Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Ανάργυρο Τρύφωνα Empty Παρακλητικός Κανών εις τον Άγιο Ανάργυρο Τρύφωνα

Σαβ Φεβ 02, 2013 1:12 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών τον Άγιον  Ένδοξον Μάρτυρα και Ιαματικό Ανάργυρο Τρύφωνα

Παρακλητικός Κανών εις τον Άγιο Ανάργυρο Τρύφωνα S_ieii10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

και Εἴτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τόν τροπαιοῦχον ἐν ἀγῶσιν ὀφθέντα, καί τόν ἐπώνυμον τρυφῆς τῆς ἐνθέου, Τρύφωνα τόν ἔνδοξον, Μάρτυρα Χριστοῦ, πόθω ἀνυμνήσωμεν, πρός αὐτόν ἐκβοῶντες,ρύσαι τούς οἰκέτας σου, ἐκ δεινῶν ἀδοκήτων, τούς μετά πόθου, Ἀνάργυρε, τό σόν, ἐπικαλουμένους θαυμάσιον ὄνομα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Τρύφων τῆς ἐνθέου ἐν Οὐρανοῖς, τρυφῆς, μάρτυς Τρύφων, ὡς πανάριστος Ἀθλητής, ταῖς σαῖς ἰκεσίαις τήν ψυχήν μου, τῆς ἐνηδόνου τρυφῆς ἐλευθέρωσον.

Ρημάτων τῶν θείων ἐνωτισθεῖς, ἐτέλεσας ταῦτα, Μάκαρ Τρύφων, σύ πρακτικῶς, τόν ἅγιον βίον ἀγαπήσας , διό ἁγίως καμέ ζῆν ἀξίωσον.

Ὑπήρξας, ὤ Τρύφων, ποιμαντικός, ποιμαίνων ψυχῆς σου, ἐν σοφία τούς λογισμούς, καμέ οὔν εὐδόκησον, ὤ Μάρτυς, ἀεί τή θεία σοφία ποιμαίνεσθαι.

Θεοτοκίον
Φωτίζεις μέ φέγγει τῷ νοητῶ, ἀπαύγασμα δόξης, ἡ τεκοῦσα τό Πατρικόν, Πανάσπιλε Κόρη, καί τό σκότος, τῆς ἁμαρτίας μου σύ διασκέδασον.


Ὠδή γ’. Σύ εἰ τό στερέωμα…
Ἤμβλυνας τήν δύναμιν, τοῦ πονηροῦ, Τρύφων ἔνδοξε, σθένει Θεοῦ Διο νῦν τῆς τούτου, δολιότητος μέ λύτρωσαι.

Σάρκα περικείμενος, ὀφρύν, ὤ Τρύφων, κατέπαυσας, τοῦ πονηροῦ, καί νῦν ὅθεν κτεῖνον, αὐτόν θείαις ἰκεσίαις σου.

Μόνη, Τρύφων, πνεύματα, τά πονηρά φυγαδεύονται, τή σεπτή ὄντως παρουσία, καί δυνάμει τοῦ Πνεύματος.

Θεοτοκίον
Ἔχων σέ βοήθειαν, οὐ μή προσκόψω, Πανάμωμε, βίω παντί, ἔχων σέ προστάτιν, ἐκ τῶν νόσων σωθήσομαι.


Ὠδή δ’. Εἰσακήκοα Κύριε
Θεοφόρε Ἀνάργυρε, πάντας τούς τιμώντας σέ περιφρούρησον, καί ταχέως δός τήν ἴασιν, ταῖς πρός τόν Σωτήρα μεσιτείαις σου.

Ἐντρυφῶν, Τρύφων ἔνδοξε, δόξης ἀϊδίου καί ἀγαλλόμενος, ὑπέρ πάντων τῶν ὑμνούντων σέ, πρέσβευε ρυσθῆναι πάσης θλίψεως.

Ξενωθέντα μέ , ἔνδοξε, τῆς Θεοῦ ἀγάπης δόλω τοῦ ὄφεως, σαῖς πρεσβείαις ἀνακάλεσαι, καί ἐκ τῶν χειρῶν αὐτοῦ ἁπάλλαξον.

Θεοτοκίον
Ἐπί σέ τήν ἐλπίδα μου, πάσαν ἀνατίθημι, Ἀειπάρθενε, καί βοῶ σοί, διαφύλαξον, ἐκ παντός κινδύνου μέ πρεσβείαις σου.


Ὠδή ἐ’. Φώτισον ἠμᾶς
Ἴνα σέ ὑμνῶ, ὡς προστάτην, Τρύφων ἔνδοξε, δεινῶν παντοίων, ταῖς σαῖς λιταῖς, τόν σόν οἰκέτην ἀεί ἐλευθέρωσον.

Νίκην κάτ΄ἐχθροῦ, τοῦ δολίου μοί χορήγησον, Τρύφων Παναοίδιμε, σού ταῖς εὐχαῖς, ἴνα σωζόμενος δοξάζω σέ πάντοτε.

Ἄνοσον ζωήν, Τρύφων Μάρτυς, δός τῷ δούλω σου, ὡς τῶν ψυχῶν καί σωμάτων ἰατρός, σέ γάρ γινώσκω ἰατήρα νόσων ἄμισθον.

Θεοτοκίον
Ἄχραντε Ἁγνή, τό γλυκύτατόν μου ὄνομα, σή προστασία σῶσον τή ἰσχυρά, τόν ἐπί σοῖ ἀδιστάκτως καταφεύγοντα.


Ὠδή στ’. Ἰλάσθητι μοί Σωτήρ
Ξηράνας τάς μυσαρᾶς, σπονδᾶς τέ καί τά μιάσματα, μανίας εἰδωλικῆς, κατήρδευσας, ἔνδοξε, σοῖς ἄσμασιν ἅπαντα, τά τῆς εὐσεβείας, εὐγενῆ, Τρύφων, βλαστήματα.

Ἰχώρ σου μαρτυρικός, ὡς μύρον εὐωδιάζει νῦν, τό αἷμα σου, Ἀθλητά, πηγάζει ἰάματα, ἡ κόνις τοῦ σώματος, ψυχᾶς ἁγιάζει, τῶν πιστῶς προσπελαζόντων σοί.

Ἰάσεων αὐτουργόν, εἰδότες σέ, Τρύφων ἔνδοξε, ξηραινομένων παθῶν, πηγήν ἀνεξάντλητον, ἐξ ἤς ἀπαντλοῦμεν νῦν, ἰαμάτων ρεῖθρα, καί σωτήρια χαρίσματα.

Θεοτοκίον
Ὡς Μήτηρ οὖσα Χριστοῦ, τοῦ Ποιητοῦ πάσης Κτίσεως, σέ ἱκετεύω θερμῶς, Πανάσπιλε Δέσποινα, ἱλασμόν μοί δώρησαι, τῶν πολλῶν πταισμάτων, καί κινδύνων μέ ἑξάρπασον.

Διασωσον ταῖς πρός Χριστόν ἰκεσίαις σου, Τρύφων, ἀπό κινδύνων καί νόσων, Ἀνάργυρε, τούς πόθω σέ καί πίστει εὐφυμούντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἐνθέου τρυφῆς ἐν Οὐρανοῖς ἀπολαύων, Ἀνάργυρε, τάς ψυχᾶς τῶν σῶν οἰκετῶν, ταῖς πρός Θεόν ἀπαύστοις πρεσβείαις σου, τῆς τῶν παθῶν πάσης ρύσαι συγχύσεως,ὡς Ἀθλητής ἀήττητος, Τρύφων Παναοίδιμε.

Καί εὐθύς τό Προκείμενον
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ, ὁ Θεός Ἰσραήλ, αὐτός δώσει δύναμιν καί κραταίωσιν τῷ λαῶ αὐτοῦ, Εὐλογητός ὁ Θεός.
Στίχος. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τόν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (Κεφ.ἰ’. 19-21).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς , Ἰδού δίδωμι ὑμίν τήν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καί σκορπίων καί ἐπί πάσαν τήν δύναμιν τοῦ ἐχθροῦ, καί οὐδέν ὑμᾶς οὐ μή ἀδικήση. Πλήν ἐν τούτω μή χαίρετε, ὅτι τά πνεύματα ὑμίν ὑποτάσσεται , χαίρετε δέ ὅτι τά ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτή τή ὥρα ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς, καί εἶπεν , Ἐξομολογοῦμαι σοί, Πάτερ, Κύριέ του οὐρανοῦ καί τῆς γής, ὅτι ἀπέκρυψας ταῦτα ἀπό σοφῶν καί συνετῶν, καί ἀπεκάλυψας αὐτά νηπίοις , ναί, ὁ Πατήρ,ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

Δόξα.
Ταῖς τοῦ Ἀναργύρου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος Πλ. β΄.Οὐδείς προστρέχων.

Οὐδείς προστρέχων ἐν τή σκέπη σου, ἀνίσχυρος ἐκπορεύεται, κατά παθῶν καί δεινῶν, Τρύφων Μάρτυς Κυρίου, ἀλλά τῶν ἰαμάτων τήν χάριν ἐκζητῶν, λαμβάνει ταῖς πρός Θεόν λιταίς σου, σωτηρίαν καί ἴασιν.

Το Σῶσον ὁ Θεός τόν λαόν σου...

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας

Στεφηφόρος χορεύων, καί χοροῖς τῶν Μαρτύρων συναλλαγόμενος, τοῖς σέ, Τρύφων, τιμῶσι, καί πίστει ἀνυμνούσιν, ὡς Ἀνάργυρος δώρησαι ἀσθενειῶν καί παθῶν, τήν μείωσιν εὐχαίς σου.

Ὁ Δεσπότης τῶν ὅλων, καί Θεός οὐρανίω στέφει σέ ἔστεψε, καί ἐν ἐπουρανίοις, σκηναῖς νῦν ἐναυλίζειν, κατηξίωσεν, Ἅγιε. Τοῦτον ὑπέρ ἠμῶν, ὤ Τρύφων, ἐκδυσώπει.

Ὄμβροις ἐμῶν δακρύων, πλῦνον ὤ Ἀνάργυρε Τρύφων, καρδίαν μου, πηγήν τέ σής Εἰκόνος, ἰάματα ρεούσης, κατανύξεως πλήρωσον, ἴν΄ἀποπλύνω παθῶν,τόν βόρβορον Τρισμάκαρ.

Θεοτοκίον
Νέον φέρουσα βρέφος, τόν πρό τῶν αἰώνων Θεόν, Παναμώμητε, ταῖς σαῖς σεπταῖς ἀγκάλαις, μή παύση δυσωποῦσα, λυτρωθῆναι τούς δούλους σου, πυρός σεισμοῦ καί λιμοῦ, καί νόσων ἀνιάτων.


Ὠδή ἡ’. Τόν Βασιλέα
Μυρίοις νόσοις, πιεζόμενος, Μάκαρ, σοί προστρέχω αἰτῶν σωτηρίαν. Σύ γάρ εἰ, ὤ Τρύφων, ἡ ρώσις τῶν νοσούντων.

Ἐν Οὐρανίοις, τοῖς σκηνώμασι, Τρύφων, ἐντρυφῶν καί χαίρων σύν Ἀγγέλοις, πρέσβευε Κυρίω, ὑπέρ τῶν σέ ὑμνούντων.

Τόν σόν οἰκέτην, ὡς ἰατρός τῶν νοσούντων, Τρύφων Ἅγιε, παθῶν ἐνοχλούντων, κόπασον τόν σάλον, ταῖς θείαις σου πρεσβείαις.

Θεοτοκίον
Ρεῖθρα δακρύων, ψυχικῶν δός μοί, Κόρη, ἴνα πλύνω παθῶν μου τόν ρύπον, καί ὁδήγησον μέ, πρός τρίβους σωτηρίας.


Ὠδή θ’. Κυρίως Θεοτόκον.
Ὑπέρ ἠμῶν δυσώπει, Θεόν τῶν ἁπάντων, τρυφῶν ἐνθέου τρυφῆς, Τρύφων ἔνδοξε, ἴνα παράσχη πταισμάτων ἠμίν συγχώρησιν.

Φωτί ὡς προσπελάσας, τῷ πρώτω, ὤ Τρύφων, καί τή αὐτοῦ θεία αἴγλη πυρσούμενος, αὐτῆς λιταίς σου σόν δοῦλον μέτοχον ποίησον.

Ὤ τρύφων τῆς ἐνθέου, τρυφῆς ἀπολαύων, σύν τοῖς Ἀγγέλοις ἀεί ἐνηδόμενος, ὑπέρ σῶν δούλων τόν Κτίστην, Μάκαρ, ἱκέτευε.

Θεοτοκίον
Νοσοῦντες Θεοτόκε, καί δεινοῖς παντοίοις, οἱ σοί οἰκέται ἀεί συνεχόμενοι, σοί καταφεύγοντες λύσιν, αὐτῶν αἰτούμεθα.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,

Μάρτυρα Κυρίου τόν θαυμαστόν, καί τόν τῆς Λαμψάκου, ἐτοιμότατον βοηθόν, φύλακα καί ρύστην τῶν ἐπικαλουμένων, Τρύφωνα τόν θεῖον πάντες τιμήσωμεν.

Δεῦτε προσκυνήσωμεν οἱ πιστοί, Τρύφωνος τοῦ θείου, τήν Εἰκόνα τήν ἱεράν, τήν ἀποσοβοῦσαν παθῶν τάς δυσοσμίας, καί ἴασιν καί ρῶσιν πάσι παρέχουσαν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

καὶ τὸ Τροπάριον. Ἦχος ἅ΄. Οὐράνιος χορός.
Βασάνων ἀνδρικῶς, ὑπομείνας τούς πόνους, τήν ἄπονον ζωήν, ἀληθῶς ἐκομίσω, Τρύφων Παναοίδιμε, Ἀθλητῶν τό ἑδραίωμα. Ὅθεν σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία,ἑορτάζουσα, τήν παναγίαν σου Μνήμην, ἐνθέως ἀγάλλεται.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου.

Τρύφων εἰληφῶς παρά Θεοῦ, χάριν χορηγεῖς τάς ἰάσεις, τοῖς εἰς τήν σκέπην σου, πίστει καταφεύγουσιν, καί σοί προστρέχουσι, καί ποικίλα ἀνίατα, θεραπεύεις πάθη,χάριτι τοῦ Πνεύματος, τοῦ Παναγίου, Σοφέ. Ὅθεν καί ἠμεῖς δυσωποῦμεν, δέου πρός τόν Κύριον πάντων, τῶν δεινῶν ρυσθῆναι τούς τιμώντας σέ.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης