Παρακλητικός Κανών εις τον Άγιο Απόστολο και Διάκονο Πρόχορο
Σαβ Νοε 23, 2019 3:50 am
Παρακλητικός Κανών εις τον Άγιο Απόστολο και Διάκονο Πρόχορο
Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Ρόδου Κυρίλλου.
Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τά Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Διακονίας διαπρέψας τοῖς ἔργοις, ὡς ἐνδιαίτημα σεπτὸν τῆς ἀγάπης, ἀξίως τὸ διάδημα ἐδέξω τῆς ζωῆς· ὅθεν μάκαρ Πρόχορε, εὐλα-βῶς σὲ τιμῶμεν, καὶ τὴν θείαν μνήμην σου, ἐκτελοῦντες βοῶμεν· ταῖς ἱεραῖς λιταῖς σου πρὸς Θεόν, σῶζε ἡμᾶς θλιβερῶν περιστάσεων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών φέρων ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Διάκονε Πρόχορε τοῦ Θεοῦ, δέχου τὰς δεήσεις, τοῦ ἱκέτου σου εὐμενῶς, καὶ δίδου αὐτῷ πλουσιοδώρως, τὰ τῆς εὐνοίας σου θεία δωρήματα.
Παθῶν με ἡ ἔφοδος ἀπειλεῖ, καὶ πρὸς ἀπωλείας, τὰς ἀβύσσους μὲ ἐξωθεῖ, σὺ δὲ τῇ ἁγίᾳ χάριτί σου, ἐλέησόν με μακάριε Πρόχορε.
Σκανδάλων με ῥῦσαι τῶν κοσμικῶν, συστροφῶν ἐκτόπων, καὶ κακίστων ἐπιφορῶν, τῇ σῇ πρὸς τὸν Κύριον πρεσβείᾳ, τῶν Διακόνων ἀγλάϊσμα Πρόχορε.
Θεοτοκίον.
Κατάρδευσον ὕδατι μυστικῷ, Ἄχραντε Μαρία, τῶν ἀφράστων Σου δωρεῶν, πλουσίως ψυχάς τε καὶ καρδίας, τῶν προσκυνούντων τὸν ἅγιον Τόκον Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Συνοδίτης ἐδείχθης καὶ βοηθὸς ἔμπιστος, τοῦ ἠγαπημένου τῷ Λόγῳ κήρυκος Πρόχορε· ὅθεν ἀεὶ σὺν αὐτῷ, ἡμᾶς ἐπόπτευε πάντας, τοὺς πιστῶς προστρέχοντας, τῇ προστασίᾳ σου.
Ἁμαρτίας τῷ βέλει κατατρωθεὶς Πρόχορε, πρὸς σὲ καταφεύγω στενάζων, μὴ οὖν παρίδης με, ἀλλὰ ἱλέωσαι, ἡμῖν Θεὸν ταῖς εὐχαῖς σου, ὡς Αὐτοῦ τοῖς ἔθνεσιν, κήρυξ γενόμενος.
Τὸν Χριστὸν παροργίζων τοῖς μιαροῖς ἔργοις μου, τρέμω κατ’ ἐμοῦ τὴν δικαίαν Αὐτοῦ ἀπόφασιν· ὅθεν συνήγορος, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, φάνηθί μοι Πρόχορε, ὡς συμπαθέστατος.
Θεοτοκίον.
Ὑπεράμωμε Κόρη ὁ Λυτρωτὴς Κύριος, σάρκα προσλαβὼν ἀποῤ-ῥήτως, ἐκ τῶν αἱμάτων Σου, Ἀδὰμ ἀνέσωσεν, ἐκ τῆς φρικτῆς καταδίκης, καὶ ἡμῶν Σὲ ἔδειξεν, θεῖον ὑπέρμαχον.
Διάσωσον, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει, τῶν Δια-κόνων τὸ κλέος ὦ Πρόχορε, τῶν ἐν τῷ βίῳ ποικίλων πειρατηρίων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστοῦ ἀληθὴς τοῖς τρόποις σου Διάκονος, θεόφρον δειχθείς, ὡς ἔμπλεως φρονήσεως, ἐν ὑψίστοις ἔτυχες, μυστικῶς τῆς γλυκείας μεθέξεως· ὅθεν ταῖς σαῖς πρεσβείαις πρὸς Θεόν, χορήγει ἡμῖν χάριν καὶ ἔλεος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐναρέτως ἀξίωσον, μάκαρ πολιτεύεσθαι τὸν ἱκέτην σου, τῇ ἁγίᾳ ἀντιλήψει σου, τοῦ Κυρίου Ἀπόστολε Πρόχορε.
Νυσταγμῷ ἀπογνώσεως, Πρόχορε κρατούμενον τὸν ἱκέτην σου, ἐπισκέψει τῆς σῆς χάριτος, συμπαθὴς ὡς ὑπάρχων ἐλέησον.
Χαλεπῶν ἐκ κινδύνων με, νόσων τε πταισμάτων καὶ περιστάσεων, μάκαρ Πρόχορε διάσωσον, ὡς πλουτῶν πρὸς ἀνθρώπους συμπάθειαν.
Θεοτοκίον.
Ῥώμην δίδου ἑκάστοτε, τοῦ πατεῖν τὰς πάγας τοῦ πολεμήτορος, τοῖς ὑμνοῦσι τὴν λοχείαν Σου, Θεοτόκε δι’ ἧς ἐλυτρώθημεν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πάθεσιν πολλοῖς, παναθλίως ῥιπιζόμενον, τῆς σῆς χάριτος θερμῇ ἐπισκοπῇ, τὸν ἱκέτην σου διάσωσον ὦ Πρόχορε.
Ἔχοντες θερμόν, πρεσβευτήν σε πρὸς τὸν Κύριον, εὐφημοῦμέν σε ὦ Πρόχορε λαμπρῶς, ὡς ἀσφάλεια ἡμῶν καὶ καταφύγιον.
Πάτμος ἱερῶς, ἐν τῇ μνήμῃ σου χορεύουσα, τῆς εὐνοίας σου λαμβάνει δαψιλῶς, μάκαρ Πρόχορε τὰ πλούσια δωρήματα.
Θεοτοκίον.
Ἵλεων ἡμῖν, τοῖς ἀμέτρως ἁμαρτάνουσι, τὸν ἐκ Σοῦ ἐνανθρωπήσα-ντα φρικτῶς, Θεοτόκε Ἀειπάρθενε ἀπέργασαι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Δρεψάμενος, τῆς ζωῆς τῶν χαρίτων, ἐν Σιὼν τῶν Πρωτοτόκων θεόφρον, τὰς τῆς ζωῆς μοι ὑπάνοιξον πύλας, ταῖς πρὸς Θεὸν μεσιτείαις σου Πρόχορε, σὺ γὰρ ὑπάρχεις συμπαθής, τοῖς τῇ σῇ ἀντιλήψει προστρέ-χουσι.
Τοῦ Ἄρχοντος, τῆς εἰρήνης τῷ θρόνῳ, ἐν ὑψίστοις παρεστὼς στεφηφόρος, ἡμῖν εἰρήνην ἐξαίτει βαθείαν, καὶ ἐν τῷ βίῳ εὐστάθειαν Πρόχορε, ἵνα ὑμνοῦμέν σε ἀεί, ὡς λαμπρὸν Διακόνων ἀγλάϊσμα.
Εὐΐλατον, τὸν Θεόν μοι παράσχου, σαῖς ἁγίαις πρὸς Αὐτὸν ἱκε-σίαις· καὶ γὰρ ἀσώτως διάγω τὸν βίον, ἐν ἀφροσύνῃ τελείᾳ ὦ Πρόχορε, μὴ οὖν παρίδης τὴν φωνήν, τοῦ τῇ μεσιτείᾳ ἐλπίζοντος.
Θεοτοκίον.
Λιμένα Σε, τῆς ζωῆς ἀχείμαστον, Ἀπειρόγαμε γινώσκομεν πάντες, οἱ ἐν θάλασσῃ ζωῆς τῆς προσκαίρου, ἐπιφοραῖς χαλεπαῖς κινδυνεύοντες, διὸ αἰτούμεθα πιστῶς, τὴν γαλήνην εὑρεῖν τοὺς τιμῶντάς Σε.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τὴν ἐν πρεσβείαις.
Ὁ ἐν ὑψίστοις χορεύων σὺν Ἀποστόλοις, καὶ τὰς ᾠδὰς ἀναπέμπων σὺν Ἀρχαγγέλοις, τῷ ἐν Τριάδι ὑμνουμένῳ Θεῷ, Αὐτὸν ἀεὶ δυσώπει, ὑπὲρ ἡμῶν ὦ Πρόχορε, τῶν πίστει θερμῇ ἀνευφημούντων σε.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθε ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Τὸ Εὐαγγέλιον. Ἐκ τοῦ κατἀ Λουκᾶν. (Κεφ ι' 1 - 15)
Τῷ καιρῷ ἐκείνῳ ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα μαθητάς, καὶ ἀπέστειλεν αὐτούς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. Ἔλεγεν οὖν πρὸς αὐτούς· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Ὑπάγετε· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. Μὴ βαστάζετε βαλάντιον, μὴ πήραν, μηδὲ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. Εἰς ἣν δ᾿ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε· εἰρήνη τῷ οἴκῳ τούτῳ. Καὶ ἐὰν ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ᾿ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾿ ὑμᾶς ἐπανακάμψει. Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾿ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστι· μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. Καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε· καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἀπὸ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἡμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.
Λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ. Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. Καὶ σύ, Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ.
Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Αἱ Ἀγγελικαί.
Ὁ συγκοινωνός, μαθητοῦ τοῦ Θεολόγου, ὁ διὰ Χριστόν, εὐσεβῶς διακονήσας, τῷ δήμῳ τῶν Ἁγίων, παμμακάριστε Πρόχορε, πρόσδεξαι ἡμῶν νῦν τὰς δεήσεις, κἂν ἐκ χειλέων ἀκαθάρτων, καὶ δὸς ἅπασι, τοῖς καταφεύγουσι τῇ σῇ, πρεσβείᾳ τὰ συμφέροντα.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Πάντα πληρώσας τοῦ Κυρίου, τὰ θελήματα νοΐ τελειωτάτῳ, τῆς ἀψεύστου ζωῆς, ἐπέτυχες ἐν δόξῃ, ἧς καὶ ἡμᾶς ὦ Πρόχορε, καταξίωσον εὐχαῖς σου.
Δίδου ἰσχύν μοι τοῦ βαδίζειν, τὴν τοῦ βίου μου ἐπίπονον πορείαν, δίδου γνῶσιν σοφέ, τοῦ γνῶναί με Κυρίου, τὸ θέλημα ἑκάστοτε, ἵνα τύχω σωτηρίας.
Ῥῦσαι ποικίλων συμπτωμάτων, πειρασμῶν καὶ ἀδοκήτων νοσημά-των, τοὺς τῇ σῇ εὐλαβῶς, προστρέχοντας πρεσβείᾳ, ὦ Πρόχορε μακάριε, Διακόνων ἡ λαμπρότης.
Θεοτοκίον.
Λύσιν πταισμάτων μου ἐξαίτει, ἀπειρόγαμε ἁγνὴ Θεοκυῆτορ, καὶ ὁδηγεὶ ἀεί, τῇ Σῇ χειραγωγίᾳ, ὡς Μήτηρ πολυεύσπλαγχνος, πρὸς ὁδόν με σωτηρίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῶν πρεσβειῶν σου, τῶν ἱερῶν τῷ ἱστίῳ, διαβίβασον ἡμᾶς τοὺς ὑμνητάς σου, Πρόχορε τρισμάκαρ, πρὸς τῆς ζωῆς τὸν ὅρμον.
Ἀνάπλασόν με, ἐπισκοπῇ σου ἁγίᾳ, πρὸς ζωὴν τῶν τῇ κακίᾳ συντριβέντα, Πρόχορε τρισμάκαρ, ἵνα σε μακαρίζω.
Τῶν ἐν τῷ βίῳ, χαλεπωτάτων κινδύνων, ἀσινεῖς παμμάκαρ Πρό-χορε συντήρει, τοὺς ἐπιτελούντας, τὴν φαεινήν σου μνήμην.
Θεοτοκίον.
Ὅρμος γαλήνης, καὶ ψυχικῆς σωτηρίας, ἀνεδείχθης τῇ λοχείᾳ Σου Μαρία, ὅθεν γεγηθότες, πιστῶς προστρέχομέν Σοι.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥαθύμως μου τὸν βίον, δαπανῶν ὁ τάλας, καθικετεύω σε ἔνδοξε Πρόχορε, πρὸς κατανύξεως τρίβους, καθοδηγῆσαί με.
Ἀτάκτων λογισμῶν μου, Πρόχορε εὐχαῖς σου, τὴν χαλεπὴν τρικυμίαν κατεύνασον, καὶ ἐν γαλήνῃ τὸν βίον, δίδου διάγειν με.
Τὸν πράττοντα τὰ ἔργα, τοῦ σκότους κεκρυμμένως, μὴ φανερῶς με ἐλέγξης Φιλάνθρωπε, ταῖς εὐπροσδέκτοις πρεσβείαις τοῦ Ἀποστόλου Σου.
Θεοτοκίον.
Ὑπερευλογημένη, Μῆτερ τοῦ Ὑψίστου, σὺν τῷ Προχόρῳ ἀεὶ καθι-κέτευε, τὸν διὰ Σοῦ σαρκωθέντα, σῶσαι οὓς ἔπλασεν.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Πιστῶν τῷ πληρώματι προκριθείς, ἐκλογῆ ἁγία, θεομάκαρ διακο-νεῖν, σῇ διακονίᾳ, ἀξίως ἀνεδείχθης, ὦ Πρόχορε Κυρίου, μιμητὴς ἄριστος.
Τοῦ ἐπιστηθίου τὸν μαθητήν, καὶ αὐτοῦ ἐν πόνοις, τὸν γενναῖον συγκοινωνόν, τὸν Χριστοῦ προθύμως, πληρώσαντα τὸν λόγον, νῦν Πρόχορον ἐν ὕμνοις, πάντες τιμήσωμεν.
Πνεύματος Ἁγίου τὰς δωρεάς, μυστικῶς συλήσας, διὰ βίου σου καθαροῦ, Πρόχορε τρισμάκαρ, τῆς δι’ ἡμᾶς τοῦ Λόγου, κενώσεως ἐδείχθης, ῥήτωρ θεόσοφος.
Χαίροις Ἐκκλησίας κλέος λαμπρόν, καὶ τῶν Διακόνων ἐγκαλ-λώπισμα ἱερόν, χαίροις τῆς φρικώδους, Χριστοῦ οἰκονομίας, Πρόχορε θεοφόρε, κήρυξ ὁ ἔνθεος.
Πάτμος εὐφημεῖ σε χαρμονικῶς, πόθῳ ἐκτελοῦσα, τὴν ἁγίαν σου ἑορτήν, ἧν τοῦ πολεμίου, συντήρει τῶν ἐφόδων, ἀπήμαντον εὐχαῖς σου, ἀπαύστως Πρόχορε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Παρακλήτου τὴν χάριν καὶ σοφίας τὴν ἔλλαμψιν, διὰ πολιτείας ἀμέμπτου, δεδεγμένος ὦ Πρόχορε, ἐκρίθης θεοκρίτῳ ἐκλογῇ, τῷ δήμῳ τῶν πιστῶν διακονεῖν, καὶ ἀνέδειξας τῷ τρόπῳ σου σεαυτόν, ὑπόδειγμα Διακόνων. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν χάριν καὶ ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, αἱ χορεῖαι τῶν πιστῶν, ἐν ἀγαλλιάσει καρδίας, ἀνευφημή-σωμεν, Πρόχορον τὸν ἔνδοξον, Χριστοῦ Διάκονον, πρὸς αὐτὸν ἀνακρά-ζοντες, θερμαῖς σου πρεσβείαις, πρὸς Ὃν ἐκ καρδίας σου, θερμῶς ἀγα-πήσας, ῥῦσαι, συμφορῶν ὀλεθρίων, καὶ ἐπιφορῶν ἐπωδύνων, τοὺς τῇ ἀντιλήψει σου προστρέχοντας.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης