Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιον Διονύσιον ο εν Ολύμπω Empty Παρακλητικός Κανών εις τον Όσιον Διονύσιον ο εν Ολύμπω

Δευ Νοε 04, 2019 9:18 am
Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Διονύσιον ο εν Ολύμπω

Ποίημα Γερασίμου Μονάχου Μικραγιαννανίτου.
Παρακλητικός Κανών εις τον Όσιον Διονύσιον ο εν Ολύμπω Dionis10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὠς τῶν θαυμάτων κεκτημένος τὴν χάριν, πάσης ἀπάλλαξον ἀνάγκης καὶ βλάβης, τους πίστει προσιόντας τῆ πρεσβεῖα σου, Πάτερ Διονύσιε, των Όσίων λαμπρότης, ἄφεσιν αἰτούμενος, καί παθῶν θεραπείαν, καὶ πειρασμῶν δεινῶν ἀπαλλαγήν, τοῖς σέ προστάτην, θερμόν ἐπιγράφουσι.

Δόξα. Το αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί ό κανών ού ή άκροστιχίς:
«Διονύσιε ἰσχύν μοι δίδου. Γερασίμου».

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Δοχεῖον τοῦ Πνεύματος ἐκλεκτόν, δέχου τάς δεήσεις. Διονύσιε ἰερέ, των πίστει καὶ πόθω προσιόντων, τη πρός Χριστόν ικεσία σου πάντοτε.

Ἰάσεις πηγάζων παντοδαπάς, ψυχῶν καὶ σωμάτων, θεραπεύεις πάθη δεινά' διό με κατ’ ἄμφω ἀσθενοῦντα, θαυματουργέ Διονύσιε ἴασαι.

Ὀδύνης ἀπάλλαξον ψυχικής, τούς τῆ σῆ πρεσβεία, καταφεύγοντας εὐλαβῶς, καὶ σώματος ἴασαι τήν νόσον, τῶν σε τιμώντων σοφέ Διονύσιε.

Θεοτοκίον.
Νοός μου τό σκότος τό χαλεπόν, διάλυσον Κόρη, τῶ φωτί σου τῶ νοερῶ, καὶ δίδου μετάνοιαν γνησίαν, τῶ ταπεινῶ σου ικέτη Πανάμωμε.


ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
‘Υπερήφανον ὄφιν, τόν καθ’ ἠμῶν πάντοτε, δόλους και παγίδας ύπούλως, μηχανευόμενον, σύντριψον Ἄγιε, καὶ πρός οδόν σωτηρίας, Πάτερ Διονύσιε, ἠμᾶς κατεύθυνον.

Σέ προστάτην καὶ ρύστην, καί ἀρωγόν ἔχοντες, πάσης συμφορᾶς καὶ ἀνάγκης, θᾶττον ρυσθείημεν, αῦτη ἠ Μάνδρα σου, καὶ οί θερμῶς σε τιμῶντες, Πάτερ Διονύσιε, ταῖς ἴκεσίαις σου.

Ἰατήρ παθημάτων, πολυειδῶν πέφηνας• ὄθεν τούς προστρέχοντας Πάτερ, τῆ ἀντιλήψει σου, ῤὔου ἐκάστοτε, νόσων καί πάσης ἀνάγκης, καὶ ποικίλων θλίψεων καί περιστάσεων.

Θεοτοκίον.
Ἐξ άχράντου γαστρός σου, σωματωθείς γέγονεν, ἄνθρωπος δι’ ἔλεος μέγα, ὀ ‘Υπερούσιος, σώζων Πανύμνητε, τούς αληθῆ Θεοτόκον, πίστει σε δοξάζοντας, καί μεγαλύνοντας.


Διάσωσον θαυματουργέ Διονύσιε θεοφόρε, πάσης βλάβης καί πειρασμῶν ταῖς πρεσβείαις σου, τούς ἀδιστάκτω καρδία σοι προσιόντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Προστάτης θερμός, καί μέγα καταφύγιον, ὐπάρχεις ἠμῶν, παμμάκαρ Διονύσιε  διό πιστῶς βοῶμεν σοι από πάσης ἀνάγκης ἄπάλλαττε, τήν εὐαγή καί σεπτήν σου Μονήν, καὶ πάντας τούς σπεύδοντας τῆ σκέπη σου.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰλασμόν ἠμῖν αἴτησαι, καὶ πλημμελημάτων τὴν ἀπολύτρωσιν, Διονύσιε μακάριε, οἴα κηδεμῶν ἠμῶν καὶ ἔφορος.

Συντριβέντα τοῖς πάθεσι, ἰασαί με Πάτερ ὠς συμπαθέστατος, καὶ τον νοῦν μου τάχος λύτρωσαι, ἐξ αἰχμαλωσίας τῆς τοῦ χείρονος.

Χαλεπῶν περιστάσεων, καὶ δυσχερείῶν σοφέ Διονύσιε, ἀνωτέρους διαφύλαττε, τούς τῆ σῆ πρεσβεία καταφεύγοντας.

Θεοτοκίον.
‘Υπερύμνητε Δέσποινα, την κεκακωμένην ψυχήν μου πάθεσι, θεραπείας καταξίωσον, οἴα τοῦ Χριστου Μήτηρ φιλάγαθος.


ᾨδὴ ε΄. Φώτισον ὑμᾶς.
Νέκρωσον σοφέ, τοῦ ἐχθροῦ πᾶσαν επήρειαν, καὶ ἀτάραχον και ἤρεμον ἠμῶν, Διονύσιε τον βΐον διατήρησον.

Μέγας ἀρωγός, τής Μονής σου πέλων Ὄσιε, ἐκ μεγάλων συμφορῶν ῤύου αυτήν, τή θερμή σου προστασία καταφεύγουσαν.

Ὀρμον γαληνόν, τὴν πρεσβείαν σου οί Πίερες, κεκτημένοι Διονύσιε σοφέ, χαλεπῶν τρικυμιών τοῦ βίου ῤύονται.

Θεοτοκίον.
Ἰδε συμπαθῶς, τῆς ψυχής μου τήν ἀσθένειαν, καὶ θεράπευσον τὸ ἄλγος μου Ἀγνή, καὶ τὸ σκότος τοῦ νοός μου έξαφάνισον.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Δυνάμει, τῶν πρεσβειῶν σου παμμάκαρ, πᾶσα νόσος καὶ ἀνάγκη καί λύμη, ῶ Διονύσιε οἴχεται τάχος, καί Πιερία κηρύττει την χάριν σου, καί χαριστήριον ὤδήν, εὐγνωμόνως προσάδει σοι Ἄγιε.

Ἰδού σοι, ἠ σή Μονή καταφεύγει, καὶ προσπίπτει καὶ βοᾶ ἐκ καρδίας• Μή διαλίπης ἀεί προστατεύειν, ὠς ποιμενάρχης ἠμῶν συμπαθέστατος, ταύτης τής Μάνδρας σου σοφέ, Διονύσιε Πάτερ δεόμεθα.

Δεινῶν με, ἐπιφορών ρῦσαι Πάτερ, τόν πρός σέ από ψυχῆς ἀφορῶντα, καὶ τούς πιστῶς τή ἀγία Μονή σου, ἀπανταχόθεν προστρέχοντες πάντοτε, ἀπάλλαττε παντός κακοῦ, Διονύσιε Πάτερ δεόμεθα.

Θεοτοκίον.
Ο πάντων, Δημιουργός καί Δεσπότης, σαρκωθείς ἐκ τῶν άγνῶν σου αἰμάτων, σέ προστασίαν ἀνέδειξεν κόσμου, καί πεπτωκότων ἀνόρθωσιν Δέσποινα, διό ἀνόρθωσον κἀμε, πεπτωκότα βυθῶ παραπτώσεων.


Διάσωσον θαυματουργέ Διονύσιε θεοφόρε, πάσης βλάβης καί πειρασμῶν ταῖς πρεσβείαις σου, τούς ἀδιστάκτω καρδία σοι προσιόντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἤχος β’. Τοῖς τῶν αἰμάτων σου.

Ὠς τῶν Όσίων τῶν πάλαι ὀμότροπος, καὶ κοινωνός τῆς εὐκλείας καὶ σύσκηνος, σύν αὐτοῖς καθικέτευε Ὄσιε, ἠμῖν διδόναι πταισμάτων συγχώρησιν, καὶ λύσιν παθῶν Διονύσιε.


Προκείμενον.
Τίμιος εναντίον Κυρίου ό θάνατος τοϋ Όσιου αύτοΰ.
Στίχ. Μακάριος άνήρ ό φοβούμενος τὸν Κύριον.

Εύαγγέλιον κατά Ματθαίον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰμή ὁ Πατήρ. Οὐδέ τόν Πατέρα τις ἐπιγινώσκει, εἰμή ὁ Υἱός καί ὧ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ ὑμᾶς καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶος εἰμί καί ταπεινός τῇ καρδίᾳ, εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστι.

Δόξα.
Ταῖς τοῦ σοῦ 'Οσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Αἴγλη θείου Πνεύματος, καταλαμπόμενος Πάτερ, λῦσον τῶν παθῶν ἠμῶν, τήν δεινήν σκοτόμαιναν Διονύσιε, καὶ πρός φῶς ἴθυνον, θείων ἐνταλμάτων, φωτοφόροις ἰκεσίαις σου, τούς καταφευγόντας, τῆ σῆ προστασία ἐκάστοτε, δυσχερειῶν καὶ θλίψεων, καὶ ἀσθενειῶν καὶ κακώσεων, ἠμας ἀπαλλάττων, καὶ πᾶσης τοῦ ἐχθροῦ ἐπιβουλής, τούς σέ προστάτην καί ἔφορον, ἐκ Θεοῦ πλουτήσαντας.

Σῶσον ὸ Θεός ταὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

‘Υπέρ πάντων δυσῶπει, Διονύσιε Πάτερ τῶν εὐφημούντών σε, καὶ πίστει προσκυνούντων, τά θεία λείψανά σου, καὶ βοῶντων ἐκάστοτε, Ό τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εί.

Γεωργήσας τοῖς πόνοις, ἀπαθείας τήν χάριν τήν πολύῦμνητον, παθῶν ἐξ ἀκαθάρτων, ἐκκάθαρον τοῖς ρείθροις, Διονύσιε Ὄσιε, τῶν σῶν σεπτῶν πρεσβειῶν, τοὺς σὲ ὐμνολογοῦντας.

Ἐν τῆ σῆ προστασία, ἠ αγία Μονή σου καυχάται Ὄσιε, καὶ πάσα Πιερία, θερμῶς σοι καταφεύγει, καὶ βοᾶ μετά πίστεως• Ό τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εί.

Θεοτοκίον.
Ρῶσιν δΐδου μοι Κόρη, καὶ παθῶν πολυτρόπων τὴν ἀπολύτρωσιν προς σὲ γάρ καταφεύγω, ὐμνῶν σε Θεοτόκε, καὶ βοῶ ἀγαλλόμενος, χαῖρε Παρθένε Ἀγνή, βροτῶν ή σωτηρία.

’Ωδή η . Τόν Βασιλέα,
Ἀρρωστημάτων, σβέσον τὴν ἄσπετον φλόγα, Διονύσιε τῶν πίστει ἐκζητούντων, τὴν σὴν θερμοτάτην, ἐν πᾶσι προστασίαν.

Σθένος παράσχου, τῆ ταλαιπῶρω ψυχή μου, Διονύσιε ὠς ἀν ὐπερνικήση, τάς ἐπερχομένας, ἐν βίω δυσχέρειας.

Ἰασιν δῖδου, καὶ τὴν κατ’ ἄμφω ὐγείαν, Διονύσιε τοῖς πίστει προσιοῦσι, τοῖς θαυματοβρύτοις, και θείοις σου λειψάνοις.

Θεοτοκίον.
Μήτερ Κυρίου, καὶ Ἀειπάρθενε Κόρη, πόρρω δίωξον ἐκ τὴς ἐμής καρδίας, τάς τοῦ βροτοκτόνου, ἐπίβουλάς καὶ δόλους.


’Ωδή θ'. Κυρίως Θεοτόκον.
Ολύμπου ὀ προστάτης, καὶ τὴς Πιερίας, ὀ φωτοφόρος ἀστήρ Διονύσιε, τὰς ἰκεσίας προσδέχου ἠμῶν ἐκάστοτε.

‘Υφέρποντα ὐπούλως, κατ’ ἐμοῦ τον ὄφιν, τῆ δεδομένη σοι χάριτι σύντριψον, ὠ Διονύσιε Πάτερ ἴνα γεραίρω σε.

‘Υψίστου ὠς θεράπων, πρέσβευε ἀπαύστως, ὐπέρ ἠμῶν ιερέ Διονύσιε, ἴνα ρυῶμεθα πόσης ἐναντιότητος.

Θεοτοκίον.
‘Υμνοῦμεν σου τὸ μέγα, μυστήριον Κόρη,  ὄτι Θεόν ἀπορρήτως γεγέννηκας, καὶ μετά τόκον Παρθένος ἄφθορος ἔμεινας.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαῖροις Θεσσαλίας θείος βλαστός, καὶ Όλύμπου κλέος, Διονύσιε θαυμαστέ• χαῖροις Ἐκκλησίας φωστήρ ὀ νέος μάκαρ, ὸ πάντας καταυγάζων, θαυμάτων λάμψεσι.

Ὀλος ἐκ νεότητος τῶ Χριστῶ, πίστει ἀνετέθης, ὠς ἐμάκρυνας τῶν φθαρτῶν, καιὶ τῆς ἐγκρατεΐας, ὐπήλθες τούς ἀγώνας, ἀτρέπτῶ διανοία, ὠ Διονύσιε.

Ἀγγελος καθάπερ επί τῆς γῆς, ἤνυσας θεόφρον, την ζωήν σου τήν θαυμαστήν, καὶ πολλῶν χαρίτων, θεόθεν ἠξιώθης, ἠμᾶς καταπυρσεύων, ὠ Διονύσιε.

Τov τῆς μετάνοιας καθηγητήν, καὶ τον ἐν ’Ολύμπω ποδηγέτην καὶ οἰκιστήν, τον θεῖον προστάτην καὶ λειτουργόν Κυρίου, Διονύσιον τόν μέγα πάντες ὐμνήσωμεν.

Γνόφον ύπεισῆλθες τὸν μυστικόν, ὠς ἀνήλθες Πάτερ, ἐν Όλύμπω πίστει θερμή, καὶ ὐπερκοσμίου, φωτός κατηξιώθης, ὠς τῶν αρρήτων μύστης, ὠ Διονύσιε.

Ὠς ήλιος λάμψας ἐν τῶ χορώ, τῶν ἀγίων πάντων Διονύσιε ἀσκητά, πρέσβευε ἀπαύστως υπέρ ἠμῶν τῶν πόθω, ἀεί ἀνευφημουντών καί δεόμενων σου.

Φρούρει τὴν Μονήν σου τὴν ἰεράν, από πάσης βλάβης, Διονύσιε θαυμαστέ, καὶ τῶν προσιόντων, αύτῆ μετ’ εὐλαβείας, τάς ικεσίας πλήρου, ὠς συμπαθέστατος.

Ιλεως γενοῦ μοι Πάτερ σοφέ, τῶ πολεμουμένω, σώματί τε καὶ τῆ ψυχή, δεινοῖς παντοίων νόσων καὶ πάσης ἀλγηδόνος, καὶ ρῦσαί με γεέννης ταῖς μεσιτείαις σου.

Ὀδήγησον Πάτερ εἰς ουρανόν, τούς νῦν προσκυνοῦντας, τήν ἀγίαν σου Δεξιάν, τήν θείαν σου Κάραν, σεπτήν τε Σιαγόνα, καὶ τούτων τά μεγάλα ἀνακηρύττοντας.

Ὀλυμπε υπέρτατε τῶν βουνῶν, χαῖρε καὶ εὐφραίνου, κεκτημένος σύ βοηθόν, ῤύστην καὶ προστάτην ἐν τοῖς πειρατηρίοις, τὸν θειον καὶ ὐπέρλαμπρον Διονύσιον.

Χαῖροις Πιερίας ὀ ἀρωγός, καὶ μεσίτης μέγας, Διονύσιε πρός Θεόν χαῖροις ὸ παρέχων, ἰάσεις τοῖς νοσούσι, καὶ θαύματα πηγάζων, ἠμῖν ἐκάστοτε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἤχος β’. Ότε ἐκ τοῦ ξύλου.

Πάντας τούς προσπίπτοντας πιστῶς, τῆ σῆ θαυμαστή προστασία, καὶ ἀντιλήψει σου, Πάτερ Διονύσιε ἀξιοθαύμαστε, πάσης θλίψεως λῦτρωσαι, καὶ πάσης ἀνάγκης, καὶ πάσης στενώσεως, καί νόσου Ἄγιε, αἰτεί δέ πταισμάτων τήν λΰσιν, καί τήν θεϊκήν εὐφροσύνην, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Πλήρου Διονύσιε τάς ἰκεσίας
Ἄς σοι Γεράσιμος θερμῶς ἀναφέρει.



Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης