Χαιρετισμοί εις τον Άγιο Απόστολο Παύλο
Σαβ Νοε 16, 2019 1:40 pm
Χαιρετισμοί εις τον Ουρανοβάμονα και Θεσπέσιον Απόστολον Παύλον
Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Ὡς ἐκλογῆς τῆς τοῦ Χριστοῦ σκεῦος ὑπέρτιμον, ἐπὶ τὰ ἔθνη τῆς ζωῆς τὸ εὐαγγέλιον, ἀπεστάλης καὶ ἐκήρυξας θεῖε Παῦλε. Ἀλλ’ ὡς μύστης εὐσεβείας καὶ διδάσκαλος, καθοδήγησον ἡμᾶς πρὸς βίον κρείττονα, τοὺς βοῶντάς σοι·
Χαίροις, Παῦλε Ἀπόστολε.
Ἄγγελος ἐν τῷ κόσμῳ οὐρανίων δογμάτων, ἐδείχθης οὐρανοβάμον Παῦλε (γ΄) καὶ Χριστοῦ τὸν λόγον πανταχοῦ θεοσοφοῖς σου κηρύττεις διδάγμασι, διό σου τὴν λαμπρότητα θαυμάζοντες ἀναβοῶμεν·
Χαῖρε, δι᾿ οὗ ὁ Χριστὸς ἐκλάμπει·
χαῖρε, δι᾿ οὗ ὁ ἐχθρὸς στενάζει.
Χαῖρε, Ἀποστόλων λαμπρὸν ἀκροθίνιον·
χαῖρε, θεοσδότων χαρίτων κειμήλιον.
Χαῖρε, ὕψος δυσαντίβλεπτον ὑψηλῶν θεωριῶν·
χαῖρε, βάθος ἐνθεώτατον δωρημάτων θεϊκῶν.
Χαῖρε, ὅτι ἐκλήθης πρὸς Χριστὸν οὐρανόθεν·
χαῖρε, ὅτι ἐδέξω θείαν χάριν θεόθεν.
Χαῖρε, φωστὴρ ὁ μέγας τῆς χάριτος·
χαῖρε, λαμπτὴρ ἀΰλου ἐλλάμψεως
Χαῖρε, δι’ οὗ ἐκμειοῦται ἡ πλάνη·
χαῖρε, δι’ οὗ θεῖον φῶς ἀπαστράπτει.
Χαίροις, Παῦλε Ἀπόστολε.
Βίον τῆς σῆς καρδίας τὴν εὐθύτητα Παῦλε Χριστὸς ὁ Βασιλεὺς τῶν αἰώνων ἐκ σκότους πρὸς φῶς σὲ θαυμαστὸν παραδόξως ἐκάλεσε μακάριε ἐν τῷ διώκειν σε αὐτὸν κραυγάζοντα ἐν εὐφροσύνη·
Ἀλληλούϊα.
Γέγονας ἐν ἐκστάσει καὶ τὸν νοῦν ἠλλοιώθης ἀκούσας τῆς φωνῆς τοῦ σωτῆρος πορευόμενος εἰς Δαμασκὸν καὶ ὃν ἐδίωκες ἐπέγνωκας διὸ τὴν σὴν ἀλλοίωσιν ἀγάμενοι πιστῶς βοῶμεν·
Χαῖρε, Χριστοῦ ἐκλογῆς τὸ σκεῦος·
χαῖρε, πιστῶν θεόσδοτον σθένος
Χαῖρε, οὐρανίου φωνῆς ὁ αὐτήκοος·
χαῖρε, τὴν ἐν νόμῳ σκιὰν ἀποθέμενος.
Χαῖρε, γνώσεως τῆς κρείττονος ὁ δεξάμενος αὐγήν·
χαῖρε, λόγῳ ἄγων ἅπαντας πρὸς οὐράνιον ζωήν.
Χαῖρε, ὅτι ἐπλήσθης φωτισμοῦ ἀποῤῥήτου·
χαῖρε, ὅτι ἐκλύῃς τὴν ἰσχὺν τοῦ δολίου.
Χαῖρε, ὁ γνοῦς Χριστοῦ τὴν θεότητα·
χαῖρε, ἰδὼν αὐτοῦ τὴν λαμπρότητα.
Χαῖρε, λαμπρὸν τῆς σοφίας ταμεῖον·
χαῖρε, φωτὸς τρισηλίου δοχεῖον.
Χαίροις, Παῦλε Ἀπόστολε.
Δύναμιν θείαν ἔσχες καθαρθεὶς τῶν προτέρων χερσὶ τοῦ ἱεροῦ Ἀνανίου καὶ δυνατὸς ὤφθης καὶ πολύς ἐν τῷ κηρύττειν Χριστὸν ἐν τοῖς ἔθνεσιν ἐν ᾧ ἐνδυναμούμενος Παῦλε θεοπρεπῶς ἐβόας·
Ἀλληλούϊα.
Ἔχων ἐν τῇ καρδίᾳ ὥσπερ πῦρ ζωηφόρον τὴν θείαν τοῦ σωτῆρος ἀγάπην ἔλαμψας ὡς ἥλιος λαμπρός ἐν πάσῃ τῇ οἰκουμένῃ Ἀπόστολε καὶ ταύτην προσενήνοχας τῷ Εὐαγγελίῳ βοῶσαν·
Χαῖρε, ὁ μέγας ἐν Ἀποστόλοις·
χαῖρε, ὁ ῥήτωρ ἐν θεηγόροις.
Χαῖρε, εὐσεβείας ὁ ἔνθους διδάσκαλος·
χαῖρε, ἀληθείας ὁ κῆρυξ ὁ πάνσοφος.
Χαῖρε, ὄργανον θεόπνευστον διδαγμάτων ἱερῶν·
χαῖρε, ποταμὸς ἀνάμπλεως ῥείθρων τῶν πνευματικῶν.
Χαῖρε, ὅτι ἐδείχθης ἀποστόλων ἀκρότης·
χαῖρε, ὅτι τυγχάνεις ἐκκλησίας λαμπρότης.
Χαῖρε, πηγὴ τῆς θείας χρηστότητος·
χαῖρε, πυρσὸς ἀΰλου λαμπρότητος.
Χαῖρε, πολλοὺς διανύσας ἀγῶνας·
χαῖρε, λαοὺς καὶ φυλὰς καταυγάσας.
Χαίροις, Παῦλε Ἀπόστολε.
Ζήλῳ τῷ τοῦ Σωτῆρος ἐκκαιόμενος πόθου διῆλθες ὡς ὑπόπτερος Παῦλε ἔθνη λαοὺς καὶ πόλεις πολλάς τὸ τοῦ Χριστοῦ κηρύττων Εὐαγγέλιον διὸ τοὺς θείους πόνους σου γεραίροντες Χριστῷ βοῶμεν·
Ἀλληλούϊα.
Ἤρθης πρὸς θεωρίας ὑψηλὰς καὶ ἁγίας, ὦ Παῦλε, θεολήπτῳ καρδίᾳ καὶ εἶδες καὶ ἤκουσας τῷ νῷ, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ διηγήσασθαι· διὸ τὰς ἀναβάσεις σου θαυμάζοντες ἀναβοῶμεν·
Χαῖρε, θεάμον τῶν ἀθεάτων·
χαῖρε, ἐπόπτα ξένων πραγμάτων.
Χαῖρε, ὁ ἐν ὕλῃ οὐράνιος ἄνθρωπος·
χαῖρε, ὁ ἐν πᾶσιν ἐπίγειος Ἄγγελος.
Χαῖρε, νοῦς ὁ ἐνθεώτατος ὡς τῶν ἄνω θεατής·
χαῖρε, στόμα θεοκίνητον ὡς τῶν θείων μυητής.
Χαῖρε, οὐρανοβάμον τῶν ἀῤῥήτων ἐκφάντωρ·
χαῖρε, οὐρανοφοῖτα καὶ θεῖε ἱεροφάντωρ.
Χαῖρε, ἰδὼν τὸ κάλλος τὸ ἄῤῥητον·
χαῖρε, λαβὼν ἰσχὺν τὴν οὐράνιον.
Χαῖρε, ἀρθεὶς Παραδείσου πρὸς δόξαν·
χαῖρε, Θεοῦ θεοφόρε θεόπτα.
Χαίροις, Παῦλε Ἀπόστολε.
Θεοῤῥήμονι γλώττῃ τὸν τῆς χάριτος λόγον κηρύττων καὶ συγγράφων πανσόφως θεογράφους ἐπιστολὰς, ὡς τῆς εὐσεβείας μέγας διδάσκαλος ἐπιστέλλεις, Παῦλε ἔνδοξε, τοῖς τῷ Σωτῆρι ἐκβοῶσιν·
Ἀλληλούϊα.
Ἰσχὺν ἄμαχον ἔχων τοῦ Σωτῆρος τὴν χάριν, ἱδρύεις πανταχοῦ ἐκκλησίας, Παῦλε τῶν θείων μυσταγωγέ, καὶ υἱοθετεὶς τῷ θείῳ Θεῷ τῷ Παντοκράτορι τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·
Χαῖρε, Καινῆς Διαθήκης μύστα·
χαῖρε, τῶν ψυχοφθόρων ῥῦστα.
Χαῖρε, ὑποφῆτα τῆς θείας σαρκώσεως·
χαῖρε, μυστολέκτα τῆς ἄνω λαμπρότητος.
Χαῖρε, δένδρον τὸ κατάκαρπον τρέφον ἅπασαν ψυχήν·
χαῖρε, ξῖφος ὃ ἐξέκοψε τοῦ Βελίαρ τὴν ἰσχύν.
Χαῖρε, τῆς Ἐκκλησίας ἱερὸς νυμφοστόλος·
χαῖρε, τῆς εὐσεβείας κράτιστος θεηγόρος.
Χαῖρε, Χριστοῦ τὸ στόμα τὸ πάνσοφον·
χαῖρε, ἱστῶν τὸ σθένος τὸ ἄμαχον.
Χαῖρε, ψυχῶν παιδευτὴς σωτηρίας·
χαῖρε, ἡμῶν ὁδηγὸς ἀσφαλείας.
Χαίροις, Παῦλε Ἀπόστολε.
Κήρυξ μέγας ὑπάρχων τοῦ Σωτῆρος, ὦ Παῦλε, ἀπὸ Ἱερουσαλὴμ ἐξῆλθες, μέχρι δὲ Ἰλλυρικοῦ φθάσας, πᾶσαν τὴν γῆν τῷ θείῳ κηρύγματι περιέλαβες Ἅγιε, ἥτις ἀνευφημοῦσά σε, τῷ σὲ δοξάσαντι κραυγάζει·
Ἀλληλούϊα.
Λάμψας πάσῃ τῇ κτίσει ὥσπερ ἥλιος μέγας, Ἀπόστολε θεσπέσιε Παῦλε, τὸν τῆς ζωῆς ἥλιον Χριστόν τοῖς ἐν σκότει καθημένοις ἀνέτειλας καὶ υἱοὺς φωτὸς ἔδειξας, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·
Χαῖρε, ὁ πάμφωτος ἑωσφόρος·
χαῖρε, λύχνος ὁ φωτοφόρος.
Χαῖρε, τρισηλίου φωτὸς τὸ ἀμάρυγμα·
χαῖρε, Ἐκκλησίας Χριστοῦ τὸ διάδημα.
Χαῖρε, μύστης θεοδίδακτος τῆς σαρκώσεως Χριστοῦ·
χαῖρε, βέλος τὸ πριστήριον κατὰ πλάνης τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι βλυστάνεις γλυκασμὸν ἀφθαρσίας·
χαῖρε, ὅτι εὐφραίνεις τῶν πιστῶν τὰς καρδίας.
Χαῖρε, Χριστοῦ τῷ πόθῳ φλεγόμενος·
χαῖρε, πολλοὺς ἐκ πλάνης ῥυόμενος.
Χαῖρε, παθῶν μιμητὰ τοῦ σωτῆρος·
χαῖρε, ἐχθροῦ σκελιστὰ ὀλετῆρος.
Χαίροις, Παῦλε Ἀπόστολε.
Μέγα φῶς ἐπιλάμψαν ἐν ὁδῷ οὐρανόθεν, ἠμαύρωσεν ὀμμάτων τὰς κόρας καὶ τοὺς τῆς ψυχῆς σου ὀφθαλμοὺς, πρὸς τὸ ὑπερούσιον φῶς ἠνέῳξε, τὸν πρῴην διώκτην σε Ἀπόστολον δεῖξαν βοώντα·
Ἀλληλούϊα.
Νόμους τῆς εὐσεβείας θεολήπτῳ καρδίᾳ κηρύττων καὶ σοφῶς ἀναπτύσσων, νομοθέτης ὤφθης ἱερὸς τῆς τοῦ Χριστοῦ Ἐκκλησίας πολύσοφε· διὸ εὐγνωμονοῦσὰ σε μεγαλοφώνως ἀνακράζει·
Χαῖρε, ἡ βάσις τῆς Ἐκκλησίας·
χαῖρε, ἡ πέτρα τῆς καρτερίας.
Χαῖρε, τῆς σοφίας τῆς θείας θησαύρισμα·
χαῖρε, τῆς κακίας τοῦ κόσμου καταπτῶμα.
Χαῖρε, πέλαγος γαλήνιον σωτηρίων διδαχῶν·
χαῖρε, πλοῦτος ἀνεξάντλητος οὐρανίων ἀμοιβῶν.
Χαῖρε, ὅτι ποικίλους πειρασμοὺς καθυπέστης·
χαῖρε, ὅτι ἐν δόξῃ πρὸς τὰ ἄνω μετέστης.
Χαῖρε, ψυχῶν ἁγία ἀνάπαυλα·
χαῖρε, ἠθῶν ἀμέμπτων διάγραμμα.
Χαῖρε, λαοὺς πρὸς Χριστὸν ὁδηγήσας·
χαῖρε, ψυχῶν μολυσμοὺς ἀποπλύνας.
Χαίροις, Παῦλε Ἀπόστολε.
Ξένος τῶν ἐν τῷ κόσμῳ ἀληθῶς ἀνεδείχθης, ὡς ἔνθους τοῦ Κυρίου θεράπων καὶ ξένων ἀγώνων αὐτουργὸς, ἐν τῇ δοθείσῃ σοι χάριτι πέφηνας, ὦ Παῦλε ἱερώτατε, τῷ σὲ δοξάσαντι κραυγάζων·
Ἀλληλούϊα.
Ὅλος ἠλλοιωμένοςτοῦ Χριστοῦ τῇ ἀγάπῃ ὡράθης, ὦ θεσπέσιε Παῦλε, καὶ ἐκπλήττεις πᾶσαν ἀκοὴν τῷ θαυμαστῷ σου καὶ θείῳ κηρύγματι· διὸ μυσταγωγούμενοι τοῖς δόγμασί σου ἐκβοῶμεν·
Χαῖρε, ἡ λύρα σοφῶν δογμάτων·
χαῖρε, ἡ κρήνη θείων ναμάτων.
Χαιρε, τῶν ψυχῶν ὁ καθαίρων τοὺς μώλωπας·
χαῖρε, τῶν παθῶν ὁ ἐκτίλλων τοὺς σκόλοπας
Χαῖρε, γλῶσσα ἡ μελίῤῥυτος τῆς ἀγάπης τοῦ Χριστοῦ·
χαῖρε, χείλη οὐρανόβροντα τῆς θεότητος Αὐτοῦ.
Χαῖρε, ὁ οἰκονόμος τῆς καινῆς διαθήκης·
χαῖρε, τῆς ἀληθείας ὁ σοφὸς ὑποφήτης.
Χαῖρε, Χριστοῦ τῶν λόγων διάκονε·
χαῖρε, σοφὲ τοῦ κόσμου διδάσκαλε.
Χαῖρε, σοφῶν διδαχῶν ἡ πλημμύρα·
χαῖρε, ἁγίων ῥημάτων κινύρα.
Χαίροις, Παῦλε Ἀπόστολε.
Πλεῖστα ἔθνη Κυρίῳ τῷ τῆς χάριτος λόγῳ, ὑπήκοα κατέστησας Παῦλε· πολλοὺς γὰρ πόνους ὑπενεγκὼν, πολὺν καρπὸν τῷ Χριστῷ προσενήνοχας· ἐντεῦθεν τοὺς καμάτους σου ἀνευφημοῦντες ἐκβοῶμεν·
Ἀλληλούϊα.
Ῥημάτων σου ὁ φθόγγος δαβιτικὼς ἐξῆλθεν εἰς ἅπασαν τὴν κτίσιν, ὦ Παῦλε· ἀπὸ οὐρανοῦ γὰρ ἐσχηκὼς τῆς σοφίας τὴν χάριν, ὡς φῶς ἔλαμψας, πρὸς εὐσεβείας ἔλλαμψιν κατευθύνων τούς σοι βοῶντας·
Χαῖρε, ὁ ῥῆτωρ τῆς εὐσεβείας·
χαῖρε, ἡ βάσις τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ ἐν πόνοις στεῤῥὸς καὶ ἀήττητος·
χαῖρε, ὁ ἐν λόγοις ἐνθέοις πυρίπνοος.
Χαῖρε, κῆπος εὐθαλέστατος οὐρανίων ἀρετῶν·
χαῖρε, λύχνος τηλαυγέστατος θεοσδότων δωρεῶν.
Χαῖρε, ὅτι ἐκφαίνεις τοῦ Χριστοῦ τὴν ἀγάπην·
χαῖρε, ὅτι ἐκτρέπεις τοῦ ἐχθροῦ τὴν ἀπάτην.
Χαῖρε, φωτὸς τρισηλίου ἔμπλεως·
χαῖρε, ζωῆς ἀϊδίου μέτοχος
Χαῖρε, λιμῶν πολιτείας ἁγίας·
χαῖρε, λιμὴν ψυχικῆς νηνεμίας.
Χαίροις, Παῦλε Ἀπόστολε.
Σύμπασα ἡ οἰκουμένη χάριτάς σοι ὀφείλει, θεσπέσιε Ἀπόστολε Παῦλε· ὡς γὰρ ὑπόπτερος ἀετὸς τὰς ἐσχατιὰς τῆς γῆς διελήλυθας, σωτηρίαν καὶ λύτρωσιν πᾶσι κηρύττων τοῖς βοῶσι·
Ἀλληλούϊα.
Τοῖς πανσόφοις σου λόγοις, ὡς τροφῇ ἀθανάτῳ Χριστοῦ ἡ Ἐκκλησία τρυφῶσα καὶ τρεφομένη πνευματικῶς, χρεωστικῶς σὲ μακαρίζει Ἀπόστολε καὶ ἐν Κυρίῳ αὔξουσα φαιδρῷ προσώπῳ ἐκβοᾷ σοι·
Χαῖρε, ἀκρότης τῶν Ἀποστόλων·
χαῖρε, ἡ δόξα τῶν θεολόγων.
Χαῖρε, Παρακλήτου τερπνὸν ἐνδιαίτημα·
χαῖρε, μυστικῆς πολιτείας καλλίστευμα.
Χαῖρε, ἄνθρωπε οὐράνιε ὁ τὰ ἄνω θεωρῶν·
χαῖρε, Ἄγγελε ἐπίγειε καὶ πολῖτα οὐρανῶν.
Χαῖρε, ὅτι ἐπήρθης πρὸς τὸν ἄϋλον γνόφον·
χαῖρε, ὅτι φωτίζεις τὸν περίγειον κόσμον.
Χαῖρε, σιγῆς ὁ γνοῦς τὸ μυστήριον·
χαῖρε, φθορᾶς ψυχῶν ὀλετήριον.
Χαῖρε, Θεοῦ θεωρήσας τὴν δόξαν·
χαῖρε, πολλὰς μυριάδας ὁ σώσας.
Χαίροις, Παῦλε Ἀπόστολε.
Ὕψος τῆς σῆς σοφίας καὶ ῥημάτων τὸ βάθος τίς ἐκδιηγήσεται, ὦ Παῦλε; Σὺ γὰρ ἐν Πνεύματι λαλῶν, τῆς τοῦ Χριστοῦ κενώσεως τὸ μυστήριον διατρανοῖς τοῖς πέρασι, πρὸς σωτηρίαν τῶν βοώντων·
Ἀλληλούϊα.
Φῶς τοῦ κόσμου ἐδείχθης καὶ τῆς γῆς θεῖον ἅλας καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ὁδηγὸς καὶ θεῖος νυμφαγωγός, οὐρανοβάμον Παῦλε ἱερώτατε· διὸ τὰ σὰ χαρίσματα γεραίροντες ἀναβοῶμεν·
Χαῖρε, τὸ φῶς τὸ θεῖον τοῦ κόσμου·
χαῖρε, φωστὴρ τοῦ ἀνάρχου λόγου.
Χαῖρε, τῆς ἐθνῶν Ἐκκλησίας ὁ θέμεθλος·
χαῖρε, τῆς πιστῶν διανοίας ὁ ἔφορος.
Χαῖρε, πλήρωμα πανάριστον ἐνεργείας θεϊκῆς·
χαῖρε, ἄρωμα τερψίθυμον, εὐφροσύνης ψυχικῆς.
Χαῖρε, ὅτι τὸ ξίφει ἀπετμήθης τὴν κάραν·
χαῖρε, ὅτι ἐκβλύζεις σὺν τῷ αἵματι γάλα.
Χαῖρε, Χριστοῦ τῆς δόξης ὁ σύμμορφος·
χαῖρε, πολλῶν ἐπάθλων συμμέτοχος.
Χαῖρε, Χριστοῦ εὐκλεὴς παραστάτης·
χαῖρε, τῶν σῶν ὑμνῳδῶν ὁ προστάτης.
Χαίροις, Παῦλε Ἀπόστολε.
Χάριν αἴτει διδόναι καὶ πταισμάτων τὴν λύσιν καὶ ἔλλαμψιν ἡμῖν σωτηρίας, παρὰ τοῦ φωτοδότου Χριστοῦ, τοῖς ὑμνοῦσί σε πολυΰμνητε· πιστῶς γάρ σοι προστρέχομεν καὶ τῇ Τριάδι ἐκβοῶμεν·
Ἀλληλούϊα.
Ψάλλοντές σου τοὺς πόνους καὶ ἀγῶνας τοὺς θείους, οὓς ἤνυσας ζεούσῃ καρδίᾳ Παῦλε, βοῶμέν σοι ἐκ ψυχῆς· μὴ ἐλλείπης ὑπὲρ ἡμῶν δεόμενος, ὡς ἂν ζωῆς τῆς κρείττονος μετάσχωμεν οἱ ἐκβοῶντες·
Χαῖρε, δοχεῖον τοῦ Παρακλήτου·
χαῖρε, ταμεῖον φωτὸς ἀΰλου.
Χαῖρε, τρισηλίου ἐλλάμψεως σκήνωμα·
χαῖρε, Ἀποστόλων σεπτὸν ἀγαλλίαμα.
Χαῖρε, στήριγμα ἀσάλευτον Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε, ἅγιον στεφάνωμα τοῦ θεόφρονος λαοῦ.
Χαῖρε, τῶν εὐσεβούντων νοητὴ δαδουχία·
χαῖρε, τῶν συνωνύμων ἀληθὴς προστασία.
Χαῖρε, δι’ οὗ κηλίδων ῥυσθήσομαι·
χαῖρε, δι’ οὗ φωτὸς πληρωθήσομαι.
Χαῖρε, πολλῶν ἀρετῶν ἁρμονία·
χαῖρε, νοὸς τοῦ ἐμοῦ θυμηδία.
Χαίροις, Παῦλε Ἀπόστολε.
Ὦ θεσπέσιε Παῦλε, Ἀποστόλων λαμπρότης καὶ πάσης Ἐκκλησίας τὸ κλέος· (γ΄) τὰς ἐφυμνίους ἡμῶν φωνὰς εὐμενῶς δέχου καὶ ἀπαύστως πρέσβευε, ὡς ἂν παθῶν ῥυόμεθα, οἱ τῇ Τριάδι ἐκβοῶντες·
Ἀλληλούϊα.
Δίστιχον.
Παῦλάν μοι παθῶν, ὦ θεῖε Παῦλε δίδου,
Γερασίμῳ Χαῖρέ σοι ἀναβοῶντι.

Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης