Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Χαιρετισμοί εις τον Όσιο Άνθιμο ο εκ Κεφαλληνίας Empty Χαιρετισμοί εις τον Όσιο Άνθιμο ο εκ Κεφαλληνίας

Δευ Οκτ 28, 2019 12:28 am
Χαιρετισμοί εις τον Όσιο Άνθιμο ο εκ Κεφαλληνίας

Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης
Χαιρετισμοί εις τον Όσιο Άνθιμο ο εκ Κεφαλληνίας Anthim10


Ἀπολυτίκιον. Ἦχος πλ. δ´. Τὸ προσταχθέν.
Τῶν ἀρετῶν τῷ φωτὶ λελαμπρυσμένος, καὶ τῷ πυρὶ τοῦ θείου ζήλου πεπλησμένος, Μοναζόντων τὴν τρῖβον Ἄνθιμε διῆλθες, καὶ λόγον Εὐαγγελίου νήσοις πολλαῖς, κηρύξας ἐν φλογοβόλῳ σου τῇ φωνῇ, τὸν Δεσπότην ἐδόξασας, διὸ τὴν μνήμην τὴν σήν, δοξάζοντες βοῶμέν σοι· Χαίροις Πάτερ Θεόφωτε.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Κεφαλληνίας τὸν βλαστὸν καὶ μέγα καύχημα, Ἀστυπαλαίας πολιοῦχον καὶ θησαύρισμα, τὸν ἀόμματον θεράποντα τοῦ Κυρίου. Τὸν δομήσαντα Μονὰς Θεοῦ εἰς αἴνεσιν, θεῖον Ἄνθιμον συμφώνως ἐπαινέσωμεν ἀνακράζοντες·
Χαίροις Πάτερ Θεόφωτε.

Ἄφραστον τοῦ Δεσπότου καὶ ἀμήχανον κάλλος, ὦ Ἄνθιμε, ὁρᾷς ἀκορέστως (ἐκ γ΄ ), διὸ τοὺς τῆς καρδίας ὀφθαλμούς μου ἄνοιξον καὶ φῶς τῆς ἐπιγνώσεως Θεοῦ ὁρᾶν μοι δώρησαι, ἵνα γινώσκων τὴν Αὐτοῦ ἀλήθειαν καὶ ἐν φωτὶ τῷ θείῳ ἀπροσκόπτως πορευόμενος, βοῶ σοι ἐκτενῶς τοιαῦτα·

Χαίροις, ἡ δόξα τῆς Ἐκκλησίας·
χαίροις,  τὸ κλέος Κεφαλληνίας.
Χαίροις, τῶν Ὁσίων περίβλεπτον καύχημα·
χαίροις,  οὐρανίου φωτὸς ἐνδιαίτημα.
Χαίροις, ἄνωθεν σοφίαν ἐκ παιδὸς ὁ ποθήσας·
χαίροις,  πίστεως τὴν τρῖβον ἀπλανῶς ὁ βηματίσας.
Χαίροις, ὅτι κατεκόσμησας Μοναζόντων τὸν χορόν·
χαίροις,  ὅτι κατηγλάϊσας Ἄθωνα τὸν θαυμαστόν.
Χαίροις, τῶν Ἀγγέλων βίον ὁ ζηλώσας ἐν σαρκί·
χαίροις,  Ἀποστόλων ζῆλον ὁ κτησάμενος σπουδῇ.
Χαίροις, τοῦ Εὐαγγελίου ἡ περίτρανος φωνή·
χαίροις,  τῶν Ἑλλήνων κῆρυξ ἐν δουλείας τοῖς καιροῖς

Χαίροις Πάτερ Θεόφωτε.

Περισσότερα Εδώ...


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης