Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1204
http://proseyxi.com

Παρακλητικός Κανών εις την Υπεαγίαν Θεοτόκον Άξιον Εστί Empty Παρακλητικός Κανών εις την Υπεαγίαν Θεοτόκον Άξιον Εστί

Την / Το Τετ Δεκ 26, 2012 10:33 am
Παρακλητικός Κανών εις την Υπεαγίαν Θεοτόκον Άξιον Εστί

+ Νικοδήμου Μητροπολίτου πρώην Πατρῶν, 2001


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ
θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψης Σοὺς δούλους κενούς, Σὲ γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα



Δόξα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Παρθένε Θεοτόκε τοῦ κόσμου προστασία, καὶ χριστιανῶν ὀρθοδόξων, μεσίτρια καὶ σκέπη, προσδέχου τὴν δέησιν ἡμῶν, καὶ ταύτην προσάγαγε Χριστῷ, τῷ Υἱῷ Σου καὶ Σωτῆρι ἡμῶν Θεῷ. ᾯ Ἄξιόν ἐστι ψάλλειν· δόξα τῷ ἐν Εἰκόνι τῇ σεπτῇ, ὡς βρέφος ἐν δεξιᾷ τῆς Μητρός, προσκυνουμένῳ καὶ εὐλογοῦντι ἡμᾶς.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου
Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ
γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε Θεοτόκον.


ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Ἀξίως ὑμνῆσαι οὐκ εὐπορῶ, Δέσποινα τοῦ κόσμου Παναγία Μήτηρ Θεοῦ, ἀλλ’ ἐπάκουσόν μου καὶ προσδέχου, τὴν ταπεινὴν καὶ θερμήν μου παράκλησιν.

Ξένον τὸ μυστήριον τὸ ἐν Σοί, Μῆτερ καὶ Παρθένε ἡ τεκοῦσα τὸν Λυτρωτήν, ἀλλ’ οἰκτήρισόν με καὶ παράσχου, ὡς ἀληθῶς πολυεύσπλαγχνος ἔλεος.

Ἵλεων γενέσθαι μοι τὸν Χριστόν, δέομαι Παρθένε καὶ προστρέχω ταῖς Σαῖς εὐχαῖς, Σὲ τὴν Θεοτόκον μακαρίζων, πᾶσαν δ’ ἐλπίδα εἰς Σὲ ἀνατίθημι.

Ὁ πάντων Δεσπότης καὶ Πλαστουργός, θείᾳ εὐδοκίᾳ ὁ σκηνώσας ἐν Σῇ γαστρί, ἄξιόν ἐστίν Σοι δι’ Ἀγγέλου, ὡς ἀληθῶς μακαρίζειν ἐκέλευσεν.


ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ναὸς ἔμψυχος οὖσα τοῦ Ἀχωρήτου Μητρόθεε, διὰ τὴν ἡμῶν σωτηρίαν ἐνανθρωπήσαντος, Αὐτὸν ἱκέτευε νῦν, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ ἡμῶν εἰσάκουσον τῶν παρακλήσεων.

Ἐπὶ γῆς ἐν ἀνθρώποις τὴν εὐδοκίαν Θεοῦ Πατρός, Ἄγγελοι ὑμνοῦσι ὡς εἶδον Χριστοῦ τὴν Γέννησιν, Σὲ τὴν τεκοῦσαν δέ, παρακαλοῦμεν Παρθένε, σκέπε φρούρει φύλαττε, νῦν τὴν ζωὴν ἡμῶν.

Σωτηρίαν εἰργάσω ἐν μέσῳ γῆς Κύριε, ὅθεν Σε ὑμνοῦμεν οἱ δοῦλοί Σου καὶ δοξάζομεν, ἐν τῇ ἀγάπῃ τῇ Σῇ, τῶν δωρεῶν Σου τυχόντες, τὴν ἀειμακάριστον σχόντες μεσίτριαν.

Τὴν ἡμῶν σωτηρίαν οἰκονομῶν ὁ Πατήρ, τὸν Υἱὸν Αὐτοῦ εἰς τὸν κόσμον διὰ Σοῦ ἔπεμψε, σάρκα λαβεῖν ἐκ γαστρός, τῆς ἀκηράτου Σου Μῆτερ, ἵνα σώσῃ ἅπαντας τοὺς ὑμνολόγους Σου.


Διάσωσον, ἀπὸ κινδύνους τοὺς δούλους Σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαις ταῖς Σαῖς προσφεύγοντες πανάχραντε, ἐλέους πηγὴν γινώσκομεν ἐν θλίψεσι, καὶ θερμῶς αἰτούμεθα, τῷ Υἱῷ καὶ Θεῷ Σου μεσίτευσον, ἐκ τῶν κινδύνων ῥύσασθαι ἡμᾶς, ὁ μόνος ὑπάρχων πολυέλεος.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱκετεύομεν Δέσποινα, ἐκ τοῦ οὐρανοῦ ἐφ’ ἡμᾶς ἐπίβλεψον, καὶ ἐλέους Σου ἀξίωσον, τοὺς Σοὶ πεποιθότας ἐκ πίστεως.

Νέαν κτίσιν εἰσήνεγκε, κόσμῳ ὁ Υἱός Σου Παρθένε ἄχραντε, ἀναγέννησιν ἐκ Πνεύματος, τοῦ Ἁγίου δοὺς ἡμῖν σωτήριον.

Ὢ πανύμνητε πρόσδεξαι, ὕμνον Σοι ὃν ψάλλομεν ἄξιόν ἐστι, Θεοτόκε μακαρίζει Σε, τὴν τιμιωτέρα τῶν Χερουβίμ.

Σκέπην Σὴν ἐφαπλώσασα, ἐπὶ τὰ Σὰ τέκνα Μῆτερ Θεόνυμφε, ἐκ παντοίων νῦν διάσωσον, δεινῶν περιστάσεων τοὺς δούλους Σου.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγα ἀληθῶς, τὸ μυστήριον τοῦ Τόκου Σου, συνέλαβες ἀφράστως ἐν Σῇ γαστρί, τὸν Ζωοδότην Χριστὸν Παναγία Δέσποινα.

Ἄξιόν ἐστιν, ἡ τεκοῦσα τὸν Θεάνθρωπον, τῷ θρόνῳ τῆς Τριάδος ἐν οὐρανῷ, παρισταμένη ἰσχύειν ὡς Θεομήτορα.

Κάλλους Σου ἁγνή, ὁ Βασιλεὺς τοῦ παντὸς ἐπεθύμησε, Θύγατερ θεοδόξαστε Μαριάμ, κλῖνον τὸ οὖς Σου ἡμῶν ἐπακούουσα.

Ἄγγελος Θεοῦ, ὤφθη Σοι εὐαγγελισάμενος, αὐτὸς δὲ πάλιν ἔφη τῷ ὑμνωδῷ, Σὲ μακαρίζειν ὡς ἄξιον ἀληθῶς ἐστιν.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥύομενος, ἐκ φθορᾶς καὶ πτώσεως, ὁ Υἱός Σου Θεοτόκε Παρθένε, τοὺς Σοὺς ἱκέτας διδοὺς σωτηρίαν, εὐγνωμοσύνης πληροῖ τὰς ψυχὰς ἡμῶν, πρὸς Σὲ μεσίτρια θερμή, καὶ ἡμῶν κραταιὸν καταφύγιον.

Ἱλάσθητι, Πανοικτίρμων Κύριε, τοῖς δεινῶς ἡμαρτηκόσι Σοι δούλοις, ἐπικαμπτόμενος θείαις πρεσβείαις, τῆς Παναγίας Ἀχράντου Ἧς ἄξιόν ἐστιν, ἐν παῤῥησίᾳ μητρικῇ, αἰτουμένης εὑρεῖν Σε εὐήκοον.

Ζωὴν ἡμῶν, ἐν κινδύνοις ἔκθετον, τῇ Σῇ σκέπῃ ἀσφαλῇ θεωροῦμεν, Ὑπεραγία Θεοτόκε βοήθει, καὶ ἀῤῥωστίας φυγάδευσον τάχιον, ὅτι ἐν Σοὶ μετὰ Θεόν, τὰς ἐλπίδας ἡμῶν ἀνεθέμεθα

Ἐνώτισαι, Παναγία Δέσποινα, προσευχὴν ἡμῶν τῶν Σοὶ προσφευγόντων, καὶ τῶν πενήτων Σου μὴ ἐπιλάθη, Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα, ἀναξιότητα ἡμῶν, ἐν πολλοῖς συνειδότες οἱ δοῦλοί Σου.


Διάσωσον, ἀπὸ κινδύνους τοὺς δούλους Σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν Σε ἀπὸ τῶν κινδύνων κεκτήμεθα, παῤῥησίαν δὲ πρὸς τὸν Ὑπεράγαθον ἔχομεν, Παναγία Μῆτερ Θεοῦ ἐλέησον ἡμᾶς, μεσιτεύουσα τῷ Λυτρωτῇ, τὰς ἁμαρτίας παριδεῖν, τῶν πιστῶς κραυγαζόντων Σοι· πρόφθασον ἐν ἀνάγκαις, καὶ σπεῦσον ἐν ἀσθενείαις, ἀπὸ δεινῶν καὶ συμφορῶν, ῥυσθῆναι τοὺς τιμῶντάς Σε.

Προκείμενον: Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν Σου, ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλμένη.

Στ.: Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

Εὐαγγέλιον, κατὰ Ματθαῖον (Ι΄, 11-13, 20)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἄξιός ἐστιν ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ, εἰς ἣν δ’ ἂν πόλιν ἢ κώμη εἰσέλθητε, ἐξετάσατε τὶς ἐν αὐτῇ, ἄξιός ἐστι, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε· εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτὴν λέγοντες· Εἰρήνη τῷ οἴκῳ τούτῳ. Καὶ ἐὰν μὲν ᾗ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν, ἐὰν δὲ μὴ ᾗ ἡ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν.

Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρί καί Υιο καί Άγίω Πνεύματί.
Πάτερ, Λόγε, Πνεύμα, Τριάς ή έν Μονάδι, έξάλειψον τά πλήθη, τών έμών εγκλημάτων.

Και νΰν, και αεί. και εις τούς αιώνας των αιώνων. ’Αμήν.
Ταΐς της Θεοτόκου, πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Παναγία Δέσποινα, παρακαλοῦμέν Σε σῶσον, ἡμᾶς καὶ κατεύνασον, τῶν παθῶν τὸν τάραχον τῇ Σῇ χάριτι, δωρεὰν δὸς ἡμῖν, ἐκ πηγῆς ζωήῤῥυτα, τοῦ ἐλέους Σου τὰ νάματα, τοῦ Ἰησοῦ Χριστοῦ, θείᾳ εὐδοκίᾳ Θεόνυμφε, ὅπως διὰ βίου, δοξάζομεν τὸ Ὄνομα Αὐτοῦ, καὶ Σὲ πιστῶς μακαρίζομεν, τὴν ἀειμακάριστον


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱερέων δεήσεις καὶ τῶν πιστῶν ἱκεσίας πρόσδεξαι Δέσποινα, Εἰκόνα Σου τὴν θείαν, ἐν τῷ σεπτῷ ναῷ Σου, ἀσπαζόμενοι ψάλλομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ναὸς ἔμψυχος οὖσα τοῦ ἐκ Σοῦ σαρκωθέντος θείῳ βουλήματι, Παρθένε Θεοτόκε, Λόγου Θεοῦ γεννῆτορ, ἐκδυσώπει ᾧ ψάλλομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σὸν ναὸν περιέπει τοῦ λαοῦ Ἐκκλησία Μῆτερ Θεοῦ ἡμῶν, ἐν τούτῳ τῷ τεμένει, τῶν θείων κηρυγμάτων ἔνθα ὕμνον ἐξάδομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐν τῷ θείῳ ναῷ Σου ὑμνωδίαν προσδέχου ὡς ἄξιόν ἐστιν, ἀεὶ Σὲ μακαρίζει, ἅμα τῇ παρακλήσει, πρὸς Χριστὸν ᾧ προσάδομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Θεογεννῆτορ, καὶ ἀειπάρθενε Κόρη, κεχαρίτωσαι ὑπὸ τοῦ Ὑψίστου, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογημένη, ἐν γυναιξὶ Θεοτόκε, Ἣν ὑμνοῦμεν στρατιαὶ τῶν Ἀγγέλων, Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ ἐν Τριάδι, Θεὸς ὁ κτίσας τὸν κόσμον, προορῶν Σε Παναγία Παρθένε, Μητέρα Θεοτόκον, γεραίρει εἰς αἰῶνας.

Τιμιωτέρα, τῶν Χερουβὶμ ἀνυψώθης, Σεραφὶμ ἐνδοξοτέρα Παρθένε, ὅθεν Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ Ἄγγελος τὸ Χαῖρε, ἐβόα Θεοτόκε, ἡμεῖς δὲ Σὲ μεγαλύνομεν παμμακάριστε, ἐπικαλούμενοι πάντες τὴν Σὴν βοήθειαν.

Κλέος τῶν Ὀρθοδόξων, ὡράϊσμα καὶ δόξα, τῆς Ἐκκλησίας τὸ καύχημα καὶ εἰκόνισμα, Σὲ δυσωποῦμεν Παρθένε καὶ μεγαλύνομεν.

Οἰκτίρμονα Υἱόν Σου, αἰνοῦμεν εὐλογοῦμεν, καὶ σὺν Πατρὶ προσκυνοῦμεν καὶ Θείῳ Πνεύματι, Σὲ Θεομῆτορ τιμῶντες καὶ μεγαλύνοντες.

Ναμάτων Σου τὰ ῥεῖθρα, ἔκχυσον Θεοτόκε, καὶ ἰατρείαν παράσχου ψυχῆς καὶ σώματος, ἵνα συμφώνως ἐν πίστει Σὲ μεγαλύνομεν.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.

Ἄξιόν ἐστίν Σοι ὡς ἀληθῶς, ἄχραντε Παρθένε, Θεοτόκε ἐλπὶς ἡμῶν, τὸν μακαρισμόν Σου ἐν ὕμνοις ἀναμέλπειν, καὶ δέησιν προσάγειν ἐν ὥραις θλίψεων.

Ἄξιον καὶ πάλιν Μήτηρ Θεοῦ, τὴν εὐχαριστίαν ἀναγράψαι Σοι υἱϊκῶς, οἱ ἐν ἀσθενείαις, ἀνάγκαις καὶ κινδύνοις, τὴν λύτρωσιν εὑρόντες τῇ μεσιτείᾳ Σου.

Παράκλησιν δέξαι ὡς ἀγαθή, Μήτηρ τοῦ Σωτῆρος καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ὅπως ἐπιβλέψῃς, διδοῦσα προστασίαν, ὡς ἄξιόν ἐστίν Σοι φιλανθρωπεύεσθαι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν·
Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις.
Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια:


Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων, ἡ ἐλπὶς χριστιανῶν, τῶν ὑπὸ τὴν Σὴν προστασίαν,
τελούντων Μῆτερ Χριστοῦ, καὶ τὴν μεσιτείαν Σου, ἐκδεχομένων θερμῶς, δὸς ἡμῖν θεῖον ἔλεος, καὶ μὴ ἀποῤῥίψης, ἀπὸ τοῦ προσώπου Σου, τοὺς Σοὶ προσπίπτοντας, Ἄξιόν ἐστι Παναγία, τὸ Σὲ ἀληθῶς μεγαλύνει, τὴν πολλὰ πρὸς Κύριον ἰσχύουσαν.


Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης