Χαιρετισμοί εις τον Όσιο Ρωμανό τον Μελωδό
Σαβ Οκτ 05, 2019 12:47 pm
Χαιρετισμοί εις τον Όσιο Ρωμανό τον Μελωδό
Ποίημα Ἰσιδώρας Μοναχῆς Ἀγιεροθεϊτίσσης
Ἀπολυτίκιον. Ἦχος πλ. δ´. Τὸ προσταχθεν.
Τῶν Μελῳδῶν τὸ σεπτὸν καὶ θεῖον κλέος, τῶν Διακόνων τὴν τιμίαν κορωνίδα, Παρακλήτου σκεῦος, χάριτος ταμεῖον· Ὁσίων τὸ ἐγκαλλώπισμα τὸ κλεινόν, τὸν οἶκον τῆς θείας δόξης τὸν φωταυγῆ, Θεοῦ Λόγου τὴν σάλπιγγα· τὸν ἱερὸν Ῥωμανὸν τιμῶντες ἀναμέλψωμεν· Χαῖροις λύρα θεόφθογγε.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Τῶν ὑμνολόγων τὸ λαμπρὸν καὶ μέγα καύχημα, τῆς Ἐκκλησίας χελιδόνα τὴν ἡδύλαλον, ἐνδιαίτημα σοφίας τῆς ὑπερσόφου· τῆς Ἁγνῆς καὶ Θεοτόκου μύστην ἄριστον, Ῥωμανὸν τὸν μελοῤῥήμονα ὑμνήσωμεν, τούτῳ λέγοντες· Χαῖροις λύρα θεόφθογγε.
Ἄληκτον ἐν ὑψίστοις καὶ καινότατον ᾆσμα προσάδεις Ῥωμανὲ ὑψηγόρε (γ´) καὶ σὺν Ἀγγέλων στρατηγίαις ἵστασαι τῷ θρόνῳ τῆς Τριάδος ἐν παῤῥησίᾳ, τὴν ἄμετρον Αὐτῆς δοξάζων μεγαλωσύνην καὶ ὕμνον ἀναμέλπων ἀκατάληπτον. Ὅθεν σοι πόθῳ πλέκοντας τὸν ὕμνον ἀναβοῶμεν·
Χαίροις, τῆς Ἐκκλησίας τὸ περίβλεπτον κλέος·
χαίροις, τῆς εὐσεβείας τὰ ἐξαίρετον κάλλος.
Χαίροις, τῶν ὑμνολόγων τιμιώτατον καύχημα·
χαίροις, τῶν ὑψηγόρων ἱερὸν ἐγκαλλώπισμα.
Χαίροις, τῶν μελῳδούντων θαυμάσια ἀκρότης·
χαίροις, τῆς θεολογίας ἡ ἀκραίμων ὡραιότης.
Χαίροις, ἄνωθεν σοφίας ὁ ἀνέσπερος ἀστήρ·
χαίροις, τῆς θεογνωσίας ἱλαρότατος φωστήρ.
Χαίροις, λύρα μελῳδοῦσα τὴν οὐράνιον ᾠδήν·
χαίροις, νάβλα κρουομένη Πνεύματος τῇ διδαχή.
Χαίροις, τῆς Συρίας γόνος καὶ πανίερος βλαστός·
χαίροις, οἰκουμένης πάσης ὁ θεόφωτος πυρσός·
Χαίροις λύρα θεόφθογγε.
Βάθος τῆς φωτοχυσίας τῆς ἀῤῥήτου θεωρῶν καὶ τοῦ Φωτοδότου κάλλος τὸ ἀμήχανον ὁρῶν, γέγονας τοῦ Παρακλήτου οἰκητήριον σεπτὸν καὶ τῆς Θεαρχίας λύχνος καὶ ὑπέρφωτος λαμπάς. Φώτισαν ψυχῆς μου κόρας καὶ καρδίας ὀφθαλμούς, ἵνα σὲ ἀκαταπαύστως ἀνυμνήσω, Ῥωμνὲ, καὶ βοήσω ἀκορέστως τὴν φωτώνυμον ᾠδήν·
Ἀλληλούϊα.
Γνώσεως ταμεῖον πέλεις τῆς ἀῤῥήτου καὶ ὀρθῆς, Πνεύματος διόπτρα Πάτερ καὶ χαρίτων θησαυρός. Πλούτισον κἀμοῦ καρδίαν ταῖς καλλίσταις δωρεαῖς καὶ ἐπένδυσον τὸν νοῦν μου τῷ χιτῶνι σῶν εὐχῶν, ἵνα λόγους σοι προσφέρω ἐν αἰνέσεως φωνῇ·
Χαίροις, σκεῦος Παρακλήτου καὶ ἡδύλαλος φωνή·
χαίροις, δόξης καὶ σοφίας τῆς ἐνθέου ἡ χορδή.
Χαίροις, εὐπρεπείας στῦλος καὶ θεότευκτος εἰκών·
χαίροις, λύχνος ἀπαθείας, πίστεως ἡ λαμπηδών.
Χαίροις, Τρισηλίου φάους θειοτάτη θεωρία·
χαίροις, τῆς ὑμνολογίας φαεινὴ προσηγορία.
Χαίροις, χελιδὼν ἡ θεία ἔαρ μέλπουσα Χριστόν·
χαίροις, ἀηδῶν τιμία ᾄδουσα τῷ Παντουργῷ.
Χαίροις, τῆς Παρθένου μύστα, παρθενίας ὁ κανών·
χαίροις, τῆς ἁγνείας κάλλος, τῶν ὁσίων στολισμός.
Χαίροις, Ἐκκλησίας βάθρον καὶ ἀσάλευτος κρηπίς·
χαίροις, πλούτου ὑπερτίμου ἡ πολύτιμος σφραγίς.
Χαίροις λύρα θεόφθογγε.
Διακόνων ὡς φαιδρύνας τὸν ὑπέρτιμον χορόν, Βηρυτῷ ἐν πόλει Πάτερ, διετέλεις εὐσεβῶς καὶ θυσίαν ἐπετέλεις ἐν Ναῷ τῷ νομικῷ. Τοῦ προσφέρειν με λατρείαν δίδου Πάτερ ἐκτενῶς, ἐν τῷ βήματι καρδίας καὶ δοξάζειν τὸν Θεόν, τὸν ἀκούοντα ἀπαύστως τῶν Ἀγγέλων τὴν ᾠδήν·
Ἀλληλούϊα.
Ἐν τῷ οἴκῳ τῆς Πανάγνου του Θεοῦ ἡμῶν Μητρός, παρεστὼς ἐν εὐλαβείᾳ θεοφόρε Ῥωμανέ, ἐξεζήτεις θείαν χάριν τοῦ λαβεῖν τὴν ἱεράν, ἵνα μεγαλύνῃς ταύτην ἐκ ψυχῆς μελωδικῶς καὶ ὑμνεῖς τὴν θείαν δόξαν χείλεσιν ἁρμονικοῖς. Ὅθεν συναχθέντες πάντες ἐν σκηνώμασι Θεοῦ, λέγομεν ἐν εὐθυμίᾳ ὁμοφώνως ἐκ ψυχῆς·
Χαίροις, ῥήτωρ ἀληθείας καὶ ἡδύμολπος πνοή·
χαίροις, θαυμασίων ξένων ἄριστος ὑφηγητής.
Χαίροις, μέλισσα ὡς ἄλλη ὁ πονήσας τὸ καλόν·
χαίροις, ἀρετῶν τὸ μέλι ὁ προσάξας τῷ Θεῷ.
Χαίροις, πέτραν ἀγαπήσας τὸν Χριστὸν ἀπὸ ψυχῆς·
χαίροις, τῆς Σιὼν ὁ λίθος πάντιμος καὶ χρυσαυγής.
Χαίροις, κρήνη πληρέστατη ὕδατος τοῦ γλυκεροῦ·
χαίροις, φρέαρ μελῳδίας τὸ ἀρδεῦον τοὺς πιστούς.
Χαίροις, Ἐκκλησίας κόσμος ὡραΐζων εὐκλεῶς·
χαίροις, κλέος τῶν Ὁσίων, Διακόνων στολισμός.
Χαίροις, σέλας τοῦ ἡλίου ὁ ὁρῶν ἐν εὐφροσύνῃ·
χαίροις, Ἥλιον ἀπαύστως μελῳδῶν Δικαιοσύνης.
Χαίροις λύρα θεόφθογγε.
Ζέοντι τῷ πόθῳ Πάτερ καὶ καρδίᾳ ἱλαρᾷ, τῷ Δεσπόζοντι τῶν ὅλων ἠκολούθεις ἐν χαρᾷ, καὶ Αὐτοῦ τὸν θεῖον νόμον ἔστερξας παναληθῶς. Νόμον δίδου μοι φιλῆσαι τοῦ Θεοῦ ταῖς σαῖς εὐχαῖς, καὶ ἀξίωσόν με ψάλλειν ἐκ καρδίας τὴν ᾠδήν·
Ἀλληλούϊα.
Ἤστραψας ἐν βίῳ πάνυ ὡς θεόφωτος ἀστὴρ καὶ τὴν κτίσιν ἀγλαΐζεις σαῖς ἀκτῖσι Ῥωμανέ, Ἐκκλησίαν δὲ γεραίρεις τῶν ᾀσμάτων ταῖς πλοκαῖς. Μὴ ἐλλείπῃς τοῦ πρεσβεύειν τῷ Πατρὶ τῶν οἰκτιρμῶν, ἵνα λύσῃ τὸ ζοφῶδες τῶν ἀμέτρων μου παθῶν, καὶ δωρήσηται μοι φέγγος τῆς Αὐτοῦ μαρμαρυγῆς, ὅπως λέγω ἀκορέστως ἐν αἰνέσεως φωνῇ·
Χαίροις, Πνεύματος Ἁγίου δαδουχία ἡ σεπτή·
χαίροις, πίστεως ἀμώμου φωταυγεία εὐπρεπής.
Χαίροις, ἀρετῶν λαμπάδα ὁ κρατήσας ἀνημμένην·
χαίροις, εἰσελθὼν ἀξίως τῶν φρονίμων τῷ νυμφῶνι.
Χαίροις, τῆς ἐλπίδος δρέψας τὴν ἀρίστην θημωνίαν·
χαίροις, ὁ κληρονομήσας τὴν ζωὴν τὴν αἰωνίαν.
Χαίροις, τοῦ Πατρὸς τῶν Φώτων παραστάτης ὁ φαιδρός·
χαίροις, τῆς αὐτοῦ τραπέζης εὔσχημος συνδαιτυμών,
Χαίροις, οὐρανοῦ μηνύων δόξαν τὴν τρισοκλεῆ·
χαίροις, καταγράψας κάλλη τῆς ἀφράστου διδαχῆς.
Χαίροις, κάλαμος χαράξας τὰ μυστήρια Θεοῦ·
χαίροις, θάλαμος φυλάξας δωρεὰς τὰς ὑπὲρ νοῦν.
Χαίροις λύρα θεόφθογγε.
Θέλημα τῶν φοβουμένων Κύριος ἀεὶ ποιῶν, ἤκουσε δεήσεώς σου τῆς ἀπαύστου Ῥωμανέ, ἣν ἐκ πόθου ἐξεζήτεις τῷ Ναῷ προσκαρτερῶν, ὅθεν τάλαντον τὸ θεῖον μελῳδίας ἱερᾶς, σοὶ πρεπόντως ἐχορήγει, ὡς οἰκέτῃ ταπεινῷ καὶ ἠξίωσε ὑμνῆσαι τούτου Ὄνομα σεπτόν. Δέχου ὕμνους ταπεινούς μου, μελοῤῥῆμον Ῥωμανὲ, καὶ ἐπάκουσον ᾠδήν μου ἣν προσάγω ἐκτενῶς.
Ἀλληλούϊα.
Ἰδεῖν τὴν Παρθένον Κόρην ἠξιώθης θαυμαστῶς, χάρτον ἐν χερσὶ κρατοῦσαν καὶ σοὶ ἔδωκε φαγεῖν. Ταύτης ἐντολῇ ὑπείκων, θεοφάντορ Ῥωμανέ, γέγονας τοῦ Λόγου λύρα μελῳδοῦσα ἱερῶς σάρκωσιν Αὐτοῦ τὴν θείαν, ἀπειράνδρου ἐκ Μητρός. Σὺν Παρθένῳ ἱκετεύειν μὴ ἐλλείπῃς τῷ Θεῷ, ἵνα ψάλλων εὐφροσύνως λέγω σοι ἀπὸ ψυχῆς·
Χαίροις, μελογράφων στέφος καὶ ἡ πάντιμος ἀκρότης·
χαίροις, τῶν ᾀσματογράφων σεβασμία κοσμιότης.
Χαίροις, τῆς Παρθένου μέλψας τὴν ἀπόῤῥητον λοχείαν·
χαίροις, ἀποῤῥήτων μύστα πλήρης θείας φωταυγείας.
Χαίροις, ἄνθος Παραδείσου εὔοσμον καὶ λογικόν·
χαίροις, εὐωδίαν πνέων ἀνεκφράστων δωρεῶν.
Χαίροις, ἀναβὰς ἐν ὄρει θεωρίας ὡς Μωσῆς·
χαίροις, ἐπιβὰς τεθρίππῳ τῆς ὑψίστης ἀρετῆς.
Χαίροις, Φῶς ὁ ἀναβλέψας τὸ Θαβώριον τρανῶς·
χαίροις, μυστικῶς ὁ βλέπων τοῦ Φωτὸς τὸν χορηγόν.
Χαίροις, κάλλος ἐποπτεύων ἄληπτον Δεσποτικόν·
χαίροις, θείως ὁ καλλύνας ἔνδυμα τὸ ψυχικόν.
Χαίροις λύρα θεόφθογγε.
Κρίνον τίμιον ὑπάρχων ἐν λειμῶνι νοητῷ, Ἐκκλησίας ὡραΐζεις πρόσωπον τὸ ἱερὸν καὶ καρδίας κατατέρπεις τῶν πιστῶν σαῖς καλλοναῖς. Μετανοίας δίδου ἄνθος τοῦ προσάγειν μὲ Θεῷ καὶ ᾀσμάτων τὸ εὐῶδες θεοῤῥῆμον Ῥωμανέ, ἵνα πράξεσιν ἀμέμπτοις καὶ καρδίᾳ ἀγαθῇ, μεγαλύνω τὸν Δεσπότην, ᾄδων ᾆσμα τὸ καινόν·
Ἀλληλούϊα.
Λόγον ἀγαθὸν ἠρεύξω ἐκ καρδίας σου χρηστῆς, καὶ Χριστὸν τὸν Βασιλέα κατετίμας Ῥωμανέ, μελῳδήσας ὑπερκάλως τὰ ἐξαίσια Αὐτοῦ. Κάλλυνόν μου τὴν καρδίαν καὶ τὰ χείλη δυσωπῶ, ἵνα λόγον ἀναβλύσῃ καὶ τιμῶσά σε σπουδή, λέγει σοι ἀκαταπαύστως ἐκ καρδίας τῇ φωνῇ·
Χαίροις, ἄνερ ὁ φιλήσας Πνεύματος τὰ ἀγαθά·
χαίροις, Πάτερ ὁ φαιδρύνας Παραδείσου τὰς αὐλάς.
Χαίροις, τάλαντον πλουτίσας ἐκ Παρθένου καὶ Ἁγνῆς·
χαίροις, ὁ αὐξήσας θείως τῶν ταλάντων τὴν πληθύν.
Χαίροις, μελῳδήσας ξένως τῆς Θεότητος ἀρχήν·
χαίροις, τοῦ Θεοῦ τὸ στόμα καὶ ἀσίγητος χορδή.
Χαίροις, θησαυρὲ χαρίτων καὶ ἐνδόξων δωρεῶν·
χαίροις, τῶν θησαυρισμάτων ἡ ὑπέρλαμπρος εἰκών.
Χαίροις, ἀκορέστως ᾄδων τὸν Δεσπότην τοῦ παντός·
χαίροις, Δέσποιναν τοῦ Κόσμου ὁ ὑμνήσας ἀκραιφνῶς.
Χαίροις, τοῦ Εὐαγγελίου τρόφιμος καὶ τηρητής·
χαίροις, Νομοδότου σάλπιγξ, ἐντολῶν ὁ πληρωτής.
Χαίροις λύρα θεόφθογγε.
Μύρον εὐσεβείας πέλεις ὑμνηπόλε Ῥωμανὲ καὶ πιστοὺς εὐωδιάζεις τῶν ᾀσμάτων σου πλοκαῖς, ἀρεταῖς σου δὲ στολίζεις Ὑμνολόγων τὸν χορόν. Δώρησαι ἡμῖν λιταῖς σου τοῦ προσάγειν τῷ Θεῷ εὐωδίαν τὴν τελείαν ἀρετῶν ὑψοποιῶν, ἵνα λέγωμεν ἐκ πόθου τὴν πανίερον ᾠδὴν·
Ἀλληλούϊα.
Νάμασί σου θεοῤῥύτοις καταρδεύεις δαψιλῶς, τοὺς τῇ δίψει ἀγνωσίας τηκομένους, Ῥωμανέ, ὁ γνώσεως ἐνθέου δίδων ἐπομβρίαν τὴν καλήν. Νεῦσον τῇ ἡμῶν δεήσει καὶ παράσχου ταῖς ψυχαῖς ὄμβρον χάριτος πλουσίαν καὶ καρπὸν ἀληθινόν, ὅπως ψάλλομεν τὸν ὕμνον εὐγνωμόνως σοι ἀεί·
Χαίροις, ἡ πλούσια νάρδος τῆς ἀμώμου Ἐκκλησίας·
χαίροις, θαυμάσια κέδρος τῆς ἀῤῥήτου μελουργίας.
Χαίροις, τῆς ἀμπέλου κλῆμα γεωργὸν Χριστὸν δοξάζων·
χαίροις, νᾶμα ὑμνῳδίας τοὺς πιστοὺς τὸ ἁγιάζον.
Χαίροις, τῆς θεογνωσίας ἡ ἀκριβεστάτη στάθμη·
χαίροις, τῆς Θεολογίας ὁ γινώσκων ἀναβάσεις.
Χαίροις, τοῦ Θεοῦ τῆς δόξης ἡ ἀέναος λατρεία·
χαίροις, δόξα τῶν Ἀγγέλων καὶ κλεινὴ χοροστασία.
Χαίροις, οὐρανίου κόσμου ὁ ὑπέρτατος ἐπόπτης·
χαίροις, τῶν γηΐνων πάντων ὁ ἐχέφρων ὑπερόπτης.
Χαίροις, Κωνσταντίνου πόλιν ὁ κοσμήσας ὑπερκάλλως·
χαίροις, τὴν Σιὼν τὴν θείαν ὡραΐζων ἐν τῷ κάλλει.
Χαίροις λύρα θεόφθογγε.
Ξενοτρόπως βιοτεύσας ἐπὶ γῆς, Πάτερ σοφέ, ὠκειώθης ἑκουσίως τῷ δι᾿ οἶκτον τῶν βροτῶν, ξένως ἐν τῇ γῇ ὀφθέντα ἐν τοῦ δούλου τῇ μορφῇ. Καὶ ἡμᾶς ταῖς σαῖς πρεσβείαις ξένωσον ἐκ τῶν παθῶν καὶ Χριστῷ οἰκείους δίδου τοῦ γενέσθαι Ῥωμανέ, ἵνα οὐρανοῦ πολίται γεγονότες ἀψευδῶς, λέγωμεν τὸν θεῖον ὕμνον καὶ οὐράνιον ᾠδήν·
Ἀλληλούϊα.
Ὁλοτρόπως ἠκολούθεις τῷ παμβασιλεῖ Χριστῷ, καὶ ὁσίοις σου καμάτοις ἐμεγάλυνας Αὐτόν, νόμῳ Τούτου καθυπείκων ἀδιστάκτως, Ῥωμανέ. Ὑπακούειν τούτου νόμῳ καὶ προστάγμασι σεπτοῖς, σαῖς πρεσβείαις μοι παράσχου, τοῦ δοξάζειν μὲ ἀεὶ τὴν Αὐτοῦ μεγαλωσύνην καὶ βοῶ ἀπὸ καρδίας ἀδιστάκτως σοι ᾠδήν·
Χαίροις, ὁ καταγεραίρων τὰ ἐξαίρετα Θεοῦ·
χαίροις, ἐξαιρέτως ᾄδων μεγαλεῖα τ’ οὐρανοῦ.
Χαίροις, ὁ ἐπιτευγμάτων τῶν ἁγίων ἀριστεύς·
χαίροις, θαυμασίων ξένων ὁ θεόπνους γραμματεύς.
Χαίροις, ἔσοπτρον ἐμφαίνων ἀγλαΐας θεϊκάς·
χαίροις, κάτοπτρον ἐκλάμπον οὐρανίας καλλονάς.
Χαίροις, ὕμνοις σου ζηλώσας τοὺς χοροὺς τῶν Χερουβίμ·
χαίροις, ἐν ᾠδαῖς σου φθάσας τάγματα τῶν Σεραφίμ.
Χαίροις, ἡ τρύγων ἡ θεία κελαδοῦσα ὑπὲρ νοῦν
χαίροις, ἀηδῶν γλυκεῖα καταθέλγουσα πιστούς.
Χαίροις, ὁ δοξάσας μέγα τῶν ὁσίων στρατιάς·
χαίροις, ὁ εὐφράνας θείως εὐσεβῶν τὰς πατριάς.
Χαίροις λύρα θεόφθογγε.
Πτέρυξι τῆς ἀπαθείας ἀναβὰς ὥσπερ Μωσῆς, ἐν τῷ ὄρει θεοπτίας κατεπαύθης Ῥωμανέ, καθορῶν τὴν θείαν δόξαν καὶ τὸ φῶς τὸ τριλαμπές. Σὺν Μωσῆ Θεὸν δυσώπει, ἐκ τοῦ λάκκου τῶν παθῶν, πάντας συνεγεῖραι Πάτερ ἐν τῷ ὕψει ἀρετῶν, ἵνα ψάλλομεν προθύμως σὺν χοροῖς Ἀγγελικοῖς, ὕμνον τὸν χαρμόσυνον σοι καὶ ᾠδὴν ὑψοποιόν·
Ἀλληλούϊα.
Ῥύπον τῆς κακίας πάντα ἀπωσάμενος καλῶς, ἀῤῥυπώτοις ἤθεσί σου εὐηρέστησας Θεῷ καὶ Αὐτοῦ ἀκατακρίτως ὤφθης θεῖος Λειτουργός. Σαῖς εὐχαῖς ἀξίωσόν με εὑρεθῆναι καθαρός, ὅταν ἔλθῃ μετὰ δόξης κρῖναι γένος τῶν βροτῶν, καὶ φωτὸς ἐπαπολαῦσαι μετὰ πάντων ἐκλεκτῶν, ἵνα χείλεσι καρδίας λέγω σοι χαρμονικῶς·
Χαίροις, τοῦ Ἀγαθοδότου ὁ ὑμνῶν τὰς δωρεάς·
χαίροις, ἀγαθῶν τιμίων ἀπολαύων ἐν χαρᾷ.
Χαίροις, ὁ οἰκήσας θείως τὰ σκηνώματα Θεοῦ·
χαίροις, ἑαυτὸν τελέσας εὐωδίαν οὐρανοῦ.
Χαίροις, δάκρυσι καθάρας τὸν χιτῶνα τῆς ψυχῆς·
χαίροις, ὁ ὑπὲρ χιόνα λάμπων Πάτερ αἰσθητήν.
Χαίροις, τοῦ Θεοῦ ὁ φίλος ὁ γινώσκων τὰ κρυπτά·
χαίροις, μέγα ὁ ὑμνήσας οὐρανοῦ τὰ μυστικά.
Χαίροις, ὁ πυρσὸς ὁ φαίνων φρυκτωρίαν ἱεράν·
χαίροις, ὡς λαμπτὴρ αὐγάζων πιστευόντων τὰς ψυχάς.
Χαίροις, μελογράφων δῆμον ὁ λαμπρύνας θαυμαστῶς·
χαίροις, μελῳδίας θείας ἱερώτατος κανών.
Χαίροις λύρα θεόφθογγε.
Σύστημα τῶν μοναζόντων καὶ αἱ γενεαὶ πιστῶν ἐγκαυχῶνται ὑπερθέως τῇ σῇ μνήμῃ Ῥωμανέ, ὕμνους σου καταπλουτοῦντες, ὡς θησαύρισμα σεπτὸν· μέμνησο ἁπάντων Πάτερ, τῶν τιμώντων ἐν χαρᾷ τὴν πανίερόν σου μνήμην καὶ βοώντων ἐκτενῶς, ἐκ βαθέων τῆς καρδίας τὴν ᾠδὴν τὴν θαυμαστὴν·
Ἀλληλούϊα.
Τίμιος ἐν τῷ Κυρίῳ ὁ σὸς θάνατος ἐστί, ὁ σοφὸς καθὼς προψάλλει καὶ θειότατος Δαυΐδ· ἐν χερσὶ γὰρ τούτου πάτερ ἔδωκας τὴν σὴν ψυχήν, καὶ εἰρήνης ἀπολαύεις καὶ χαρᾶς διηνεκοῦς. Ταύτης δίδου τοῦ τυχεῖν με, ἱκεσίαις σου σεπταῖς, ὅπως δόξης ἀκηράτου λάβω στέφος σὺν Δαυῒδ κοινωνός τε τῆς ἐκείνου εὐφροσύνης εὑρεθῶ, λέγων σοι ἀπὸ καρδίας ταῦτα πόθῳ Ῥωμανέ·
Χαίροις, δένδρον τὸ προσάγον τὴν καλὴν καρποφορίαν·
χαίροις, στάχυς τῆς ἀφθάρτου καὶ καλλίστης θημωνίας.
Χαίροις, τῆς θεηγορίας τὸ ὑπέρτιμον δοχεῖον·
χαίροις, τῆς ὑμνολογίας χαριέστατον ταμεῖον.
Χαίροις, ἡ τοῦ Παρακλήτου διαυγὴς καὶ θεία κρήνη·
χαίροις, τῶν διαυγέστατων δωρεῶν ἡ εὐφροσύνη.
Χαίροις, ὁ Θεῷ ἐγγίσας πτέρυξι τῆς μελῳδίας·
χαίροις, τὴν Θεοῦ Μητέρα ὁ τιμῶν ἐν εὐλαβείᾳ.
Χαίροις, ὁ καθωραΐσας στερεώματα τὰ ἄνω·
χαίροις, ὁ ἐνατενίζων ἐναργῶς τὸ θεῖον κάλλος.
Χαίροις, Διακόνων τάξεις ἐν χρηστότητι λαμπρύνας·
χαίροις, τὸν στρατὸν Ἁγίων ἐν αἰνέσει σου σεμνύνας.
Χαίροις λύρα θεόφθογγε.
Ὕψωσας Θεὸν ἐν βίῳ ὑμνῳδίαις σου Παμμάκαρ, καὶ ἐχθροῦ ἐπαναστάσεις κατηδάφισας εἰς τέλος, τοῦ Κυρίου μεγαλύνων τὸν βραχίονα τὸν θεῖον, καὶ κηρύττων μεγαλεῖα ὑπερένδοξα ἀξίως. Σαῖς ὑψοποιαῖς πρεσβείαις ἐκ παθῶν ἀνάγαγέ με, ὅπως ᾄδω καὶ δοξάζω τὸν Θεὸν ἐν εὐμενείᾳ, σοὶ δὲ μέλπω εὐχαρίστως τὴν ᾠδὴν τὴν θαυμασίαν·
Ἀλληλούϊα.
Φῶς τοῦ νόμου τοῦ ἁγίου, τοῖς ποσί σου Ῥωμανέ, ἔθηκας καὶ ἀπροσκόπτως ἐπορεύθης τὴν ὁδόν, τὴν ἀπάγουσαν εὐθέως εἰς ἀτέρμονα ζωήν, ἔνθα καθορᾷς Δεσπότου τὴν ἀθέατον μορφήν. Φώτισόν με σαῖς πρεσβείαις, ὅπως εὕρω τὴν ὁδὸν καὶ αὐτὴν ἀκολουθήσω ἐν εὐθύτητι ψυχῆς, ἕνα εἰς φωτὸς σκηνώσεις ἐπιφθάσω καὶ βοῶ·
Χαίροις, τοῦ Θεοῦ ὑψώσεις ἐν τῷ λάρυγγί σου φέρων·
χαίροις, τοῦ ἐχθροῦ ἐπάρσεις ταπεινώσει σου καθαίρων.
Χαίροις, λόγια Χριστοῦ ὁ στέρξας ὑπὲρ μέλι καὶ κηρίον·
χαίροις, ὁ καταλιπὼν σοὺς ὕμνους, ὡς ζωῆς γλυκὺ βιβλίον.
Χαίροις, λιγυρά, τερπνή τε, θεοβράβευτός τε λύρα·
χαίροις, τοῦ Δαυῒδ ὁ φθάσας τὴν θεάρεστον κινύραν.
Χαίροις, Πνεύματος Ἁγίου τὸ καινότατον πυξίον·
χαίροις, Λόγου Θεανθρώπου τὸ πανεύσημον ἠχεῖον.
Χαίροις, θείων ἐξαισίων πάντερπος, τιμία νάβλα·
χαίροις, χάριτος ἐνθέου ἡ λεπτὴ καὶ θεία αὔρα.
Χαίροις, τῶν ἀῤῥήτων πάντων ἡ εὐφρόσυνος κιθάρα·
χαίροις, εὐφροσύνως ῥέων ἀγαθῶν πολλῶν χειμάῤῥουν.
Χαίροις λύρα θεόφθογγε.
Χορὸν τῶν Ἁγίων Πάντων μελογράφε Ῥωμανέ, ἔστεψας ἐν ἀμετρήτοις Κοντακίων σου σειραῖς καὶ ἐδόξασας ἀμέτρως τὸν Δεσπότην τοῦ παντός, μεγαλύνων ἐξαιρέτως τὴν Παρθένον Μαριάμ. Στέφος δόξης οὐρανίου δίδου θείαις σοῦ λιταῖς, τοῖς δοξάζουσιν ἐνθέως μεγαλεῖά σου καινὰ καὶ τιμώντων ἐν αἰνέσει ἐξαισίων σου πληθύν, ἵνα μέλπωμεν ἀπαύστως τῇ θερμῇ σου ἀρωγῇ ὕμνους θεοειδεστάτους καὶ νικοποιὸν ᾠδήν·
Ἀλληλούϊα.
Ψάλλων χείλεσιν ἀχράντοις σὺν πυρίνοις Λειτουργοῖς, τὸν καθήμενον ἐν δόξῃ ἐπὶ θρόνου τ’ οὐρανοῦ καὶ χειρὶ παντοδυνάμῳ διηθύνοντα τὴν γῆν, μὴ παρίδῃς τάδε μέλη μελογράφε Ῥωμανέ, ἃ ἐξύφανα τῷ πόθῳ συνεχόμενος τῷ σῷ καὶ προσάγω ἐκ καρδίας ὥσπερ δίλεπτον μικρόν. Προσδεξάμενος δὲ ταῦτα ἀντιμέτρησον τὴν σὴν χάριν καὶ ἰσχὺν τοῦ ψάλλειν εὐαρέστως σοι·
Χαίροις, ὁ παιὰν Κυρίου ᾄδων χάριν τριφεγγῆ·
χαίροις, μυστολέκτα θεῖε, λιγυρόφθογγε φωνή.
Χαίροις, Ἐκκλησίας αὔρα καὶ ζεφύρειος πνοή·
χαίροις, γλῶσσα μελῳδοῦσα τῶν χαρίτων τὴν πηγήν.
Χαίροις, ὕμνοις σου ὁ μάννα διανέμων νοητόν·
χαίροις, ὁ ψυχὰς σιτίζων ἄρτῳ θείων σου ᾠδῶν.
Χαίροις, ὄρνις ἡ οἰκοῦσα καλιὰς τοῦ οὐρανοῦ·
χαίροις, τέττιξ χρυσοπτέρυξ ὁ εὐφραίνων τοὺς πιστούς.
Χαίροις, μεγαλουργημάτων τῶν ὑψίστων ὁ αὐλός·
χαίροις, θείων θαυμασίων ἀτελεύτητος εἱρμός.
Χαίροις, τρόφιμε σοφίας, ἀπαθείας λαμπηδών·
χαίροις, κλέος ὑμνῳδίας καύχημα Ἐκκλησιῶν.
Χαίροις λύρα θεόφθογγε.
Ὤ θεόσοφε Πάτερ, τῶν Ὁσίων ἀκρότης, Θεὸν ὁ μελῳδήσας ἀῤῥήτως (ἐκ γ´) ταῖς πρὸς Αὐτὸν σεπταῖς σου προσηγορίαις, ἀξίωσόν με Τοῦτον εὐαρεστῆσαι, ἐν ὕμνοις δὲ καὶ μελῳδήμασι τὸ ὄνομα Αὐτοῦ τὸ Ἅγιον δοξάσω. Καὶ Πνεύματος μὲ τοῦ Ἁγίου οἶκον ποίησον, ἵνα Αὐτοῦ τῇ ἀπλανεῖ καθοδηγίᾳ, τὸ φῶς τὸ ἀληθινὸν κατίδω καὶ ἀνέσπερον, Πατέρα σε τῶν Φώτων ὑμνολογήσω, βοῶν ἀκαταπαύστως ᾠδὴν τὴν ἱερὰν καὶ φωτοπάροχον σὺν τοῖς Ἀγγέλοις·
Ἀλληλούϊα.
Πρὸ δὲ τοῦ Δι᾿ εὐχῶν τὸ ἀκόλουθον. Ἦχος γ´. Τὴν ὡραιότητα.
Μέλη σου πάντερπνα, καὶ ἱερώτατα, ἡμῖν κατέλοιπες, ὡς πλοῦτον ἄσυλον, καὶ εὐωχίαν μυστικήν, καὶ κρήνην θείων ναμάτων. Χαίροις ὅθεν μέλπομεν, Ῥωμανὲ μελῳδέστατε· χαίροις γλῶσσα εὔλαλε, Παρακλήτου ὁ κάλαμος ταμεῖον οὐρανίου σοφίας· χαίροις ἡδύμολπος κινύρα.

Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης