Χαιρετισμοί εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Θεόδωρο ο Χατζής ο Μυτιληναίος
Πεμ Σεπ 19, 2019 8:18 am
Χαιρετισμοί εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Θεόδωρο ο Χατζής ο Μυτιληναίος
Ποίημα Γεωργίου Γαλανόπουλο
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν ἀριστέα Ἀθλητὴν ἀνευφημήσωμεν, βλαστὸν τῆς Λέσβου Νεομάρτυρα πανένδοξον, συμφωνίαις μελωδίας θείων ᾀσμάτων· ἐναθλήσας γὰρ στεῤῥῶς ᾔσχυνε δράκοντα, καὶ Χριστοῦ τρανῶς τὴν πίστιν ὡμολόγησε, ᾧ βοήσομεν Χαίροις Μάρτυς Θεόδωρε.
Οἶκοι.
Ἄγγελοι σὺν ἀνθρώποις, εὐφημοῦσί σε Μάρτυς, γλυκείας μελωδίαις ᾀσμάτων (γ΄)· καὶ ἡμεῖς περιχορεύοντες ὧδε τοῖς λειψάνοις σου, ἀγαλλόμενοι τιμῶμέν σε Θεόδωρε, βοῶντές σοι ἐνθέως ταῦτα
Χαῖρε, τῶν Πύργων Θερμῆς τὸ ἄνθος
χαῖρε, ἀρνήσεως μέγα λάθος.
Χαῖρε, πεπτωκότων ἀνθρώπων ἀνόρθωσις
χαῖρε, μετανοίας ψυχῆς ἡ ἐξύψωσις.
Χαῖρε, Μάρτυς πανσεβάσμιος, Ἐκκλησίας τοῦ Χριστοῦ
χαῖρε, στῦλος ἀπερίτρεπτος, καὶ χαρὰ παντὸς πιστοῦ.
Χαῖρε, ὅτι αὐλίζει μετ’ Ἀγγέλων χορείαις
χαῖρε, ὅτι αὐγάζεις εὐσεβῶν ταῖς πορείαις.
Χαῖρε, ἀστὴρ λαβὼν φῶς τρισήλιον
χαῖρε, φωστὴρ λαμπρύνων ὑφήλιον.
Χαῖρε, σὺ γὰρ κατεφαίδρυνας κτίσιν
χαῖρε, ἐν σοὶ ἐδοξάσθη ὁ Κτίστης.
Χαίροις, Μάρτυς Θεόδωρε.
Βλέπων δαιμόνων φάλαγξ, βιοτήν σου τιμίαν, θυμὸν βαρύν, φρεσί σου ἐμβάλλει· σὺ δ’ ἀγανακτήσει σκοτισθείς, καὶ τῇ ἐπηρείᾳ πονηροῦ πίστιν σου, ἠρνήθης τὴν Ὀρθόδοξον, μὴ ᾄδων ὕμνον
Ἀλληλούϊα.
Γνοὺς τὸ μέγα σου λάθος, συνελθὼν ἐξ ἀχλῦος, Χριστοῦ πρὶν εὐσεβὴς στρατιώτης, καὶ θρηνήσας πικρῶς, ποία μοι τοιαύτη συμφορὰ ἔπληξεν, εἰπών, τὰ πάντα ἔλιπες, γυναῖκα, τέκνα· διὸ λέγω
Χαῖρε, δι’ οὗ ὁ Θεὸς ὑμνεῖται
χαῖρε, δι’ οὗ ἐχθρὸς τιμωρεῖται.
Χαῖρε, θαυμασίων Χριστοῦ ῥοῦς ἀείζωος
χαῖρε, ἰαμάτων κρουνὸς ὁ ἀείῤῥοος.
Χαῖρε, κλῖμαξ ἄνω φέρουσα· τοὺς πιστοὺς πρὸς οὐρανόν
χαῖρε, πρέσβυς εὐμενέστατος, αἰτημάτων πρὸς Χριστόν.
Χαίροις, ὁ Ἀσωμάτοις ὁμιλῶν θείοις Νόοις
χαῖρε, ἐπουρανίοις συνοικῶν Ἀθλοφόροις.
Χαῖρε, χαρίτων κῆποις πανεύοσμος
χαῖρε, ᾀσμάτων λύρα τοῦ Πνεύματος.
Χαῖρε, λαοῦ νήσου Λέσβου προστάτης
χαῖρε, καλὸς ἀμπελῶνος ἐργάτης.
Χαίροις, Μάρτυς Θεόδωρε.
Δύναμιν οὐρανόθεν, ἐξαπέστειλε θείαν, πρὸς σὸν φωτισμὸν ὁ παντεπόπτης, καὶ νοῦν εὔγνωστον οἶδεν ἐν σοί, εἰς ὃν Θεὸς ἀναπαύεται· διὸ ἐξέδραμες, ἀσκήσασθαι ἐν τόποις ἡσυχίας, Αὐτῷ μόνον ᾄδειν
Ἀλληλούϊα.
Ἔλαμψας τῇ ἀσκήσει, εἰς τὸ Ἄθωνος ὄρος, λιπὼν ἰδίαν πατρίδα, τρισμάκαρ καὶ εὐαγγελικῶς, ὄπισθεν ἴχνεσιν Ἰησοῦ, Αὐτὸν ἠκολούθησας, παννύχεσιν εὐχαῖς καὶ ἀγρυπνίαις δ’ εὐηρέστησας· διὸ βοῶ σοι
Χαῖρε, βλαστοῦ ἀμαράντου ῥίζα
χαῖρε, πιστῶν ἀγλαόκαρπον δένδρον.
Χαῖρε, ἀρετῶν μυροθήκη τοῦ Πνεύματος
χαῖρε, Ἀθλητῶν ἐνθεότατος ἔπαινος.
Χαῖρε, οἴκημα ἀλλότριον, κατοικίας πειρασμῶν
χαῖρε, δαίμοσιν ὀλέθριος, πονηρῶν ἐπηρειῶν.
Χαῖρε, ὅτι προχέεις ἰαμάτων τὰ ῥεῖθρα
χαῖρε, ὅτι βαστάζεις Ἐκκλησίας τὰ κλεῖθρα.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα
χαῖρε, ἐχθροῦ τοῦ πλάνου φυγάδευμα.
Χαῖρε, Θεοῦ πρὸς ἡμᾶς σωτηρία
χαῖρε, ἡμῶν πρὸς Χριστὸν ἱκεσία.
Χαίροις, Μάρτυς Θεόδωρε.
Ζάλης τάραχον σκότος, λογισμῶν ψυχοκτόνων, ἐδίωξας καθάρας τὸν νοῦν σου· καὶ συνευχομένων Πατέρων Ἄθωνος, ταῖς νουθεσίαις ἤχθης πρὸς μετάνοιαν, δακρυῤῥοῶν δεόμενος ἀπαύστως· διὸ συμψάλλω πᾶσιν
Ἀλλήλουϊα.
Ἤκουσας τῶν Ὁσίων, συμβουλὰς θεαρέστους, Τριάδος ὑπεράρχιον φύσιν, καὶ Παρθένον Θεομήτορα, σὺν Νόων Τάξεσι, χοροῖς Ἁγίων τε, δοξολογῶν ἐνθέως πανσεβάσμιε, ἐν κατανύξει Θεοῦ φόβῳ συνευχόμενος· διὸ σοὶ μέλπω
Χαῖρε, ἐνδόξου πατρίδος γόνος
χαῖρε, τῶν Πύργων Θερμῆς ὁ κλῶνος.
Χαῖρε, ἀλλοτρίων ἐχθρῶν ἀμυντήριον
χαῖρε, ἡσυχίας σεμνὸν οἰκητήριον.
Χαῖρε, ὅτι ἐπουράνια συναγάλλονται τῇ γῇ
χαῖρε, ὅτι τὰ περίγεια τὰ σὰ ἆθλα ἀνυμνεῖ.
Χαῖρε, ὁμολογίας τῆς πίστεως ἔρεισμα
χαῖρε, λαμπρὸν ἀγάπης παράδειγμα.
Χαῖρε, δι’ οὗ ἡ Τριὰς ἐδοξάσθη
χαῖρε, δι’ οὗ Μυτιλήνη ηὐγάσθη.
Χαίροις, Μάρτυς Θεόδωρε.
Θεαρέστως ἠσκήθης, μετανοίας τοῖς τρόποις, καὶ ἔδειξας ὑπήκοον ἔργοις· θρηνωδῶς οὖν, σαὐτὸν τιμωρῶν, καὶ θείῳ χρισθεὶς μύρῳ, τὴν ἀπόφασιν ὁμολογῆσαι ἔλαβες, Χριστὸν ὃν ἀπηρνήσω πρὸ τυράννων, ἐν τῷ ψάλλειν
Ἀλληλούϊα.
Ἰσοστάσιος Μάρτυς, παλαιῶν Ἀθλοφόρων, θεόφρον Ἀθλητὰ ἀνεδείχθης· ἐν σοὶ γὰρ ἄϋλον φῶς τῆς Τριάδος ᾤκησε, πλουσίαν θεϊκὴν χάριν δωρούμενον, καὶ νουνεχῶς ἐκήρυξας τὴν πίστιν, καὶ Χριστοῦ τὴν δόξαν, σοὶ δὲ φάσκω
Χαῖρε, σεμνὸν τῶν μαρτύρων γέρας
χαῖρε, λαοῦ Ἐκκλησίας κέρας.
Χαῖρε, ψευδωνύμων δαιμόνων ὁ ἔλεγχος
χαῖρε, τῆς Τριάδος ψαλμὸς ὁ ἀσίγητος.
Χαῖρε, ὅτι πολυμήχανον ὄφιν, ᾔσχυνας εὐχῇ
χαῖρε, ὅτι ἐξημέρωσας, ἤθη ἄγρια ψυχῆς.
Χαῖρε, πλήθη κακίας ἐκδιώξας πανσόφως
χαῖρε, ὅτι ηὐφράνθη Καρυῶν χαρᾶς λόφος.
Χαῖρε, Θεοῦ ἀπίστοις τὸ κήρυγμα
χαῖρε, πιστῶν πραότητος γνώρισμα.
Χαῖρε, κανὼν ἀρετῆς σωφροσύνης
χαῖρε, πτωχῶν πλουτιστὴς καλωσύνης.
Χαίροις, Μάρτυς Θεόδωρε.
Κήρυξ Ὀρθοδοξίας, παῤῥησίᾳ ἐγένου, ἐν πόλει Μυτιλήνης ὦ Μάρτυς· καὶ γὰρ εὐθαρσῶς, ἦλθες ἐνώπιον Κριτοῦ, Ἰησοῦ δέ, θείαν πίστιν κράζων, ὡμολόγησας, βασάνοις ἀνυποίστοις, ὑπέμεινας ἀπτοήτως, καὶ αἰνῶν Θεὸν τῶν ὅλων
Ἀλληλούϊα.
Λάμψας ἐν τῇ ἀθλήσει, ὡς ἀστὴρ φαεσφόρος, θεόσοφε ἐτράνωσας πίστιν, πρὸς καταισχύνην τῶν Ἀγαρηνῶν ἐχθρῶν, εἰπὼν χαλκὸν Μωάμεθ καὶ ψευδώνυμον, χρυσὸν δὲ τὴν Ὀρθόδοξον καὶ ἀληθῆ τοῦ Ναζωραίου, παῤῥησίᾳ· διὸ κράζω
Χαῖρε, ἀνύψωσις εὐσεβούντων
χαῖρε, ἡ ἴασις ἀσθενούντων.
Χαῖρε, Ἐκκλησίας ἀστὴρ τηλαυγέστατος
χαῖρε, οἰκουμένης φωστὴρ ἀξιάγαστος.
Χαῖρε, θάλασσα βυθίζουσα τῶν δαιμόνων πειρασμούς
χαῖρε, κρήνη μῦρα βλύζουσα, καὶ ἀρδεύουσα πιστούς.
Χαῖρε, πύρινη στήλη, προσευχῶν ἐν σπηλαίοις
χαῖρε, φύλαξ σῆς κώμης, κοινωνὲ τοῖς Ἁγίοις.
Χαῖρε, τροφὴ πεινώντων ἀκένωτος
χαῖρε, ὀσμὴ λειψάνων πανεύοσμος.
Χαῖρε, πιστῶν φωτιστὰ ἀληθείας
χαῖρε, ἐξ οὗ ῥεῖθρα χέονται θεῖα.
Χαίροις, Μάρτυς Θεόδωρε.
Μένων ἐν ἡσυχίας, προσευχόμενος τόποις, ἠγρύπνεις παννυχεὶ καθ’ ἑκάστην, τοῖς ἱερεῦσι διακονῶν, ἐν τῇ ἀναιμάκτῳ ἱερουργίᾳ θεαρέστως Ἅγιε· διὸ μετέχεις νῦν φωτός, ἀκτίστου λειτουργίας, Θεῷ μέλπων
Ἀλληλούϊα.
Νεύει σοι παραδόξως, στρατιῶτα γενναῖε, τῇ χάριτι Παράκλητον Πνεῦμα, τοῦ κηρῦξαι Θεὸν ἀληθῆ, καὶ ἀθλῆσαι ἄχρις αἴματος ἑκών, ἵνα πλύνῃς ἐν αὐτῷ, φρικτὸν ἁμάρτημα ἀρνήσεως τῆς πίστεως, ὃ ἔπραξας· διὸ φωνῶ σοι
Χαῖρε, ὁ κῆπος τῆς μετανοίας
χαῖρε, ἡ σάλπιγξ τῆς παῤῥησίας.
Χαῖρε, ἀντιλῆπτορ λαοῦ σου ὁ εὔπορος
χαῖρε, πεζοπόρων βοήθεια εὔοδος.
Χαῖρε, αὔρα θείου Πνεύματος, ἡ δροσίζουσα πιστούς
χαῖρε, λῦχνος ἁγιότητος, ὁ φωτίζων τοὺς βροτούς.
Χαῖρε, Γένους Ἑλλήνων, πρὸς Χριστὸν παραστάτης
χαῖρε, μετανοούντων, ὁδηγὸς καὶ προστάτης.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις
χαῖρε, λαοῦ ἀνόμων συγχώρησις.
Χαῖρε, στολὴ τῆς ἀνδρειοφροσύνης
χαῖρε, ᾠδὴ θεϊκῆς εὐφροσύνης.
Χαίροις, Μάρτυς Θεόδωρε.
Ξένα ὄντως ὁρῶμεν, ἀξιάγαστε Μάρτυς, τὰ τελούμενα ἐν σοὶ οὐρανόθεν· βιώσας γὰρ χρόνοις, ὡς ἀσκητὴς ἐν ὑπακοῇ, ὑετοὺς ψῦχος καὶ πενίαν καρτερῶς ὑπέφερες, ἀθλήσας δ’ ἐν σταδίῳ, πρὸς Χριστὸν ἀνέδραμες, δοὺς θεῖον ὕμνον
Ἀλληλούϊα.
Ὅλος φῶς ἐξαστράπτων, προσευχῇ θεαρέστῳ, δοχεῖον τῆς Τριάδος ἐγένου· κατεσκήνωσε γὰρ ἀληθῶς, ἅπαν τὸ πλήρωμα ἐν σοὶ τῆς Θεότητος, ἡμεῖς δέ, τοὺς σοὺς γνῶντες ἄθλους θεοδόξαστε, τοῖς ᾄσμασι πιστῶς βοῶμεν οὕτως
Χαῖρε, Θεοῦ μυστηρίων πύλη
χαῖρε, σεμνὴ εὐσεβείας σμίλη.
Χαῖρε, κακοδόξων δριμύτατος ἔλεγχος
χαῖρε, Ὀρθοδόξων ἐξαίρετος ἔπαινος.
Χαῖρε, φάος ἐκλαμπρότατον, ἀνυψοῦν σε πρὸς Σιών
χαῖρε, κάτοπτρον Θεότητος, καὶ οἰκήτωρ οὐρανῶν.
Χαῖρε, ὁ δεομένους ἀδελφοὺς ἀναψύξας
χαῖρε, πεπλανημένους ἀσφαλῶς ἀνανήψας.
Χαῖρε, δι’ οὗ βροτοὶ καταπλήττονται
χαῖρε, δι’ οὗ πολέμιοι ἥττηνται.
Χαῖρε, σεπτὲ εὐλαβῶν ἀρχηγέτα
χαῖρε, στεῤῥὲ τοῦ σατᾶν καθαιρέτα.
Χαίροις, Μάρτυς Θεόδωρε.
Πᾶσα ἄϋλος φύσις, κατεπλάγη ἰδοῦσα, παλαίσματα τὰ σὰ Ἀθλοφόρε· ὁ γὰρ ἀπρόσιτος ἁπάντων Θεός, ἐνισχύσας σε ὅπλῳ τοῦ Σταυροῦ Θεόδωρε, καὶ μετὰ θάνατον ἔδειξε, θαυματουργοῦντα τοῖς πιστῶς, σὺν σοὶ βοῶσιν
Ἀλληλούϊα.
Ῥεύματα ἀπιστούντων, ἐτροπώσω γενναίως, σοφαῖς σου διδαχαῖς θεηγόρε· παῤῥησίᾳ γὰρ ἐνώπιον Ἀγαρηνῶν τῶν μαινομένων, Θεὸν ἐκήρυξας, διδάσκων ὀρθοδόξως, ἀνοθεύτως τε Χριστόν, ἄκτιστον ὄντα ἀληθῆ, καὶ φθέγγομαί σοι
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον
χαῖρε, χαρίτων Αὐτοῦ ταμεῖον.
Χαῖρε, κακοτρόπων ὀξύτατον φάσγανον
χαῖρε, τοῦ Κυρίου ἑκούσιον σφάγιον.
Χαῖρε, ὅτι εὐηρέστησας, Ἰησοῦν ἐν ὀδυρμοῖς
χαῖρε, ὅτι κατηυφράνθη σοι, κώμη Πύργων τῆς Θερμῆς.
Χαῖρε, Νεομαρτύρων ἐγκαλλώπισμα θεῖον
χαῖρε, τῶν Χριστωνύμων τὸ ἐντρύφημα πάντων.
Χαῖρε, φωτὸς Ἡλίου ἀπαύγασμα
χαῖρε, πιστῶν ἀνθρώπων διάσωσμα.
Χαίροις, Μάρτυς Θεόδωρε.
Σῶσον ταῖς σαῖς πρεσβείαις, ἀεισέβαστε Μάρτυς, Κυρίῳ δυσωπῶν ἡμᾶς πάντας· ἐν χαρᾷ γάρ, σεπτά σου λείψανα ἀσπαζόμεθα, καὶ τιμὴν δίδομεν· ἀντῖδος οὖν τὰ κρείττονα, τοῖς ὕμνον Θεῷ μέλπουσιν συμφώνως
Ἀλληλούϊα.
Τάγματα Ἀσωμάτων, ἐκμετρήσαντος βίον, ἐδέξαντο τὸ σὸν μάκαρ πνεῦμα· ὁ γὰρ Δημιουργὸς παναληθῶς, καθηγίασέ σε θαυμαστὸν δείξαντα· ὃν ἄθλοις εὐηρέστησας, καὶ αἵματι διδάξας οὕτω τοῖς πιστοῖς, φωνεῖν ἀπαύστως
Χαῖρε, ὁ λύχνος τῆς εὐσεβείας·
χαῖρε, ὁ φάρος τῆς εὐσπλαγχνίας.
Χαῖρε, Μυτιλήνη ἀρδεύσας σῷ αἵματι
χαῖρε, ὁ οἰκήσας ἐν πόλῳ τῷ πνεύματι.
Χαῖρε, σὺ γὰρ ἐπανόρθωσας, τῇ μετανοίᾳ τὴν ψυχήν
χαῖρε, σὺ ὅτι οὐκ ἔπαυσας, τὴν ἀδιάλειπτον εὐχήν.
Χαῖρε, εὐσεβοφρόνων φωτεινὸς ὁδοδείκτης
χαῖρε, ἐπουρανίων νῦν θεόλεκτος μύστης.
Χαῖρε, κλεινὸν τῆς Λέσβου ἀγλάϊσμα
χαῖρε, σεπτῶν Πατέρων ἀνάστημα.
Χαῖρε, ἡμῶν ἀντιλήπτωρ καὶ ῥύστης
χαῖρε, θερμὸς πρὸς Σωτῆρα μεσίτης.
Χαίροις, Μάρτυς Θεόδωρε.
Ὕμνους πρόσδεξαι θείους, ἀριστεῦ μελιῤῥύτους, οὓς πέμπομεν πιστῶς ἐκζητοῦντες, ἵνα ῥύσῃς νοσημάτων ἡμᾶς, πειρασμῶν ποικίλων, συμφορῶν θλίψεων παθῶν πυρὸς κολάσεως, πρὸς Κύριον λιταῖς σου, τοὺς βοῶντας
Ἀλληλούϊα.
Φωτοδότην Δεσπότην, ἐξευμένισας ὄντως, Αὐτῷ καρτερικῶς ἐναθλήσας· ἐν σοὶ γὰρ χάριτος ᾤκησε Φῶς, ὁδηγοῦν πρὸς αἶνον τοῦ Θεοῦ πάντιμε· διὸ κἀμεῖς τὰ λείψανα τιμῶντές σου, ἐν οἴκῳ Θεοῦ, ᾄδομέν σοι
Χαῖρε, ἡ ὀσμὴ μυριπνόων λειψάνων
χαῖρε, ἀκοὴ νικηφόρων παιάνων.
Χαῖρε, τὸν βελίαρ ὁ πλήξας ἐν τραύμασι
χαῖρε, Ὀρθοδόξους πληρώσας ἐν θαύμασι.
Χαῖρε, ὅτι σὺ νοσήματα θεραπεύεις ἀληθῶς
χαῖρε, ὅτι ψυχοτραύματα ἐπουλώνεις θαυμαστῶς.
Χαῖρε, προσευχομένων βοηθὸς καὶ προστάτης
χαῖρε, τῶν ἀθυμούντων χαρωπὸς παραστάτης.
Χαῖρε, λαμπτὴρ φωτίζων τὰ πέρατα
χαῖρε, πολλῶν εὐφραίνων νοήματα.
Χαῖρε, φωτὸς τοῦ Χριστοῦ θεῖος φάρος
χαῖρε, πιστῶν ἀκατάβλητον θάῤῥος.
Χαίροις, Μάρτυς Θεόδωρε.
Χάριν δίδου τοῖς πίστει, Ἀθλοφόρε Κυρίου, ἐν ὕμνοις σοῖς λειψάνοις τιμῶσι· πόθον δώρησαι ἅγιον, καρποὺς πνευματικοὺς ἀρετῶν ζῆλον ἔνθεον, μετάνοιαν δακρύῤῥοον καὶ ἔμπρακτον, καλὴν τ’ ἀπολογίαν, Θεῷ ψάλλειν·
Ἀλληλούϊα.
Ψάλλοντες θεῖα μέλη, σοῦ τελοῦμεν ἐν Λέσβῳ, πανήγυριν σοφὲ εὐχαρίστως· διὸ τὴν σὴν ὑμνοῦμεν μνήμην, νήφοντες εὐχόμενοι, αἰτήματα προσφέροντες, ἃ πρόσδεξαι καὶ δὸς Θεόδωρε, τὰ κρείττω τοῖς βοῶσι
Χαῖρε, στολὴ τῆς θεοσεβείας
χαῖρε, στοργὴ τῆς φιλανθρωπίας.
Χαῖρε, κιβωτὲ καὶ ναὲ ἁγιάσματος
χαῖρε, θησαυρὲ καὶ κρουνὲ θείας χάριτος.
Χαῖρε, ἄρχουσι κραταίωμα, σωτηρία εὐσεβῶν
χαῖρε, καύχημα σεβάσμιον, Ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας τὸ ἀσύλητον γέρας
χαῖρε, τῶν Ὀρθοδόξων κοσμοπόθητον κέρας.
Χαῖρε, δι’ οὗ ἡ Λέσβος εὐφραίνεται
χαῖρε, δι’ οὗ καὶ Ἄθως ἀγάλλεται.
Χαῖρε, πιστῶν ταπεινῶς ζώντων φύλαξ·
χαῖρε, ψυχῶν ἡ σωτήριος σάλπιγξ.
Χαίροις, Μάρτυς Θεόδωρε.
Ὦ σεβάσμιε Μάρτυς, Ἀθλητῶν προεξάρχων, τῆς Λέσβου τὸ ἀμάραντον ἄνθος (γ΄)· τοῖς μέλπουσι τήνδε τὴν ᾠδήν, ἀνταπόδος τὰ ψυχοσωτήρια, Ἀθωνίτας τε, κἀμᾶς δὲ ῥῦσαι τῆς φρικτῆς κολάσεως, τοὺς συμβοῶντας

Πηγή
- Χαιρετισμοί εις τον Άγιον Ένδοξον Μεγαλομάρτυρα και Ιαματικό Παντελεήμων
- Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Θεόδωρο ο Χατζής ο Μυτιληναίος Νο2
- Χαιρετισμοί εις τον Άγιον Ένδοξον Νεομάρτυρα Κωσταντίνον τον Υδραίον τον εν Ρόδο Αθλήσαντα
- Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Νικήταν τον Νισύριον
- Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Νεομάρτυρα Κωσταντίνον τον Υδραίον τον εν Ρόδο Αθλήσαντα
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης