Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1736
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Προφήτη Ιωήλ Empty Παρακλητικός Κανών εις τον Άγιο Προφήτη Ιωήλ

Την / Το Τρι Δεκ 03, 2019 9:45 am
Παρακλητικός Κανών εις τον Άγιον Προφήτην Ιωήλ

Ποίημα Γαλανοπούλου Γεωργίου
Παρακλητικός Κανών εις τον Άγιο Προφήτη Ιωήλ Ioilpr10

Εῦλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοῦ Ἰωὴλ τοῦ θεηγόρου Προφήτου, περιχαρῶς πανηγυρίσωμεν πάντες, ἐν τοῖς ναοῖς προστρέχοντες τὴν μνήμην αὐτοῦ, βίον ἔνθεον μιμούμενοι, ἀρετάς του θεοειδεῖς, χάριτας καὶ δωρεάς, θείου Πνεύματος πίστει, λαβόντος πρέσβυν ἔχοντες Θεῷ, ὅπως πρεσβεύῃ, ἡμῖν ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Θεῖε Ἰωήλ, πιστοὺς διασώζοις. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Θερμαῖς σου δεήσεσι πρὸς Θεόν, διάσωζε πάντας, τῶν ἐν βίῳ δυσχερειῶν, τοὺς πόθῳ καὶ πίστει ἀδιστάκτῳ, ὦ Ἰωὴλ σῇ πρεσβείᾳ προστρέχοντας.

Ἐλθὲ εἰς βοήθειαν Ἰωήλ, ἡμῶν τῶν τιμώντων, φωτοφόρον σου ἑορτήν, καὶ τάχει θεράπευσον τὰ ἄλγη, καὶ εὐρωστίαν τοῖς σώμασι βράβευσον.

Ἰσχὺν ἡμῖν δίδου ἀεὶ σοφέ, ψυχαῖς ἵν’ ἁπάσας, διανοίας τὰς ἐκτροπάς, σὺν πάθεσι ταύταις ὦ Προφῆτα, τῇ σῇ δυνάμει ἀντιπαρερχόμεθα.

Θεοτοκίον.
Εἰρήνην ἐβράβευσε Σὸς Υἱός, ὁ λύσας τῆς Εὔας, τὴν κατάραν καὶ τοῦ Ἀδάμ, Παρθένε σαρκούμενος αἱμάτων, ἐκ Σοῦ ἁγνῶν ἣν κἀμῖν πᾶσι δώρησαι.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰταμὰς τοῦ βελίαρ σὺ στρατιὰς ἤλασας, ἔχθραν Ἰωὴλ γηγενέσι, μὴ ἐνδεικνύμενος, ταῖς προσευχαῖς γρηγορῶν, καὶ τὸν Χριστὸν ἱκετεύων, Ὃν ἡμᾶς λυτρώσασθαι, σοφὲ δυσώπησον.

Ὦ Προφῆτα νῦν ῥῦσαι τοὺς ψαλμικῶς ὄνομα, μέγιστον ᾀδόντων Δεσπότου, τούτους ἀπήμονας, τηρῶν ἐκ βλάβης δεινῶν, καὶ ἐκτελούντων σὴν μνήμην, μνήσθητι δεόμεθα, ἐν ὥρᾳ κρίσεως.

Ἡ θεόφθογγος γλῶττα ταῖς δωρεαῖς Πνεύματος, ῥήματα ἐλάλησε θεῖα, Προφῆτα ἔνδοξε· διὸ σοφὲ Ἰωήλ, σὲ ἱκετεύομεν πάντες, πονηρίας πνεύματα, πόῤῥω ἀπέλασον.

Θεοτοκίον.
Λυτρουμένη τὸ γένος ὡς συμπαθὴς Δέσποινα, πάντοτε ἐλαύνεις τὰς νόσους, βαλσάμῳ χάριτος, Σαῖς μητρικαῖς πρὸς Υἱόν, εὐμενεστάταις πρεσβείαις, τάχει θεραπεύουσα, ψυχὰς καὶ σώματα.


Διάσωσον, ὦ θεηγόρε Προφῆτα παντὸς κινδύνου, τοὺς τὴν θείαν σου μνήμην ἐν ψαλμοῖς μεγαλύνοντας, καὶ λύτρωσαι ἡμᾶς πάσης ἀνάγκης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτην θερμὸν καὶ πρέσβυν πρὸς φιλάνθρωπον, πτωχῶν πλουτιστήν, πασχόντων ἀντιλήπτορα, ὁδηγὸν κεκτήμεθα, σὲ Προφῆτα ἔνδοξε κράζοντες· σπεῦσον ταχέως ῥύσασθαι ἡμᾶς, παγίδων δαιμόνων καὶ κακώσεων.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Προφητῶν θεοφώτιστε, χάριν τὴν πλουσίαν ἐκ θείου Πνεύματος, ἥνπερ ἔιληφας δὸς ἅπασι, καὶ καρδίας λύπης διασκέδασον.

Ἰωὴλ ἱκεσίαις σου, πρὸς τὸν πανοικτίρμονα καὶ εὐΐλατον, τοὺς ὑμνοῦντάς σε περίσωζε, καὶ παράσχου βίον ἀνεπίληπτον.

Σωτηρίας τὸ μήνυμα, σὺ σοφὲ προεῖπας λαῷ ἀγνώμονι, προφητείᾳ ἀλλ’ οὐκ ἤκουσεν, ὃ ἡμῖν μετάδος φωτὶ χάριτος.

Θεοτοκίον.
Τὸν Υἱόν Σου δυσώπησον, ἵνα πᾶσιν ἵλεως Κόρη γένηται, ἱκετεύομεν οἱ δοῦλοί Σου, τοῦ φυγεῖν γεένης πῦρ τὸ ἄσβεστον.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Οἴκοις τοῦ Θεοῦ, Ἰωὴλ ψαλμοῖς ὑμνοῦμέν σε, καὶ ἐξαιτούμεθά σου ταῖς προσευχαῖς, καὶ τὴν πρεσβείαν ῥυσθῆναι φρικτῆς κολάσεως.

Ὕψωσον σεπτέ, Ἰωὴλ Κυρίῳ χεῖράς σου, καὶ παθῶν κόπασον τὴν ζάλην λιταῖς, σαῖς πρὸς Σωτῆρα, γαλήνην ἡμῖν δωρούμενος.

Σκέπε ἐξ ἐχθρῶν, ὦ Προφῆτα τοὺς σὲ μέλποντας, καὶ ἐκ μηχανημάτων τοῦ πονηροῦ, σῇ ἀντιλήψει, καὶ φρούρει πιστοὺς ἀπήμονας.

Θεοτοκίον.
Δέσποινα ἁγνή, ἐκ βελῶν τοῦ πολεμήτορος, τοὺς προστρέχοντας ἐν πίστει ἀκλινεῖ, ἀεὶ σκέπε, τῇ ἀμέτρῳ Σου χρηστότητι.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάτρευσον, Ἰωὴλ ἐκ θλίψεων, τὴν νοσοῦσάν μου ψυχὴν καὶ καρδίαν, τὰς συμφοράς, ἀποδίωξον πόρῥω, καὶ εἰρηναίαν κατάστασιν δώρησαι, τοῖς ᾄδουσι περιχαρῶς, ἀρετάς σου σοφὲ καὶ χαρίσματα.

Ἀφάνισον, τοῦ σατᾶν ἐπινοίας, καὶ ποικίλας τοῦ ἐχθροῦ μεθοδείας, ἀεὶ σοφέ, μετανοίας τὴν τρίβον, ὑποδεικνύων πρὸς βίου διόρθωσιν, καὶ ἐν τῷ βήματι Χριστοῦ, ἀκατάκριτον ποίησον δέομαι.

Σκοτόμαιναν, τοῦ νοὸς ἐκδίωξον, τῷ φωτὶ τῆς θεϊκῆς χάριτός σου, ὦ Ἰωήλ, καὶ ψυχὰς λευκοχρόους, ἐκ τῶν παθῶν μετανοίᾳ καθάρισον, ῥυόμενος πειρασμικῶν, τοῦ ἐχθροῦ ἐπιθέσεων πάντοτε.

Θεοτοκίον.
Ὦ Δέσποινα, ἐκ παθῶν με νήστευσον, καὶ δυνάμει Σου ἐνίσχυσον θείᾳ· ὅτι τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· ἀεὶ δ’ ὑμνοῦμέν Σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον τόκον Σου.


Διάσωσον, ὦ θεηγόρε Προφῆτα παντὸς κινδύνου, τοὺς τὴν θείαν σου μνήμην ἐν ψαλμοῖς μεγαλύνοντας, καὶ λύτρωσαι ἡμᾶς πάσης ἀνάγκης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀντιλήπτωρ τῶν Χριστιανῶν πέλεις ἔνδοξε, καὶ μεσίτης τῶν θεοσεβῶν πρὸς τὸν εὔσπλαγχνον· σὺ πιστοῦ σου λαοῦ ἐδείχθης θεῖος ὁδηγός· διὸ πρόφθασον ὦ Ἰωήλ, εἰς τὴν βοήθειαν ταχύ, τῶν πιστῶς προσκαλούντων σε· ἴασαι τοὺς νοσοῦντας, ἐκλύτρωσαι δαιμονῶντας, ἡμᾶς ἐκ βλάβης ἐξελοῦ, καὶ ἀνάγκης οὐρανόφωτε.


Προκείμενον
Μὴ ἅπτεσθε τῶν χρηστῶ μου, καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.
Στ.: Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήργιμα ἄρτου συνέτριψεν.
Εὐαγγέλιον.


Δόξα.
Ταῖς τοῦ Σοῦ Προφήτου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἰωὴλ μακάριε, σαρκὸς τὸν μεμολυσμένον, καὶ ψυχῆς τὸν ἄστατον, σὲ νῦν καταφεύγοντα μὴ ἐάσῃς με· δέομαι σῶσόν με, ἱλάσκων Κύριον, σαῖς ἐνθέρμοις παρακλήσεσιν, ἴασιν βράβευσον ἄμφω, πειρασμῶν δ’ ἐλευθέρωσον, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ βίου· ὅπως ἀνυμνῶ σου, πληθὺν τῶν ἀρετῶν παναληθῶς, καὶ μεγαλύνω ἐν ᾄσμαισν, ἄθλους καὶ καμάτους σου.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ζηλώσας τὸν πυρίνουν Ἠλιοῦ θεῖον ζῆλον ὦ Ἰωὴλ ἱερέ, ἐκήρυξας δοξάζειν, λαῷ Θεὸν τὸν μόνον, Ὃν συμφώνως δοξάζομεν, τῶν Προπατόρων ἡμῶν, ὑπερδεδοξασμένον.

Ὀφρὺν φύλων βαρβάρων, κακοδόξων τὰ θράση, δαιμονοπλήκτων ἰσχύν, ὦ Ἰωὴλ ἐν τάχει, κατάβαλε θεόφρον, ἵνα χαίροντες ᾄδομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἱλέωσαι Δεσπότην, αὐλιζόμενος μάκαρ, μετ’ Ἀσωμάτων χοροῖς, καὶ πᾶσι τοῖς δικαίοις, κολάσεως ῥυσθῆναι, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Σὲ ἁγνὴ καθορῶμεν, ἀπειρόγαμον Νύμφην ὡς προκατεῖδε Μωσῆς, ἐν τῷ Σιναίῳ Βάτον, φλογὶ παραδοθεῖσαν, ἀλλ’ δ’ ἄφλεκτον μείνασα· διὸ τὸ πῦρ τῶν παθῶν, ἡμῶν σβέσον Παρθένε.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γῆθεν ἀνῆλθες, πρὸς τὴν Σιὼν ὦ Προφῆτα, τοῦ ποθεῖν ὁρᾶν τὸν πάντων Κτίστην· ὅθεν προσευχαῖς σου, κἀμῖν σὸν πόθον δίδου.

Ἐλέους θείου, καὶ δωρεῶν πλῆσον πάντας, καὶ λαὸν Ἑλλάδος γῆς τιμῶντα, σὲ τὸν θεηγόρον, Προφήτην τοῦ Κυρίου.

Ὦ πανοικτῖρμον, τοῦ Ἰωὴλ εὐχαῖς σῶσον, τοὺς πιστῶς ἀπαύστως Σε ὑμνοῦντας, καὶ δοξολογοῦντας, Σὸν κράτος εἰς αἰῶνας.

Θεοτοκίον.
Ῥῦσαι γεένης, τῶν οὐρανῶν πλατυτέρα, καὶ Ἁγίων ἡ ἁγιωτέρα, Μῆτερ Σὲ τιμῶντας, καὶ σκέπε πάσης βλάβης.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον δὸς βίον, φύλαττε μοι Σῶτερ, τοῦ Σοῦ Προφήτου λιταῖς τὸν προσφέροντα, τόνδε τὸν ὔμνον καὶ πάντας περίσωζε.

Ἱκέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς Ἰωήλ, τοὺς σὴν πανένδοξον μνήμην πανηγυρίζοντας.

Ὀρδὰς τῶν ἀλλοπίστων, φυγάδευσον Προφῆτα, ἡμᾶς τοὺς ἐπαπειλοῦντας, δουλῶσθαι οἰκτρῶς καὶ ὑπερμάχει, τῶν πίστει ἀεὶ τιμώντων σε.

Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ὦ Παρθένε· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον ὁμολογοῦντάς Σε.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Ὦ κατορθωμάτων ὑπερφυῶν, ἱδρώτων καμάτων, δακρυῤῥόων τε προσευχῶν, ὦ καὶ ἐγκρατείας, νηστείας σωφροσύνης· δι’ ὧν σοφὲ σὸν βίον, ὄντως ἐκόσμησας

Ῥῦσαι τῶν παγίδων τοῦ πονηροῦ, τοὺς σοὺς ἐξυμνοῦντας, θείους ἄθλους ὦ Ἰωήλ, ἐνάρετον βίον, καὶ πλῆθος θαυμασίων, ἃ ἔτι ζῶν ἐτέλεις, ἐν γῇ Πατέρων σου.

Πρόσδεξαι δεήσεις πάντων ἡμῶν, τῶν πιστῶς τελούντων, σὴν πανένδοξον ἑορτήν, ἔνδοξε Προφῆτα, τοῦ Πνεύματος δοχεῖον, Θεοῦ πυρίπνουν στόμα, καὶ νοῦς ἀείφωτος

Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, σὲ παρακαλοῦμεν, ὑπὲρ δούλων ἁμαρτωλῶν, Ἰωὴλ Προφῆτα, τῶν ἀνυμνολογούντων, σὴν φωτοφόρον μνήμην, ὡς πρέσβυς ἔνθερμος.

Ὕβριν ἀποδίωξον ἀφ’ ἡμῶν, πάθη ψυχοφθόρα, δυσπιστίαν καταλαλιάν, τὴν φιλαργυρίαν, σὺν τῇ φιληδονίᾳ, καὶ ἀρετῶν Προφῆτα, δὸς καρπὸν εὔχημον.

Μή μοι δὸς Θεῷ τὸ καταφρονεῖν, τῶν παραγγελμάτων, καὶ θελήματος ἀγνοεῖν, ἀλλὰ διδαχαῖς σου, καὶ προσευχαῖς παράσχου, τὸν φωτισμὸν καὶ χάριν, σοφὲ τοῦ Πνεύματος.

Τοὺς καταφιλοῦντας τὴν ἱεράν, μορφήν σου Προφῆτα, καὶ αἰτοῦντας σὴν ἀρωγήν, ῥῦσαι ἐκ κινδύνων, καὶ χάριν σου παράσχου, ἰώμενος ἐκ νόσων, ψυχῆς καὶ σώματος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πρόσδεξαι Προφῆτα Ἰωήλ, ὕμνον ἱερὸν ᾆσμα θεῖον, πρὸς σὲ νῦν περιχαρῶς, ῥόδα μῦρα δάκρυα, ἐν μετανοίᾳ θερμῆ, κατανύξει καὶ πόθῳ τε, πιστῶς σὴν Εἰκόνα, κατασπαζομένων σου, καὶ ἐκβοώντων τρανῶς· ἔνδοξε, σῇ χάριτι σκέπε, πάντας ἐξαιρούμενος νόσων, καὶ παθῶν ἡμᾶς φρουρῶν ἀπήμονας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχῶν τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης