Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Μαλαχίαν τον Λίνδιον Empty Παρακλητικός Κανών εις τον Άγιο Μαλαχίαν τον Λίνδιον

Δευ Οκτ 21, 2019 7:44 am
Παρακλητικός Κανών εις τον Άγιο Ένδοξον Νέον Οσιομάρτυρα Μαλαχίαν τον Λίνδιον τον εν Ιεροσολύμοις Μαρτυρήσαντα.

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου
Παρακλητικός Κανών εις τον Άγιο Μαλαχίαν τον Λίνδιον Agios_10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

'Ασκητικῶς ἀγωνισθεὶς ἐν τῷ κόσμῳ, μαρτυρικῶς πρὸς τὴν ζωὴν μετετέθης, καὶ ὤφθης Ἀναστάσεως παμφίλτατος υἱός. Ὅθεν τοὺς τιμῶντάς σε, ἐν ψυχῆς κατανύξει, ῥῦσαι ταῖς πρεσβείαις σου, πρὸς Χριστὸν τὸν Σωτῆρα, ἀπὸ παντοίων νόσων καὶ κακῶν, ὦ Μαλαχία, Λινδίων τὸ καύχημα.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· «Κυρίλλου».

Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.

Τῷ θρόνῳ Κυρίου ἐν οὐρανοῖς, Πάτερ Μαλαχία, παριστάμενος εὐκλεῶς, μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων, τῶν ἐκτελούντων ἀξίως τὴν μνήμην σου.

'Επίβλεψον ἄνωθεν εὐμενῶς, Πάτερ Μαλαχία, καὶ πρυτάνευσον συμπαθῶς, προνοίας ἁγίας σου τὴν χάριν, τοῖς εὐλαβῶς ἀνυμνοῦσι τὰ ἄθλα σου.

Ώς Ὁσιομάρτυς περιφανής, Πάτερ Μαλαχία, ἐδοξάσθης παρὰ Θεοῦ· διὸ τῶν παθῶν τῆς ἀδοξίας, τοὺς εὐλαβεῖς σου ἱκέτας διάσωσον.

Θεοτοκίον.
Καταύγασον θείαις μαρμαρυγαῖς, Ἄχραντε Παρθένε, χάριτός σου τῆς μητρικῆς, τὴν ἐν τῇ νυκτὶ τῆς ἁμαρτίας, ἐζοφωμένην ἀθλίαν καρδίαν μου.


Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Κραταιόν σε προστάτην, καὶ βοηθὸν ἄριστον, ἔχοντες σοφὲ Μαλαχία, καθικετεύομεν· Προσεπικάμφθητι, τοῖς ταπεινοῖς σου ἱκέταις, Πάτερ παρεχόμενος, αὐτοῖς τὴν χάριν σου.

Συνεχόμενοι Πάτερ, βιοτικαῖς θλίψεσι, πρὸς τὴν θαυμαστὴν ἀρωγήν σου, ἐν πίστει σπεύδομεν· εὐχαῖς σου πρόφθασον, Μάρτυς Χριστοῦ Μαλαχία, ἀντιλήπτωρ ἔνθεος, ἡμῖν φαινόμενος.

Μὴ ἐλλείπῃς πρεσβεύων, πρὸς τὸν Χριστὸν πάντοτε, ὑπὲρ τῶν πιστῶς προσιόντων, τῇ ἀντιλήψει σου, ὡς ἂν ἐκ θλίψεων, καί συμφορῶν λυτρωθῶμεν, Μαλαχία ἔνδοξε, Μάρτυς σεβάσμιε.

Θεοτοκίον.
'Υπερύμνητε Μῆτερ, ὑπὲρ ἡμῶν πρέσβευε, τῷ ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων σου, ὡς ἂν ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές σε, τὴν Θεομήτορα.


Διάσωσον Ὁσιομάρτυς πανεύφημε Μαλαχία, τῶν ἐν τῷ βίῳ κινδύνων καὶ θλίψεων, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.

'Επίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

'Οδεύσας καλῶς, τῶν μοναστῶν τὸν δίαυλον, Μαρτύρων αὐτὸν, τοῖς ἄθλοις ἐπεσφράγισας, Μαλαχία ἔνδοξε, καὶ ἐν χώρᾳ ζώντων κατέπαυσας, ὑπὲρ ἡμῶν πρεσβεύων ἐκτενῶς, Χριστῷ τῷ ἀξίως σε δοξάσαντι.


Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μαλαχία μακάριε, τοῖς ἀνευφημοῦσί σου τὸ μαρτύριον, τῇ πρεσβείᾳ σου πρὸς Κύριον, βοηθεῖν μὴ παύσῃ ὡς φιλεύσπλαγχνος.

Πολυτρόπων κακώσεων, Πάτερ παμμακάριστε καὶ στενώσεων, τοὺς ἱκέτας σου διάσωσον, τοὺς πιστῶς τιμῶντας τοὺς ἀγῶνάς σου.

'Ως δοξάσας τὸν Κύριον, Μαλαχία ἔνδοξε τῇ ἀθλήσει σου, εὐμενῆ τοῦτον ἀπέργασαι, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Θεοτοκίον.
Ρῦσαι Ἄχραντε Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος, τοὺς πιστῶς ἐξαιτουμένους σε, βοηθὸν ἐν βίῳ καὶ ὑπέρμαχον.


Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμῶν, χάριτί σου τὴν διάνοιαν, Μαλαχία ἵνα πάντοτε πιστῶς, ἐργαζώμεθα τὰ θεῖα δικαιώματα.

Βλῦσον δαψιλῶς, ἰαμάτων ῥεῖθρον ἄϋλον, ἰατρεύων τὰ νοσήματα ἡμῶν, Μαλαχία Νεομάρτυς τῶν τιμώντων σε.

Ἔσο κραταιός, ἀντιλήπτωρ ἡμῖν Ἅγιε, διασῴζων τῇ πρεσβείᾳ σου ἡμᾶς, ἀπὸ πάσης τοῦ δολίου ἐπιθέσεως.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν· τῶν ἀνθρώπων γὰρ τὸν μέγα ἰατρόν, ἐξ αἱμάτων σου ἁγίων ἀπεκύησας.


Ὠδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Προστάτην σε, κραταιὸν πλουτήσασα, ἡ πατρίς σου Μαλαχία ἡ Λίνδος, πάσης ἀνάγκης καὶ βλάβης λυτροῦται, τῷ θαυμαστῷ σου τεμένει προστρέχουσα, καὶ εὐφημοῦσά σε λαμπρῶς, ὡς Χριστοῦ Ἀθλοφόρον ἀήττητον.

Ἀνθέλκυσον, πρὸς ὁδὸν σωτήριον, ἐκ βαράθρων ἀμετρήτου κακίας, τοὺς ἀφορῶντας ἐξ ὅλης καρδίας, πρὸς τὴν θερμήν σου ὦ Πάτερ ἀντίληψιν· σὺ γὰρ ὡς νέος ἀθλητής, παῤῥησίας τὴν χάριν ἐπλούτησας.

Περίσῳζε, ὡς πολλὴν συμπάθειαν, κεκτημένος Μαλαχία θεόφρον, πειρατηρίων παντοίων τοῦ βίου, τοὺς τῇ σεπτῇ προσιόντας πρεσβείᾳ σου· σὺ γὰρ ἰσχύεις ἀληθῶς, ὡς Χριστοῦ Νεομάρτυς καὶ Ὅσιος.

Θεοτοκίον.
Λαμπρότατον, τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα. Ὅθεν τῆς δόξης σου φωτί, τὴν ψυχήν μου Ἁγνὴ καταλάμπρυνον.


Διάσωσον Ὁσιομάρτυς πανεύφημε Μαλαχία, τῶν ἐν τῷ βίῳ κινδύνων καὶ θλίψεων, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

'Υπὲρ Χριστοῦ ἐναθλήσας ὡς ἄσαρκος, μαρτυρικῆς κατηξίωσαι χάριτος· διὸ Μαλαχία πανεύφημε, ἀπὸ κινδύνων παντοίων διάσωσον, τοὺς πίστει τελοῦντας τὴν μνήμην σου.


Προκείμενον. Ἦχος δ΄.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον.(Κεφ. ι΄ 16)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Βίον τῆς ἀσκήσεως, μαρτυρικῶς ἐκτελέσας, καὶ ἐχθροῦ τὴν ἔπαρσιν, καταισχύνας Ἅγιε, τῇ ἀθλήσει σου, ἐκ Θεοῦ ἄνωθεν, τῆς ἀθανασίας, ὑπεδέξω τὸ διάδημα, καὶ κατηξίωσαι, τῆς τῶν ἐκλεκτῶν πανηγύρεως, φωτὶ καταυγαζομένος, τῆς ἀκαταλήπτου λαμπρότητος. Ὅθεν Μαλαχία, τῆς θείας προστασίας σου ἡμῖν, ὡς συμπαθὴς τὰ δωρήματα, πάντοτε πρυτάνευε.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὠς φωστὴρ φωτοφόρος, ἐξανέτειλας Πάτερ, τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἀσκήσεως ἀγῶσι, καὶ ἄθλοις μαρτυρίου· διὸ φώτισον Ἅγιε, τῆς χάριτός σου φωτί, τὸ σκότος τῆς ψυχῆς μου.

Εὐεργέτης γενοῦ μοι, καὶ ἀκοίμητος φύλαξ, καὶ ἀρωγὸς ἀληθής, φυλάττων τὴν ζωήν μου, καὶ σῴζων τὴν ψυχήν μου, Μαλαχία πολύαθλε, ἐν τῇ δυνάμει τῆς σῆς, πρεσβείας πρὸς τὸν Κτίστην.

Παρεστὼς στεφηφόρος, Μαλαχία τῷ θρόνῳ, τοῦ Βασιλέως Χριστοῦ, τῶν ὄντων ἐν ποικίλαις, βιοτικαῖς ἀνάγκαις, παμμακάριστε μέμνησο, τῶν δωρεῶν σου αὐτοῖς, τὰ ἀγαθὰ παρέχων.

Θεοτοκίον.
Λυπηρῶν ἀνηκέστων, τῶν ἐν βίῳ συντήρει, ἀπαρατρώτους Ἁγνή, καὶ πλήρωσον ἀῤῥήτου, χαρᾶς καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς σοι· Χαῖρε Παρθένε σεμνή, τοῦ κόσμου προστασία.


Ὠδὴ η΄. Τὸν Βασιλέα.
Τοῖς τρυχομένοις, ἐξ ὀδυνῶν πολυτρόπων, καὶ ἐν θλίψεσι πικρῶς ἐταζομένοις, Πάτερ Μαλαχία, τὴν λύτρωσιν παράσχου.

Ὀλεθροτόκων, ἐπηρειῶν ἡμᾶς ῥῦσαι, καὶ μαστίγων ἐπωδύνων τρικυμίας, ταῖς γαληνοδώροις, εὐχαῖς σου Μαλαχία.

Ἄνωθεν Πάτερ, τοὺς ὑμνολόγους σου ἴδε, τοὺς τὸν θεῖόν σου Ναὸν καταλαβόντας, αὐτοῖς τὰς αἰτήσεις, παρέχων Μαλαχία.

Θεοτοκίον.
Ὄρμον Παρθένε, ἐν πειρασμῶν τῷ πελάγει, τῆς πρεσβείας σου εὑράμενοι τὴν χάριν, μακαρίζομέν σε, ὡς μόνην Θεοτόκον.


Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνὼν ἐν τοῖς Ὑψίστοις, ταῖς ταξιαρχίαις, ὦ Μαλαχία τῶν ἄνω δυνάμεων, ὑπὲρ ἡμῶν ἐκδυσώπει, τὸν σὲ δοξάσαντα.

Τὸ βλάστημα τῆς Λίνδου, καὶ τῆς Ῥοδονήσου, ὦ Μαλαχία τὸ τίμιον καύχημα, μὴ ἐπιλάθῃ τῶν πίστει, μακαριζόντων σε.

'Υπὲρ τῶν ἱκετῶν σου, πάντοτε δυσώπει, ὦ Μαλαχία τὸν εὔσπλαγχνον Κύριον, αὐτοῖς διδόναι τὸ μέγα, καὶ θεῖον ἔλεος.

Θεοτοκίον.
'Υπέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τὸν Θεὸν ἀπειράνδρως κυήσασα, αὐτὸν δυσώπει σωθῆναι, ἡμᾶς τοὺς δούλους σου.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις Μαλαχία Πάτερ σοφέ, ὁ Ὁσιομάρτυς, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· δίδου οὖν ἀπαύστως, ἡμῖν τὰς δωρεάς σου, τοῖς πόθῳ ἐκτελοῦσι, τὴν θείαν μνήμην σου.

Χαίροις ὁ τῆς Λίνδου γόνος λαμπρός, καὶ τῆς Ῥοδονήσου, ἐγκαλλώπισμα ἱερόν· χαίροις Μαλαχία, Χριστοῦ Ὁσιομάρτυς, ὁ νέος μαργαρίτης, τῆς θείας πίστεως.

Βίον διανύσας ἀσκητικόν, ἐνήθλησας Πάτερ, Μαλαχία διὰ Χριστόν· ὅθεν εὐφροσύνης, τυχὼν τῆς οὐρανίου, μὴ παύσῃ μνημονεύων, τῶν εὐφημούντων σε.

Χαίροις τῶν Ὁσίων ὁ ζηλωτής, καὶ τῶν Ἀθλοφόρων, ὁ ἀήττητος μιμητής· χαίροις ὁ αἰσχύνας, τυράννων τὴν μανίαν, θεόφρον Μαλαχία, Λινδίων καύχημα.

Ἐν Σιὼν τῇ πόλει καρτερικῶς, πασσάλῳ ἀθλήσας, τῇ μιμήσει τοῦ Ἰησοῦ, ἐδείχθης πολίτης, Σιὼν τῶν πρωτοτόκων, τῶν πόνων Μαλαχία, λαβὼν τὰ ἔπαθλα.

Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, Πάτερ Μαλαχία, τῶν τιμώντων σε εὐλαβῶς, καὶ ἐν ταπεινώσει, θερμῶς σε ἐκζητούντων, ἐν βίῳ παραστάτην, καὶ θεῖον σύμμαχον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Βίον διανύσας θαυμαστόν, δι᾿ ἀσκητικῆς πολιτείας, οἷα θεράπων Χριστοῦ, τοῦτον ἐπεσφράγισας, τῷ μαρτυρίῳ σου, καὶ λαμπρῶς ἐξεδήμησας, Σιὼν πρὸς τὴν ἄνω, ἔνθα τὴν κατάπαυσιν, Πάτερ κτησάμενος, αἴτει ἐκτενῶς Μαλαχία, τοῖς ἐπὶ τῆς γῆς σε τιμῶσι, τῶν παραπτωμάτων τὴν συγχώρησιν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Μαλαχία Κύριλλον σκέπε τὸν Ῥόδου,
Εὐλαβῶς σοι πλέξαντα τὰς ἱκεσίας.





Πηγή
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης