Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1634
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Θεόδωρο ο Χατζής ο Μυτιληναίος Νο2 Empty Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Θεόδωρο ο Χατζής ο Μυτιληναίος Νο2

Την / Το Τετ Σεπ 25, 2019 2:52 am
Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Θεόδωρο ο Χατζής ο Μυτιληναίος Νο2

Ποίημα Γεωργίου Γαλανοπούλου
Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Θεόδωρο ο Χατζής ο Μυτιληναίος Νο2 Xatzi110

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοῦ ἀριστέως Θεοδώρου τὴν μνήμην, περιχαρῶς τῶν φιλεόρτων χορεῖαι, ᾀσματικῶς τιμήσωμεν, ὑμνοῦντες πιστῶς, τῆς ἀθλήσεως ἀήττητον, ὑπὲρ πίστεως τοῦ Χριστοῦ, παῤῥησίαν εὐσθενῆ, καρτερὲς τοῖς βασάνοις, καὶ δῶμεν τοῖς λειψάνοις ἀσπασμόν, ὅπως τὴν χάριν, αὐτοῦ κομισώμεθα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Ἁγίου Θεοδώρου ἔνθεον μέλος. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ὑγρὰν διοδεύσας.

Ἀσκήσει διέπραψας ἀριστεῦ, ἀγώνων ἀθλήσει, μεταγνοὺς ἀληθῶς κλαυθμοῖς, δι’ ἄρνησιν πίστεως ἁγίας· διὸ μετάνοιαν σὴν ἡμῖν βράβευσον.

Γιγνώσκεις σαρκός μου τὰς ἐκτροπάς, καὶ πάθη ψυχῆς μου, παντογνῶστα Χριστὲ Σωτήρ· διὸ ἱκεσίαις Σοῦ ὁπλίτου, μεταβολὴν δὸς καὶ τούτων τὴν ἄφεσιν.

Ἱκέτευε Πλάστην καὶ Λυτρωτήν, ἀοίδιμε Μάρτυς, κώμης Πύργων Θερμῆς βλαστέ, κινδύνων καὶ θλίψεν ῥυσθῆναι, τοὺς σὲ τιμῶντας καὶ πάσης κακώσεως.

Θεοτοκίον.
Ὀδύνην ψυχῇ μου τῇ ῥυπαρᾷ, προὐξένησε Μῆτερ, διανοίας ἡ πρὸς ῥοπήν, κινοῦσα τὴν φύσιν ἁμαρτία, ἀλλ’ εἰς χαρὰν τὴν πικρίαν μετάτρεψον.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑψηλόφρονος γνώμης παρ’ ὁ δεῖ ἀπάλλαξον, καὶ φρονεῖν μοι δὸς ἄνω μάκαρ, ἀεὶ τὰ κρείττονα, ὥσπερ ἐνήθλησας σύ, καὶ καθυπέμεινας πάντα, ἵνα δόξης μέτοχον, Κύριος δείξῃς με.

Θεραπείαν παράσχου ἡμῶν ψυχαῖς σώμασιν, ἐξ ἀσθενειῶν δυσεφίκτων, ἄλγους κακώσεων, ὡς ἰατρὸς τῶν πιστῶν, τῇ τῶν λειψάνων σου θήκῃ, Νεομάρτυς ἔνδοξε, Λέσβου τὸ καύχημα.

Ἐχθρῶν ῥῦσαί με Μάρτυς καὶ ψαλμικῶς ὄνομα, μέγιστον ᾀδόντων Δεσπότου, τήρει ἀπήμονας, σὲ δὲ τιμώντων ᾠδαῖς, ὡς ταπεινὸς ἦσθα δοῦλος, μνήσθητι δεόμεθα, ἐν ὥρᾳ κρίσεως.

Θεοτοκίον.
Ὀδυνῶμαι Παρθένε, ὅτι ἐχθρὸς δόλιος, βέλεσι τοξεύει ψυχήν μου, τοῦ τραυματίσασθαι, φίλτρῳ βαλσάμου δὲ Σῷ, δὸς ταχινὴν ἰατρείαν, καὶ Υἱῷ Σου πρέσβευε, γεέννης ῥύσασθαι.


Διάσωσον, ὦ Νεομάρτυς Θεόδωρε ἐκ κινδύνων, τοὺς ἐν οἴκοις Θεοῦ ἡμῶν, πιστῶς ἀεὶ σπεύδοντας, ἵνα τὰ σὰ λείψανα ἀσπασθῶσιν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τo κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτην θερμὸν μεσίτην πρὸς Φιλάνθρωπον, πτωχῶν ἀρωγόν, πασχόντων ἀντιλήπτορα, βοηθὸν κεκτήμεθα, σὲ μάκαρ τῶν πιστῶν χοροί, κράζοντες· σπεῦσον ταχέως, ῥῦσαι συμφορῶν, τοὺς ἀνυμνοῦντας πιστῶς, θείαν μνήμην σου.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δέξαι Μάρτυς Θεόδωρε, τῶν πιστῶν αἰτήματα καὶ καταύγασον, δαψιλῶς θείᾳ σου χάριτι, τὰς καρδίας πάντων πανσεβάσμιε.

Ὦ εὐώδη μυρίπνοα, Ἀθλητοῦ σεβάσμια θεῖα λείψανα, τὰ πλουσίως χάριν βλύζοντα, καὶ πληθὺν δαιμόνων φυγαδεύοντα.

Ῥαθυμότοκαι μέριμναι, νοῦν ἀπὸ προσώπου Θεοῦ ἐξάγουσιν, ἀλλ’ εἰρήνην θείαν αὔγασον, ἐφ’ ἡμᾶς τοὺς σὲ Μάρτυς δοξάζοντας.

Θεοτοκίον.
Ὀφθαλμοὺς ἡμῖν φώτισον, Σὲ παρακαλοῦμεν Φωτὸς κυήσασα, τὴν πηγὴν Παρθένε ἄχραντε, καὶ Υἱὸν δυσώπει σῶσαι πλᾶσμά του.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψος ἀναβάς, οὐρανῶν τῆς δόξης πάντιμε, ἕλκυσον ἡμᾶς πρὸς βίον ταπεινόν, καθάπερ βίον, ἧν ὁ σὸς καὶ ἀξιΰμνητος.

Ἔλασον μακράν, τοῦ ἐχθροῦ παγίδας Ἅγιε, καὶ πανουργεύματά του τὰ σκοτεινά, παρέχων πᾶσιν, εἰρήνην ψυχοσωτήριον.

Νόσων χαλεπῶν, ἐλευθέρωσον Θεόδωρε, ἀσπρομαχήτῳ τε δυνάμει Σταυροῦ, τείχισον πάντας, κατὰ Θεὸν πολιτεύεσθαι.

Θεοτοκίον.
Θέλων τῆς φθορᾶς, ἵνα σώσῃ ἡμᾶς ᾤκησε, Θεὸς γαστρί Σου Κόρη σωματικῶς, Ὃν ἐκδυσώπει, εἰσᾶξαι εἰς τὸν Παράδεισον.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐπίχαρμα, ἐγενόμην δαίμοσιν, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι παθῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθῦν ὁ βελίαρ ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· Θεοδώρου λιταῖς Σῶτερ σῶσόν με.

Ὁδήγησον, πρὸς καλὴν μετάνοιαν, καὶ πρὸς τρίβους τοῦ Θεοῦ σωτηρίους, ὦ Ῥωμανέ, ἱερώτατε Πάτερ, τὸ ἀκραιφνὲς ὑμνωδῶν ἐγκαλλώπισμα, τοὺς μέλποντας περιχαρῶς, βιοτῆς σου λαμπρὰ κατορθώματα.

Νοσοῦσάν μου, τὴν ψυχὴν θεράπευσον, σῇ πρεσβείᾳ πρὸς Χριστὸν θεῖε Μάρτυς, ἄλγους δεινῶν, καὶ ὀδύνης με ῥῦσαι, τῶν οἰδημάτων κινδύνων καὶ θλίψεων, καρδίαν νοῦν σῶμα ψυχήν, ἐξ ἐχθρῶν ἀοράτων λυτρούμενος.

Θεοτοκίον.
Μητρόθεε, ἐκ παθῶν ἀπάλλαξον, καὶ δυνάμει Σου μετάδος μοι ῥώμην· σὺ γὰρ τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· ἀεὶ δ’ ὑμνοῦμέν Σε ἁγνή, προσκυνοῦντες τὸν ἄφραστον Τόκον Σου.


Διάσωσον, ὦ Νεομάρτυς Θεόδωρε ἐκ κινδύνων, τοὺς ἐν οἴκοις Θεοῦ ἡμῶν, πιστῶς ἀεὶ σπεύδοντας, ἵνα τὰ σὰ λείψανα ἀσπασθῶσιν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀντιλήπτωρ τῶν Χριστιανῶν πέλεις ἔνδοξε, καὶ μεσίτης πάντων εὐσεβῶν πρὸς τὸν Κύριον· σὺ ἐκ κώμης Πύργων Θερμῆς ἐκλάμψας ὡς ἀστήρ, τὸ ζῆν ἔλιπες μαρτυρικῶς, ἐν τοῖς λειψάνοις σου δ’ ἡμῖν, ἐπανῆγες τοῖς κράζουσιν· ἴασαι τοὺς νοσοῦντας, καὶ ῥῦσαι τοὺς δαιμονῶντας, πάντας ἐκ βλάβης ἐξελοῦ, Νεομάρτυς τοὺς σὲ μέλποντας.


Προκείμενον:
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴν οὖν ἀποῤῥίψῃς με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄσωτον, σὲ νῦν καταφεύγοντα ὦ Θεόδωρε· Ἅγιε σῶσόν με, πιστῶς προσπίπτοντα, σοῖς λειψάνοις ἀσπαζόμενος, ἴασιν δώρησαι, ἄμφω τῶν κινδύνων ἐκλύτρωσαθαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν καὶ νόσων· ὅπως ἀνυμνῶ σου, τὴν ἄθλησιν καὶ μνήμην τὴν σεπτήν, καὶ μεγαλύνω σε ᾄσμασι, Νεομάρτυς ἔνδοξε.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐχθρῶν ἐπαναστάσεις τῶν αἱρέσεων θράση καὶ δαιμονίων ὀφρύν, σῇ μάκαρ ἀντιλήψει, κατάβαλε ταχέως, ἵνα χαίροντες ᾄδωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Λαὸν εὐσεβοφρόνως εὐφημοῦντα ἀξίως σὲ Ῥωμανὲ Μελωδέ, σαῖς πρὸς Θεὸν πρεσβείαις, ἐκλύτρωσαι κινδύνων, καὶ τρυφῆς καταξίωσον, τῆς Βασιλείας Αὐτοῦ, διάκονε Κυρίου.

Οἰκτῖρμον δὸς εἰρήνην Θεοδώρου πρεσβείαις πάσῃ τῇ γῇ καὶ ἡμῖν, εὐσέβειαν ἀγάπην, πρὸς σὲ καὶ πολεμίους, πολιτείαν εὐσχήμονα, ἵν’ ἀνυμνοῦμεν ἀεί, Τριάδα τὴν Ἁγίαν.

Θεοτοκίον.
Σὲ καθορῶμεν Βᾶτον ἀπειρόγαμε Νύμφη ὥσπερ κατεῖδε Μωσῆς, ἐν τῷ Σιναίῳ πάλαι, φλογὶ παραδοθεῖσαν, ἀλλ’ δ’ ἄφλεκτον μείνασαν· ὅθεν τὴν φλόγα παθῶν, ἡμῶν σβέσον Παρθένε.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γλύκανον Πάτερ, ἐξ οὐρανοῦ καταπέμπων, ταῖς ἡμῶν καρδίαις τὴν σὴν χάριν, ὥσπερ θείαν δρόσον, ἡδέων μελισμάτων.

Ἐλέους θείου, καὶ δωρεῶν ἔμπλησόν με, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνῶ σε, ὦ Ῥωμανὲ μάκαρ, καὶ ῥῦσαι ἐκ κινδύνων.

Ὤφθης νῦν Μάρτυς, γυνὴ κατ’ ὄναρ καὶ εἶπας, ὅπως κόπτῃ τοὺς καρποὺς ἐκ δένδρων κήπου, πατρικῆς οἰκίας, ὡς εὐμενὴς ὑπαρχῶν.

Θεοτοκίον.
Ῥῦσαι Παρθένε, τῶν οὐρανῶν πλατυτέρα, τοὺς πιστοὺς κινδύνων καὶ ἀνάγκης, τοὺς μονογενῆ Σου, ἀπαύστως προσκυνοῦντας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γεώργησον καρδίας, πίστεως ἀρότρῳ, ὁμολογίας καὶ πόθῳ Χριστοῦ ἀριστεῦ, καὶ τῇ σεμνότητι βίου ᾗ σὺ κεκόσμησαι.

Ἱκέτευε Δεσπότην, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς ζοφερῶν, τοὺς σὴν Θεόδωρε μνήμην πανηγυρίζοντας.

Ὀρδὰς ἐχθρῶν ἀπίστων, στίφη κακοδόξων, ἐπαπειλοῦντας Ἑλλάδα ἐκδίωξον σύ, καὶ ὑπερμάχει τῶν πίστει ἀνευφημούντων σε.

Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντάς Σε.


Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Χαίροις κώμης Πύργων Θερμῆς βλαστός, Μυτιλήνης κλέος, νήσου Λέσβου λαμπρὸς πυρσός, εὐσεβῶν προστάτης, ὁμολογίας στῦλος, καὶ τῶν Νεομαρτύρων θεῖον ἀγλάϊσμα.

Ὦ κατορθωμάτων ἀσκητικῶν, καμάτων νηστείας, δακρυῤῥόων τε προσευχῶν, ὦ σῆς μετανοίας, στεῤῥᾶς ὁμολογίας, ἀθλήσεως ὧν βίον Μάρτυς ἐκόσμησας.

Ῥῦσαι τῶν παγίδων τοῦ πονηροῦ, πάντας τοὺς τιμῶντας, τοὺς σοὺς ἄθλους Μάρτυς σεπτέ, βίον μετανοίας, θαυμάσια καὶ μνήμην, πιστῶς δ’ ἀσπαζομένους, θεῖά σου λείψανα.

Πρόσδεξαι δεήσεις πάντων ἡμῶν, τῶν πιστῶς ὑμνούντων, σὴν πανένδοξον ἑορτήν, θεῖε Νεομάρτυς, Θεόδωρε τρισμάκαρ, καὶ σὴν πατρίδα Λέσβον, τήρει ἀσάλευτον.

Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, σὲ παρακαλοῦμεν, ὑπὲρ δούλων ἁμαρτωλῶν, θεόληπτε Μάρτυς, τῶν ἀνυμνολογούντων, σοῦ φωτοφόρον μνήμην, ὡς πρέσβυς ἔνθερμος.

Ὕβριν ἀποδίωξον ἀφ’ ἡμῶν, πάθη ψυχοκτόνα, δυσπιστίαν καταλαλιάν, τὴν φιλαργυρίαν, σὺν τῇ φιληδονίᾳ, καὶ ἀρετῶν ἀντίδος καρπὸν Θεόδωρε.

Μή μοι δὸς Θεῷ τὸ καταφρονεῖν, τῶν παραγγελμάτων, καὶ θελήματος ἀγνοεῖν, ἀλλὰ διδαχαῖς σου, καὶ προσευχαῖς παράσχου, τὸν φωτισμὸν καὶ γνῶσιν, Μάρτυς τὴν ἔνεθον.

Νόσων Μάρτυς ἴασαι λοιμικῶν, τοὺς σὲ εὐφημοῦντας, καὶ ὁδήγει ἀεὶ βροτούς, τρίβοις μετανοίας, Χριστοῦ ὁμολογίας, ἐκλύτρωσαι λιταῖς σου, γεέννης δ’ ἅπαντας.

Τοὺς καταφιλοῦντας τὴν σὴν μορφήν, καὶ λείψανα Μάρτυς, καὶ αἰτοῦντας σὴν ἀρωγήν, ῥῦσαι νοσημάτων, καὶ χάριν σου παράσχου, Θεόδωρε τῆς νήσου Λέσβου τὸ καύχημα.

Δὸς τὴν εὐτεκνίαν σαῖς προσευχαῖς, γυναιξὶ ταῖς στείραις, καὶ ὑγείαν πᾶσι πιστοῖς, τοῦ Χριστοῦ ὁπλῖτα, καὶ τήρησον ἀτρώτους, ἐκ πειρασμῶν βελίαρ, τοὺς σὲ γεραίροντας.

Μάκρυνον τὰς θλίψεις καὶ συμφοράς, κινδύνους ζημίας, ἀφ’ ἡμῶν τῶν ἁμαρτωλῶν, ταῖς σαῖς ἱκεσίαις, Κυρίου Νεομάρτυς, καὶ τὴν ἰσχὺν ἀπίστων, βαρβάρων σύντριψον.

Χάριτος φωτί σου ζήλου θερμῷ, καὶ ὁμολογίας, ἡμᾶς ἔμπλησον εὐσθενοῦς, Ἀθλοφόρε Μάρτυς, καὶ ἀρετὰς παράσχου, Θεοῦ φόβον ἀγάπην, πίστιν ἀκράδαντον.

Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, Θεόδωρε θεῖε, ὁ βλαστὸς Πύργων τῆς Θερμῆς, ὁ ὁμολογίᾳ, καὶ καρτερᾷ ἀθλήσει, δοξάσας θεαρέστως, τὸν σὲ δοξάσαντα.

Θάνατον ἑλόμενος ἢ τὸ ζῆν, ὑπὲρ Ναζωραίου, οὗ ἠρνήθης πίστιν θυμῷ, ἤνεγκας βασάνοις, Θεόδωρε τρισμάκαρ, Παρμὰκ Καπὶ δ’ ἀγχόνῃ, βίον κατέλιπες.

Ἔγνωμεν σὲ Μάρτυς Χριστιανοί, πρόμαχον προστάτην, καταφύ-ιον καὶ φρουρόν, οἱ ἐν ἀσθενείᾳ, νοσοῦντες ἰατῆρα, προστρέχοντες ἐκ πόθου, τῇ ἀντιλήψει σου.

Ἄνθεσι Κυρίου τὸν Ἀθλητήν, στέψομεν καὶ τούτου, μιμησώμεθα ἀρετάς, ἵν’ ἀνταποδώσῃ, ἐν ὥρᾳ τῇ μελλούσῃ, ἡμῖν Χριστὸς λιταῖς του, τὰ ἐπουράνια.

Ἔχομεν ἡμεῖς σὲ πρέσβυν θερμόν, πρὸς Θεὸν θεόφρον, Ὃν ἱλέωσας ἐπὶ γῆς, αἵματος ἀθλήσει, αἰτήσασθαι ἐν κρίσει, τοῖς δεξιοῖς προβάτοις, συναριθμήσασθαι.

Κάθαρον καρδίας ἐκ τῶν παθῶν, δὸς νοΐ φωτί Σου, καθαγίασον τὰς ψυχάς, ταῖς πανευπροσδέκτοις, λιταῖς τοῦ Θεοδώρου, Σωτήρ μου ἐλεῆμον, καὶ τῆς τεκούσης Σε.

Πρόσδεξαι δεήσεις Ἱεραρχῶν, Χριστὲ πανοικτῖρμον, ὑπὲρ πάντων ἁμαρτωλῶν, ἀεὶ Βασιλείου, σοφοῦ τε Γρηγορίου, καὶ θείου Ἰωάννου τοῦ Χρυσοῤῥήμονος.

Εὕρεσιν τιμῶμέν σου τῆς σεπτῆς, Εἰκόνος Παρθένε, ἐν τῇ Τήνῳ τὴν ὑπὸ γῆν, χρόνοις κεκρυμμένην, ὁράματι δ’ ὀφθεῖσαν, Ὁσίας Πελάγιας ἣν ὕμνοις μέλπομεν.

Σῶσον ἱκεσίαις σου πρὸς Θεόν, πάντας τοὺς τιμῶντας, σὴν πανίερον ἑορτήν, καὶ κἀμοὶ τῷ ὕμνους, ὑφάναντί σοι πλοῦτον, δὸς ἀρετῶν ὦ Μάρτυς, καὶ θείαν φώτισιν.

Τὰ πεπυρωμένα τοῦ πονηροῦ, ἀπόσβεσον βέλη, ἀστραπόμορφε Μιχαήλ, μέγα Ταξιάρχα, καὶ τοὺς ἐν Μανταμάδῳ, πιστῶς σὲ ἀνυμνοῦντας, σκέπε σαῖς πτέρυξι.

Δεῦτε ἀσπασώμεθα εὐλαβῶς, Ἁγιασσωτίσσης, τὴν Εἰκόνα τὴν θαυμαστήν, βρύουσαν ἰάσεις, δαψιλεστάτην χάριν, φυγάδευσον δαιμόνων, θλίψεων μάκρυνσιν.

Σὺν τοῖς Ἀθλοφόροις Μονῆς Θερμῆς, Μάρτυσιν ἐνδόξοις, Ῥαφαὴλ Νικολάῳ τε, καὶ σεμνῇ Εἰρήνῃ, Θεόδωρε τρισμάκαρ, ἀπαύστως δυσωπεῖτε Χριστὸν εὐΐλατον.

Χαίροις Θεοδώρων σεπτὴ δυάς, οἱ ἐν Μυτιλήνῃ, μαρτυρήσαντες εὐκλεῶς, ὁ τοῦ Βυζαντίου, προστάτης πολιοῦχος, καὶ ὁ Χατζῆς τῶν Πύργων Θερμῆς ἐκβλάστημα.

Λέσβου Ἱεράρχαι θαυματουργοί, Ὅσιοι Πατέρες, καὶ Μαρτύρων θεῖος χορός, ἀνδρῶν καὶ γυναίων, ἐν δίκῃ τῇ μελλούσῃ, ὑπὲρ Δεσπότην ἐξευμενίσατε.

Χαίροις νήσου Λέσβου λαμπρὸς χορός, Χριστοῦ θεραπόντων, τῶν πιστῶν οἱ προασπισταί, φύλακες προστάται, δαιμόνων καθαιρέται, ὑμᾶς τοὺς εὐφημοῦντας, κινδύνων ῥύσασθε.

Πάντας τοὺς ὑμνοῦντάςσε εὐλαβῶς, φύλαττε ἀτρώτους, ἐπιθέσεων τοῦ ἐχθροῦ, θεῖε Νεομάρτυς, καὶ δὸς Χριστῷ πρεσβείαν, κολάσεως ῥυσθῆναι, ἡμᾶς καὶ θλίψεων.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Σὺ εἶ ὁ προστάτης εὐσεβῶν, καὶ τῶν Ὀρθοδόξων ὁ φύλαξ, πασχόντων ὁ ἰατρός, Ἀθλοφόρε ἔνδοξε, καὶ βοηθὲ τῶν πτωχῶν, καταπλήττεις δὲ τέρασι, τοῖς πίστει δραμοῦσι, καὶ τὴν σὴν ἀντίληψιν ἐπιζητοῦσι θερμῶς· ὅθεν, σαῖς λιταῖς ἡμῖν κρείττω, δὸς φθορᾶς ῥυόμενος νόσων, τοὺς σὴν θείαν μνήμην μεγαλύνοντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.





Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης