Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός κανών εις τον Άγιον και  Ένδοξον Ιερομάρτυρα Ελευθέριον. Empty Παρακλητικός κανών εις τον Άγιον και Ένδοξον Ιερομάρτυρα Ελευθέριον.

Τρι Δεκ 18, 2012 12:01 pm
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός κανών εις τον Άγιον και  Ένδοξον Ιερομάρτυρα Ελευθέριον.

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός κανών εις τον Άγιον και  Ένδοξον Ιερομάρτυρα Ελευθέριον. Elefte10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

"Ήχος δ'. "Ο υψωθείς έν τω Σταυρώ.


Ώς Ιεράρχης καί στερρός ’Αθλοφόρος, και πρεσβευτής υπέρ ημών πρός τον Κτίστην, 'Ιερομάρτυς Πάτερ Ελευθέριε, πάσης έλευθέρωσον, προσβολής εναντίας, τούς πιστώς προστρέχοντας, τή άγία σου σκέπη, και τών σωμάτων άμα και ψυχών, πάσι χορηγεί, υγείαν δεόμεθα.

Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


και ό κανών ου ή άκροστιχίς.
«Ελευθέριε ρύου ημάς κινδύνων. Γερασίμου».


’Ωδή α'. ’Ήχος πλ. δ'. Ύγράν διοδεύσας.

Έν πάσαις τοΰ βίου έπιφοραΐς, θερμόν άρωγόν σε, κεκτημένοι παρά Θεοϋ, πάσης λυτρωθείημεν ανάγκης, τη σή πρεσβεία σοφέ Ελευθέριε.

Λιτάνευσον Πάτερ εϊλικρινώς, τον πάντων Δεσπότην, ώς αν λύσιν των δυσχερών, και χάριν καί ελεος καί ρώσιν, οί προσιόντες σοι εΰρωμεν άνωθεν.

Επίκουρος εσο καί βοηθός, θερμότατος ρΰστης, καί ύπέρμαχος έν παντί, ήμϊν Ελευθέριε παμμάκαρ, τοίς εύφημοΰσι τούς θείους άγώνάς σου.

Θεοτοκίον.
'Υδάτων άΰλων ζωοποιών, γλυκΰρροε κρήνη, Παντευλόγητε Μαριάμ, βλΰσον μετανοίας μοι τά ρείθρα, τώ προσιόντι πιστώς τή σή χάριτι.


Ωδή γ'. Ουρανίας άψΐδος.
Θρασυνόμενον σφόδρα, τον δυσμενή δράκοντα, κατά των πιστών ικετών σου, καί ώρυόμενον, οΐά περ λέοντα, σύντριψον Πάτερ ύψόθεν, τούτου τής κακώσεως, ημάς ρυόμενος.

Εύσπλαγχνίας τής θείας, τούς οίκτιρμούς ένδοξέ, εύπαρρησιάστοις λιταΐς σου, ήμϊν ύπάνοιξον, ώς συμπαθέστατος, καί τον κατώδυνον βίον, ημών μεταποίησον, τρόποις χρηστότητος.

Ρωστική σου πρεσβεία, τά τών ψυχών ΐασαι, καί τά τών σωμάτων παμμάκαρ, ημών άλγήματα, καί την ζωήν ήμών, φόβω κυβέρνησον θείω, ώς άν τω Παντάνακτι, σεμνώς λατρεύσωμεν.

Θεοτοκίον.
'Ιλαστήριον θειον, χρυσοειδές έμψυχον, ώφθης σωματωσασα Κόρη, τον ίλασμόν ήμών, Χρίστον τον Κύριον διό τοΐς σοι προσιοΰσιν, αΐτησαι την άφεσιν, ών έξημάρτομεν.

Διάσωσον, ώ Ελευθέριε θείε 'Ιερομάρτυς, έκ παντοίων οδυνηρών περιστάσεων, τούς τή σεπτή σου προστρέχοντας προστασία.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αϊτησις καί τό Κάθισμα.

Ηχος Ρ'. Τά άνω ζητών.

Πρεσβεύειν αεί, Χριστω τω Πανοικτίρμονι, ώς Μάρτυς αύτοΰ, και λειτουργός εύπρόσδεκτος, μη παύση Ελευθέριε, ϊνα πάσης ρυσθείημεν θλίψεως, και είρηναίαν άνύωμεν ζωήν, οί μέγαν προστάτην σε πλουτήσαντες.


’Ωδή δ'. Είσακήκοα Κύριε.
Έπωδύνων συμπτώσεων, και ανιαρών σκανδάλων και θλίψεων, Ελευθέριε μακάριε, τούς σοι αφορώντας έλευθέρωσον.

Ρώσιν θείαν πρυτάνευσον, τοΐς έν άσθενείαις δειναΐς στενάζουσιν, εύπραγίαν δέ και άνεσιν, τοΐς έν λυπηροίς τοΰ βίου κάμνουσιν.

'Υπερτέρους άνάδειξον, έν τοΐς πειρασμοΐς ήμάς Ελευθέριε, ώς αν λύσιν κομισώμεθα, παρά τοΰ Χριστοΰ ών έσφαλόμεθα.

Ούρανόθεν έπίβλεψον, ΐδε συνηγμένους προ τής Εΐκονος σου, ημάς ήδη Ελευθέριε, και παράσχου πάσι τά αιτήματα.

Θεοτοκίον.
'Υψηλόν ενδιαίτημα, τοΰ 'Υψίστου Λόγου και Παντοκράτορος, τον πεσόντα νοΰν μου ΰψωσον, πρός υψώσεις Κόρη βίου κρείττονος.


Ωδή ε'. Φώτισον ήμάς.
Ήρεμον ημών. την ζωήν και άστασίαστον, διατηρεί Ελευθέριε σοφέ, έν ειρήνη και άγάπη καί σεμνότητι.

Μάστιγι τών σών, θεοδέκτων παρακλήσεων, τά κυκλώσαντα ήμάς πλεϊστα δεινά, διασκέδασον έν τάχει Ελευθέριε.

Αυγασον ήμϊν, σελασφόροις ίκεσίαις σου, ευφροσύνην καί χαράν τήν αληθή, καί την λύπην τών ψυχών ήμών διάλυσον.

Θεοτοκίον.
Σθένωσον 'Αγνή, τήν ψυχήν μου άσθενήσασαν, ταϊς ποικίλαις προσβολαίς τοΰ δυσμενούς, ΐνα τούτου κατισχύσω ό προστρέχων σοι.


’Ωδή ς'. Τήν δέησιν.
Κατεύνασον, πειρασμών τά κύματα, τά χειμάζοντα ήμάς όλεθρίως, καί πρός τον εύδιον όντως λιμένα, τών τοΰ Θεοΰ θελημάτων κυβέρνησον, 'Ιερομάρτυς Άθλητά, τούς τήν σην έκζητοΰντας άντίληψιν.

Ίάσεων, είληφώς τό δώρημα, ώς λαμπρός Ίερομάρτυς Κυρίου, τά τών ψυχών ημών ϊασαι πάθη, και τών σωμάτων τούς πόνους μετάβαλε, εις εύρωστίαν αληθή, μυστική έπισκέψει σου ένδοξε.

Νοσοΰσι μέν, ίατήρ πανάριστός, τοΐς δέ πάσχουσι θερμός παρακλήτωρ, και λυπουμένοις τερπνή θυμηδία, καί τεθλιμμένοις σεπτόν παραμύθιον, ώ Ελευθέριε γενοΰ, ώς Χριστού μιμητής γνησιώτατος.

Θεοτοκίον.
Δοχεϊόν με, θεϊκών έλλάμψεων, θεοκόσμητε ναέ τού Σωτήρος, Εύλογημένε Παρθένε Μαρία, δι’ έμμελείας ηθών τελειότητος, καί άρετών θεουργικών, τον πιστώς σε ύμνοΰντα άνάδειξον.


Διάσωσον ώ Ελευθέριε θείε 'Ιερομάρτυς, έκ παντοίων οδυνηρών περιστάσεων, τούς τή σεπτή σου προστρέχοντος προστασία.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αϊτησις καί τό Κοντάκιον.
Ηχος β'. Προστασία τών Χριστιανών.

Ίεράρχα τού Σωτήρος ένθεώτατε, καί γενναίε ’Αθλητά καί Μάρτυς αήττητε, μή παρίδης σών ικετών ίκέσιον ώδήν, άλλά πρόσδεξαι ώς εύμενής, τάς έν αιτήσει προσφοράς, τών θερμώς έκβοόντων σοι Φύλαττε πάσης βλάβης, καί πάσης έχθρών μανίας, τούς αίτουμένους σε πιστώς, Ελευθέριε πανεύφημε.


Προκείμενον.
Θαυμαστός ό Θεός έν τοΐς 'Αγίοις αύτοΰ...
Στίχος. Τοΐς Άγίοις ν τή γή αύτοΰ...

Εύαγγέλιον. Έκ του κατά Μάρκον (β' 23-28 καί γ' 1-2).

Τω καιρώ έκείνω έπορεύετο ό Ιησούς τοΐς Σάββασι διά τών σπόριμων, καί ήρξαντο οί Μαθηταί αύτοΰ όδόν ποιεΐν, τίλλοντες τούς σιάχυας. Καί οί Φαρισαίοι έλεγον αύτω· "Ιδε, τί ποιούσιν έν τοΐς Σάββασιν, δ ούκ έξεσται; Καί αύτος έλεγεν αύτοΐς· Ουδέποτε άνέγνωτε τί έποίησε Δαβίδ, δτε χρείαν εσχε, καί έπείνασαν αύτος καί οί μετ’ αυτού; πώς είσήλθεν εις τον οίκον τού Θεού, έπί Άβιάθαρ τοΰ Άρχιερέως, καί τούς άρτους τής προθέσεως εφαγεν, οΰς ούκ εξέστι φαγείν, εΐμή τοΐς Ίερεύσι, καί εδωκεν καί τοΐς σύν αύτω ούσι; Καί ελεγεν αύτοΐς· Το Σάββατον διά τον άνθρωπον έγένετο, ούχ ό άνθρωπος διά το Σάββατον ώστε ό Κύριός έστιν ό Υίός τού ανθρώπου καί τοΰ Σαββάτου. Καί είσήλθεν πάλιν εις τήν συναγωγήν καί ήν εκεί άνθρωπος έξηραμμένην εχων τήν χείρα· καί παρετήρουν αύτσν, εί τοΐς Σάββασι θεραπεύσει αύτόν, ΐνα κατηγορήσωσιν αύτοΰ. Καί λέγει τώ άνθρώπω, τω έξηραμμένην έχοντι τήν χεΐρα- “Εγειραι εις τό μέσον. Καί λέγει αύτοΐς· Έξεστι τοΐς Σάββασιν άγαθοποιήσαι, ή κακοποιήσαι; ψυχήν σώσαι, ή άποκτεΐναι; Οί δέ έσιώπων. Καί περιβλεψάμενος αύτούς μετ’ οργής, συλλυπούμενος έπί τη πωρώσει τής καρδίας αύτών, λέγει τω άνθρώπω. Έκτεινον τήν χείρά σου. Καί έξέτεινε· καί άποκατεστάθη ή χειρ αύτοΰ υγιής, ώς ή άλλη.

Δόξα.
Ταίς τοΰ Ιεράρχου πρεσβείαις έλεήμον έξάλειψον τα πλήθη των έμών εγκλημάτων.

Και νΰν.
Ταίς τής Θεοτόκου πρεσβείαις έλεήμον έξάλειψον τα πλήθη των έμών εγκλημάτων.


Στίχος. Έλέησόν με ο θεός....
Προσόμοιον.
Ήχος πλ. β'. "Ολην άποθέμενοι.

Πάσαις κλονιζόμενοι, έπιβουλαίς τοΰ Βελίαρ, και περιστατοΰμενοι, ταίς εύρούσαις θλίψεσιν ήμάς "Αγιε, τή σεπτή σκέπη σου, πίστει άδιστάκτω, κατα- φεύγομεν’κραυγάζοντες· Πρόφθασον ενδοξε, κα'ι τών θλιιβερών περιστάσεων, άπάλλαξον δεόμεθα, την πολύπαθη ήμών ΰπαρξιν, και τον πάντων Κτίστην, δυσώπει Ελευθέριε σοφέ, ϊνα τό πλούσιον ελεος, πέμψη ταίς ψυχαίς ήμών.


’Ωδή ζ'. Οϊ έκ τής Ίουδαίας.
'Ύπό πλήθους πταισμάτων ,συνεσχέθημεν πλήθει βιοτικών συμφορών, άλλ’ ώ 'Ιερομάρτυς, ή σή έπιστασία, προφθασάτω τούς δούλους σου, καί λυτρωσάσθω ήμάς, τών νΰν περανοχλούντων.

Νεμομένη άθλίως, την ζωήν ήμών πάσαν ή τής κακίας φορά. εις βάθη άθυμίας, ήμών τάς διανοίας, μεθιστά βιαιότατα· σύ ουν ήμάς έξελοΰ, τοιαύτης τυραννίδος.

'Ως λαμπρός ύποφήτης, τής έν Πνεύματι θείω ελευθερίας ψυχών, παθών τών άκαθέκτων, και πόνων άνηκέστων, έλευθέρωσον απαντας, 'Ιερομάρτυς Χριστοΰ, τούς σέ παρακαλοΰντας.

Θεοτοκίον.
Νάμα θείόν μοι βλϋσον, χαριχόβρυτε κρήνη θεουργικών δωρεών, δροσίζων την ψυχήν μου, τήν καταφλεγομένην, τής κακίας τοΐς άνθραξιν. ϊνα υμνώ σε άεί, 'Υπερδεδοξασμένη.


’Ωδή η'. Τον Βασιλέα.
Γνώμη εΰθεία, έν άληθεί μετανοία, πολιτεύεσθαι 'ικάνωσον παμμάκαρ, ώς 'Ιερομάρτυς, τούς σέ ύμνολογοΰντας.

Ελευθερίαν τής έν ήμϊν άμαρτίας, και άπάλλαξιν πάσης κακοπραγίας, πρέσβευε δοθήναι, τοΐς σέ ύμνολογοΰσι.

Ρΰσαί με γλώσσης, δολιοτρόπων άνθρώπων, και στενώσεων παντοδαπών έν βίω, ϊνα σέ γεραίρω, σοφέ 'Ιερομάρτυς.

Θεοτοκίον.
Αγγέλων δόξα, ώ 'Υπερένδοξε Κόρη, άδοξίας με παθών τών ακαθάρτων, κάθαρον τοΐς ρείθροις, τής σής άγαθωσΰνης.


’Ωδή Θ'. Κυρίως Θεοτόκον.
Σωμάτων αρρώστιας, και ψυχών τά βάρη, τή δεδομένη σοι χάριτι σκέδασον, τών τήν σήν κλήσιν φωνούντων ώ Ελευθέριε.

'Ιλέωσαι παμμάκαρ, τοΐς σοι προσιούσι, τον άγαθόν καί φιλάνθρωπον Κύριον, ώς άν τής τούτου χρηστότητος άπολαύσωμεν.

Μή παύση έποπτεύων, καί φρουρών καί σκεπών, καί τών έν βίω δεινών έξαιρούμενος, τούς σέ θερμόν άντιλήπτορα εύμοιρήσαντας.

Όρμαίς άκατασχέτοις, πρός τήν αμαρτίαν, κατολισθήσας Θεού άπεμάκρυνα, άλλα σύ με πενεύφημε έπανάγαγε.

Θεοτοκίον
'Υπέρφωτε λυχνία, τού άδύτου φέγγους, τήν σκοτισθεϊσαν ψυχήν μου καταύγασον, όπως φωτί τού Κυρίου πορεύσωμαι.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πνεύματος αγίου άπό παιδός, πλήρης χρηματίσας, Ελευθέριε ιερέ, τής ελευθερίας, τής έν Χριστω έκφάντωρ, τοΐς δουλωθείσιν ώφθης, φθόνω τού όφεως.

"Ανθος τής ’Ανθίας τής εύκλεούς, πανεύοσμον ώφθης, γεωργία ήθών σεμνών, καί τού ’Ανικήτου, τού ίεροΰ φυτεία, καρποφορήσας Πάτερ, τά ύπέρ έννοιαν.

Χαίροις Εκκλησίας βάσις στερρά, καί παθών Κυρίου, άφομοίωμα καί είκών, χαίροις ό βραβεύων, δεινών έλευθερίαν, τοΐς σέ παρακαλοΰσιν ώ Ελευθέριε.

’Άμωμον θυσίαν καί μυστικήν, θύων τω Σωτήρι, ώσπερ θείος ιερουργός, αύτω προσηνέχθης, καθάπερ ίερεΐον, νομίμως έναθλήσας, ώ Ελευθέριε.

’Ήνεγκας βασάνους τάς χαλεπός, έν τή ση άθλήσει, δι’ αγάπην τοΰ Ιησού οθεν τάς όδΰνας, ήμών άεί κουφίζεις, τη σή επιστασία ώς ίερώτατος.

Φύλαττε άτρώτους ταϊς σαΐς εύχαίς, έκ παντός σκανδάλου, και άπάσης έπιβουλής, τοΰ δεινοΰ Βελίαρ, και νόσων και κίνδυνων, τούς σέ ύμνολογοΰντας ώ Ελευθέριε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Καί τό τροπάριον. Ήχος πλ. α'.

'Ιερέων ποδήρει κατακοσμοΰμενος, καί αιμάτων τοΐς 'ρείθροις έπισταζόμενος, τώ Δεσπότη σου Χριστώ Μάκαρ άνέδραμες, Ελευθέριε σοφέ, καθαιρέτα τοΰ σατάν. Διό μη παύση πρεσβεύων, ύπέρ τών πίστει τιμίόντων τήν μακαρίαν σου "Αθλησιν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς  Τροπάριον.

Ήχος β’. 'Ότε έκ τοΰ ξύλου.

Πάσης έπηρείας καί οργής, βλάβης καί παντοίας ανάγκης, καί περιστάσεχος, πάντας έλευθέρωσον, 'Ιερομάρτυς Χριστού, Ελευθέριε ένδοξε, τούς έξαιτουμένους, τήν θερμήν άντίληψιν, τής προστασίας σου· σύ γάρ βοηθός Όρθοδόξοις, καί τοΐς κινδυνεύουσι ρύστης, πρός Θεοΰ έδόθης ίερώτατε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Παθών παντοίων έλεύθίερόν με δεϊξον
Γεράσιμον παμμάκαρ ετοΐ προσιόντα.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης