάρων τὴν μανίαν μὴ δείσας
χαῖρε, ὀ τῶν ἀνόμων τὰς ἑνέδρας συντρίψας.
Χαῖρε, δεινῶν αἰρέσεων πέλεκυς
χαῖρε, δριμὺς ἀνόμων ὁ ἔλεγχος.
Χαῖρε, θερμὴ πρὸς Θεὸν μεσιτεία
χαῖρε, κοινὴ τῶν πιστῶν προστασία.
Χαίροις Πάτερ Γρηγόριε.
Ζηλωτὴς εὐσεβείας, μειωτὴς ἀσεβείας ἐφάνης ὦ Γρηγόριε Πάτερ, καὶ γὰρ τοὺς τολμήσαντας εἰπεῖν τῆς θεότητος, θείας ἐνεργείας εἶναι κτιστάς, ἀπεστόμωσας Συνόδων τετρακτύϊ κράζων Ἀλληλούϊα
Ἤττηται κατὰ κράτος, θὴρ ἑσπέριος ὄντως, δυνάμει προσβαλών σου τῶν λόγων, τὸ γὰρ γλώττης σου πῦρ μὴ φέρων πρὸς Λατίνους, ὅθεν ἦκε φυγὰς ὤχετο, οὗ τῆς κακουργίας ῥύου Πάτερ τούς σοι ἐκβοῶντας
Χαῖρε, θηρὸς Βαρλαὰμ τὸ πλῆγμα
χαῖρε, διπλοῦν Ἀκινδύνου ξίφος.
Χαῖρε, τὴν ὀφρὺν ταπεινώσας τῆς Δύσεως
χαῖρε, τῆς ἑώας κρατύνας τὰ δόγματα.
Χαῖρε, γλῶσσα ἡ ἐλέγξασα, κακουργίας Δυτικῶν
χαῖρε, κῆρυξ ὁ νεοφανής, τἀληθῆ διατρανῶν.
Χαῖρε, ὅτι ὑπάρχεις, ἑσπερίων ἡ θραῦσις
χαῖρε, ὅτι ὑπάρχεις, τῆς ἑώας ἡ βάσις.
Χαῖρε, τοῦ σκότους πλήξας τὰ ἔκγονα
χαῖρε, φωτὸς υἱοὺς ὡς ἐλάμπρυνας.
Χαῖρε, δεινὰς ἐκτεμὼν γλωσσαλγίας
χαῖρε, σπορὰν ἐκριζῶν ζιζανίων.
Χαίροις Πάτερ Γρηγόριε.
Θεωθεὶς διανοίᾳ, θεοφόρος ἐγένου, διὸ καὶ καταλλήλως διδάσκεις, τὴν κρυπτὴν τῆς καρδίας εὐχήν, φυλακὴν νοός τε μυστικὴν θέωσιν, καὶ θεωρίαν ἄϋλον, βαβαί! Δι ἧς Θεῷ βοῶμεν Ἀλληλούϊα
Ἰωάννης ὁ μέγας Θεολόγος, ὀφθείς σοι, Ἀγγέλων ἀρωγὴν τῆς Παρθένου, θεόθεν ἣν ἐζήτεις καμών, λύων τῆς ψυχῆς σου συνοχήν, καὶ θείας εὐφροσύνης ἐμπιπλῶν σε, ᾖδε ταῦτα, ὦ εὐλογήμενε
Χαῖρε, πτηνόν, τὸν πόλον βατεύων
χαῖρε, ἰχθύς, Ἰησοῦν συμβολίζων.
Χαῖρε, θεολόγων ἁπάντων ἀνάπτυξις
χαῖρε, τῶν κλεινῶν Ἀποστόλων ὁμότροπος.
Χαῖρε, πτόρθος ὁ τοῦ Ἄθωνος, μοναστῶν ἠ καλλονή
χαῖρε, Κόρης τῆς Θεόπαιδος, φίλος ὀ ἀγαπητός.
Χαῖρε, ὅτι ὑπάρχεις, τῶν δογμάτων ἡ στάθμη
χαῖρε, ὅτι ὑπάρχεις, ἁγιότητος τύπος.
Χαῖρε, ἀκίς, ἰχνεύων κακόφρονας
χαῖρε, λαμπτήρ, ἐκλάμπων τὰς χάριτας.
Χαῖρε, δι οὗ πιστῶν δῆμοι σκιρτῶσι
χαῖρε, δι οὗ ἐχθρῶν στίφη θρηνοῦσι.
Χαίροις Πάτερ Γρηγόριε.
Κύριλλον σὺν Μαξίμῳ, Ἀθανάσιον ὄντως, Βασίλειον σὺν τῷ Χρυσοστόμῳ, Γρηγορίους σὺν Δαμασκηνῷ, ἅπαντας Γραφῶν ἑρμηνευτάς, συνοδικῶς ἐκήρυξας, αἰσχύνας Βαρλααμίτας, κραυγάζων
Ἀλληλούϊα
Λόγοις σου θεοπνεύστοις, Παραδόσεις ἁγίας, κρατύνας Ἐκκλησίας στηρίζεις, κυρώσας δὲ πᾶσαν τῶν Ἱεραρχῶν Γραφήν, ἐξαίρεις τε συλλήβδην τὴν σεπτὴν θεολογίαν, διὸ νῦν ἀκούεις ταῦτα
Χαῖρε, ὁμότροπε Βασιλείου
χαῖρε, συνόμιλε τοῦ Κυρίλλου.
Χαῖρε, τὴν σοφίαν Μαξίμου κτησάμενος
χαῖρε, τοῦ Δουκὸς Δημητρίου συγκάθεδρε.
Χαῖρε, ὅτι τὸ χρυσόῤῥειθρον Χρυσοστόμου εὐμοιρεῖς
χαῖρε, των συνωνυμούντων σοι, τὴν ἀγχίνοιαν πλουτῶν.
Χαῖρε, Ἀθανασίῳ ὁ ὅμοιος ἀγῶσι
χαῖρε, τοῦ Δαμασκόθεν, ὁ ἐφάμιλλος ζήλῳ.
Χαῖρε, αὐτοὺς δοξάσας τοῖς λόγοις σου
χαῖρε, ὅτι αὐτῶν τὸν ζῆλον ἐζήλωσας.
Χαῖρε, τὸ θεῖον ἀντίτυπον τούτων
χαῖρε, τὸ κῦρος ἁπάντων Πατέρων.
Χαίροις Πάτερ Γρηγόριε.
Μονάδα τῇ οὐσίᾳ, καὶ Τριάδα προσώποις, τὴν ἄκτιστον ἐκήρυξας φύσιν, διαιρῶν ἀχωρίστως σοφέ, καὶ ἑνῶν ἀσυγχύτως τῇ θεοσοφίᾳ σου, διὸ καὶ ἀπεμώρανας τὰ Ἑλλήνων φρονοῦντας, κράζων
Ἀλληλούϊα
Νέος ἀστὴρ ἐφάνης, θαυμαστῶς ἀνατέλλων, ἐν Ὄρει τῷ σεπτῷ τῆς Παρθένου, Μοναστῶν ἐκλαμπρύνων χορούς, ἀρετῶν σου φέγγει θεῖε Γρηγόριε, ὑφ οὗ καὶ φωτιζόμενοι, ὑμνοῦσί σε οὕτω βοῶντες
Χαῖρε, δι οὗ κομπάζει ὁ Ἄθως
χαῖρε, δι οὗ αὐχοῦσι μονῶται.
Χαῖρε, τὸ ἡδύπνοον ἄνθος τοῦ Ἄθωνος
χαῖρε, Θεοτόκου θεράπων ὁ γνήσιος.
Χαῖρε, ἄστρον τὸ ἐξ Ἄθωνος, ἀπαστράψαν φαεινῶς
χαῖρε, σφαῖραν τὴν περίγειον, τὸ φωτίσας τηλαυγῶς.
Χαῖρε, ὁ κλεινὸς ὄρπηξ, τῆς ὐπεράγνου Κόρης
χαῖρε, ὁ θερμὸς αὖθις τῆς Θεόπαιδος λάτρις.
Χαῖρε, εἰκὼν ἡ βρύουσα χάριτας
χαῖρε, μορφή, ἀΰλων ἐμπνεύσεων.
Χαῖρε, αὐγὴ φεγγοβόλε τοῦ Ἄθω
χαῖρε, αὖχος ἀσκητῶν τε καὶ κλέος.
Χαίροις Πάτερ Γρηγόριε
Ξενοτρόπως ἐνήργει, ἐπὶ σὲ θεοφόρε, ἡ χάρις τῶν θαυμάτων τοῖς πᾶσι, καὶ γὰρ πίστει τοὺς νοσοῦντας οἱ λαοί, πρὸ τῶν ποδῶν σου ῥίπτοντες ἐλάμβανον αὐτίκα ὑγιαίνοντας, ὦ χάριτος! Θεῷ βοῶντες
Ἀλληλούϊα
Οἶκον φωτὸς ἁγίου, καὶ πηγὴν θαυμασίων, καὶ βρύσιν ἱερῶν χαρισμάτων, καὶ κοινὸν ἰατρεῖον τὸν ναόν σου ἐγνωκότες οἱ πιστοί, προστρέχοντες λαμβάνουσι τὴν ἴασιν, ψυχῶν καὶ τῶν σωμάτων, βοῶντες
Χαῖρε, κοινὸν ἰατρεῖον πάντων
χαῖρε, ἀκέστωρ δοτὸς θεόθεν.
Χαῖρε, Βυζαντίου βλαστὸς ἁγιώτατος
χαῖρε, τῆς κρυπτῆς προσευχῆς, ὀ διδάσκαλος.
Χαῖρε, ὅτι τὸν παράφρονα κατεβάλου Βαρλαάμ
χαῖρε, ὅτι τὸν Ἀκίνδυνον, πολυκίνδυνον δηλοῖς.
Χαῖρε, Θεσσαλονίκης κραταιὲ πολιοῦχε
χαῖρε, τῆς Ἐκκλησίας, ἀδιάῤῥητον τεῖχος.
Χαῖρε, Χριστοὺ ὁ πάνυ ἐράσμιος
χαῖρε, Πατέρων ὁ πολυέραστος.
Χαῖρε, πιστῶν τὸ ἀνέδρευτον ἔρκος
χαῖρε, πιστῶν ἀδιάψευστος πρέσβυς.
Χαίροις Πάτερ Γρηγόριε.
Πᾶσας ἐν τῇ ἀΰλῳ, βιοτῇ σου φυλάξας, τὰς θείας ἐντολὰς τοῦ Κυρίου, γεγονὼς δ ἐγκρατείας κανών, καὶ στάθμη ἁγιωσύνης πάνσοφε, ἐξέπληξας ἅπαντας καὶ κραυγάζειν ἤγειρας τῷ Κυρίῳ
Ἀλληλούϊα
Ῥητορεύων καθεῖλες, δεινοὺς ῥήτορας πλάνης, φρονοῦντας τὰ Μαρκίωνος, ὅθεν καὶ πολλοὺς πλανηθέντας ἔπεισας, ἀεὶ εὔχεσθαι καὶ μὴ μόνον τὸ Πάτερ ἡμῶν, ὡς οὗτοι οἴοντο, ἡμεῖς ὅμως βοῶμεν
Χαῖρε, ποιμὴν τῆς Θεσσαλονίκης
χαῖρε, τὸ θαῦμα τῆς Θετταλίας.
Χαῖρε, τοὺς κομψοὺς ὁ φιμώσας Μαρκίωνος
χαῖρε, ἑσπερίων φαυλίσας τὴν ἄνοιαν.
Χαῖρε, νήψεως διδάσκαλε, ἀνεφίκτων ἑρμηνεῦ
χαῖρε, πρόβολε τῆς πίστεως, εὐσεβείας ὁδηγέ.

χαῖρε, ὁ ἀριστεύσας ἐν ἐσχάτοις τοῖς χρόνοις.
Χαῖρε, σκηπτός, ὁ φλέξας κακόφρονας
χαῖρε, χιτών, πενήτων σωτήριος.
Χαῖρε, σεπτὲ χρυσολόγε ὡς ὄντως
χαῖρε, σοφὲ χριστοκῆρυξ θεόφρων.
Χαίροις Πάτερ Γρηγόριε.
Σώζεις τὴν Ἐκκλησίαν, δυτικῶν ἐκ τῆς πλάνης, καὶ ἐκ πάσης αἰρέσεως Πάτερ, πάνσοφα συγγράμματα αὐτῇ καταλελοιπώς, ἅπερ κατέχουσα, ἐνδυναμοῦται τρέπουσα ἐχθρῶν παρεμβολάς, καὶ ἐκβοῶσα Ἀλληλούϊα
Τοῦ σοφοῦ Δημητρίου ὦ Γρηγόριε Πάτερ, ἐπλούτησας τὴν χάριν θεόθεν, καὶ τῷ μύρῳ σοφὲ νοητῶς, χρισθεὶς ἀρχιερεύς, τὴν ποίμνην αὐτοῦ ἄριστα ἐποίμανας πανάγιε, ὑφ ἧς ἱερουργὲ ἀκούεις
Χαῖρε, ὀσμὴ ἐξ Ἐδὲμ χυθεῖσα
χαῖρε, ῥοή, πανευόσμου μύρου.
Χαῖρε, λογογράφε, λογίων τοῦ Πνεύματος
χαῖρε, ἀρετῶν ἀπασῶν τὸ κειμήλιον.
Χαῖρε, ὅτι ἀνατέθεικας, Θεοτόκῳ σὴν ζωήν
χαῖρε, ὅτι ὡς ἐπόθησας, Αὐτὴν ἔσχες βοηθόν.
Χαῖρε, ὁ τὰς ἑνέδρας Βαρλαάμ, διαῤῥήξας
χαῖρε, ὁ σοφιστείας Ἀκινδύνου ἐλέγξας.
Χαῖρε, ζωῆς ἀμείνονος μέτοχε
χαῖρε, τρυφῆς ἀκηράτου ἐχέγγυε.
Χαῖρε, δι οὗ ἐναβρύνεται Ἄθως
χαῖρε, δι οὗ ἐπαινεῖται τὸ Ὄρος.
Χαίροις Πάτερ Γρηγόριε.
Ὑετὸν ἡμῖν ῥάνον, τῶν χαρίτων σου Πάτερ, καὶ δρόσον Ἀερμώνειον θείαν, καὶ γὰρ ὄρη Σιὼν νοητά, ἀρετῶν ὑψωθῆναι, οὐκ ἰσχύομεν ὡς δεῖ, ἐγκωμιάσαι σε οἱ τλήμονες ἡμεῖς, ὅμως βοῶμεν
Ἀλληλούϊα
Φωτὸς θείου πληροῦται, οἱ καλῶς μελετῶντες, τὰς θείας καὶ πανσόφους σου δέλτους, καὶ γὰρ ἄλλος καθάπερ Μωϋσῆς, ἔλιπες Δεκάλογον ἡμῖν, ὑφ οὗ πρὸς ζωὴν καθοδηγούμενοι, ὑμνοῦμέν σε βοῶντες οὗτω
Χαῖρε, τοῦ οὐρανοῦ ἡ διόπτρα
χαῖρε, τοῦ Πόλου ὁ πολυπράγμων.
Χαῖρε, ταπεινώσεως βάθος ἀμέτρητον
χαῖρε, τίμιον ἀρετῶν τὸ θησαύρισμα.
Χαῖρε, ὅτι τὸ Θαβώριον φῶς, ἀπρόσιτον σὺ φής
χαῖρε, ὅτι ἀπεστόμωσας, τοὺς ληροῦντας ὡς κτιστόν.
Χαῖρε, ὅτι ὑπάρχεις, Ἀρχιερέων τὸ κλέος
χαῖρε, ὅτι ὑπάρχεις, μοναζόντων προστάτης.
Χαῖρε, ψυχῶν ἡμετέρων, ἴασις
χαῖρε, παθῶν τῶν ἐχθίστων μείωσις.
Χαῖρε, λαῶν ἀταξίαν στορέσας
χαῖρε, εἰρήνην τοῖς πᾶσιν βραβεύσας.
Χαίροις Πάτερ Γρηγόριε.
Χάριν σὴν οἱ Λατίνων ποτὲ μάταιοι παῖδες, ὑβρίζοντες κατήλεγχον ἅμα, ἀγιότητα Πάτερ τὴν σήν, ἀλλ ἡ θεία δίκη ἐνδίκως φθάσασα, βυθῷ τούτους παρέδωκε, διδάξασα πολλοὺς Κυρίῳ ᾄδειν
Ἀλληλούϊα
Ψάλλει σοι θεῖον ὕμνον, ἡ σὴ ποίμνη θεόφρον, κυκλοῦσα τὴν σορὸν τῶν λειψάνων, ἀσπαζομένη τε πιστῶς, αἰτεῖ τὴν σεπτήν σου χάριν, Πάτερ Γρηγόριε, ἣν δαψιλῶς νῦν δώρησαι, ἵνα βοᾶ σοι σωζομένη ταῦτα
Χαῖρε, ὁ μύστης Θεοῦ σοφίας
χαῖρε, τῆς κρείττω θυσίας θῦτα.
Χαῖρε, ῥιζοτόμε αἰρέσεων ἄριστε
χαῖρε, φυτοκόμε ἐσθλῶν περιδέξιε.
Χαῖρε, θεῖον οἰκητήριον, προσευχῆς καρδιακῆς
χαῖρε, ἔσοπτρον ἐμφάσεων, τῆς Τριάδος ἀκραιφνές.
Χαῖρε, τοῦ φιλοσόφου Γρηγορᾶ καθαιρέτα
χαῖρε, θεομαχίαν τὴν αὐτοῦ, καταστρέψας.
Χαῖρε, ψυχὰς πλουτίζων ἐν πνεύματι
χαῖρε, πιστούς, ὁ ἄρδων χαρίσμασι.
Χαῖρε, ψυχῶν ἡμετέρων γαλήνη
χαῖρε, φρενῶν κακοτρόπων ἡ ζάλη.
Χαίροις Πάτερ Γρηγόριε.
Ὤ Γρηγόριε Πάτερ, θεολόγων ἀκρότης, κανὼν ἱερωσύνης καὶ δόξα (γ΄), τόνδε ὕμνον πενιχρὸν ἡμῶν, προσδεξάμενος λύτρωσαι ἡμᾶς.
Κύριε ἡμῶν Ἰησοῦ Χριστέ, διάνοιξον τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου, τοῦ ἀκοῦσαί με τὰ λόγιά Σου καὶ συνιέναι καὶ ποιῆσαι τὸ θέλημά Σου, ὅτι πάροικός εἰμι ἐν τῇ γῇ.
Μὴ ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τὰς ἐντολάς Σου, ἀλλὰ ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ Νόμου Σου. Ἐπὶ σοὶ γὰρ ἐλπίζω ὁ Θεός μου, ἵνα Σύ μου φωτίσεις τὴν διάνοιαν· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν

Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης