Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιο Νείλο τον Ηγιασμένο Empty Παρακλητικός Κανών εις τον Όσιο Νείλο τον Ηγιασμένο

Τετ Οκτ 09, 2019 9:58 am
Παρακλητικός Κανών εις τον Όσιο Νείλο τον Ηγιασμένο Κτίτορος της Ιεράς Μονής Κοιμήσεως της Θεοτόκου Γηρομερίου

᾿Εποιήθη ἐν τῇ ῾Ιερᾷ Μονῇ Κοιμήσεως τῆς Θεοτόκου Γηρομερίου ἐν ἔτει 1999, μηνί Δεκεμβρίῳ, ὑπό τοῦ ᾿Αρχιμ. Μεθοδίου Ντελῆ.
Παρακλητικός Κανών εις τον Όσιο Νείλο τον Ηγιασμένο Neilos10
Εορτάζετε 2 Ιανουαρίου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά παρόντα τροπάρια.

῏Ηχος δ'. ῾Ο ὑψωθείς ἐν τῷ Σταυρῷ.

Τό τῶν πατέρων ἱερώτατον  κλέος  καί  μοναστῶν καθηγητήν καί προστάτην, τόν ἐν ὁσίοις μέγιστον καί θεῖον ἀσκητήν, Νεῖλον εὐφημήσωμεν καί βοήσωμεν πίστει, φύλαττε τούς πόθῳ σε ἐκ καρδίας τιμώντας,  καί ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἐπηρειῶν τε πασῶν τοῦ ἀλάστορος.

Δόξα Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτέ, Θεοτόκε τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ· σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ψαλμός Ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Πρόσδεξαι δέησιν σῶν δούλων θεῖε Νεῖλε.
 
῾Ωδή α'. ῏Ηχος πλ.δ'. ῾Υγράν διοδεύσας.

Πρός σέ καταφεύγω ο δυσμενής, καί τήν σήν αἰτοῦμαι προστασίαν καί τῶν δεινῶν κόπασον τόν τάραχον, ὦ Νεῖλε, καί τήν εἰρήνην παράσχου τοῖς δούλοις σου.

Ρεόντων τόν φόρτον καί γεηρῶν ἀπέφυγες, πάτερ, καί ἀπήλαυσας τῶν τερπνῶν τοῦ πνεύματος θείων χαρισμάτων, δι᾿ ὧν τούς δούλους σου φύλαττε πάντοτε.

Ο κτίτωρ καί φύλαξ τῆς σῆς Μονῆς καί καύχημα, Νεῖλε, σύ ὑπάρχεις ὡς ἀληθώς, διό σκέπε ταύτην ἐκ παντοίων πειρατηρίων δεινῶν τε καί θλίψεων.

Θεοτοκίον.
Σωμάτων τήν ῥώσιν καί τῶν ψυχῶν καί τῶν ἰαμάτων ἀφθονώτατον χορηγόν ἀπέτεκες, Κόρη Παναγία, ἡ προστασία ἡμῶν τῶν ὑμνούντων σε.


᾿Ωδή γ'. Οὐρανίας ἁψῖδος.
Δέξαι, Νεῖλε θεόφρον, σῶν ἱκετῶν δέησιν, καί τῶν διαβόλου παγίδων ἡμᾶς διάσωζε, καί φρούρει πάντοτε ἀπό παθῶν τε καί νόσων καί ποικίλων θλίψεων τούς προσιόντας σοι.

Ελευθέρωσον, πάτερ θαυματουργέ  ὅσιε,  πάντας τούς ἐν θέρμῃ καίπίστει προσκαλουμένους σε,  τοῦ πολεμήτορος δεινῆς μανίας καί ζάλης, καί αὐτούς ἐνίσχυσον τῇ θείᾳ χάριτι.

Ξενητείαν  καί πάσαν ἀσκητικήν ὥδευσας τρίβον, καί διῆλθες τοῦ κόσμου, Νεῖλε τρισόλβιε, ἐν κακουχίᾳ πολλῇ πλείστας Μονάς καί ἐσχάτως ἐν ᾿Ηπείρῳ ἔφθασας, ἧν διαφύλαττε.

Θεοτοκίον.
Αμαρτῖαι παντοῖαι καί λογισμοί πάντοθεν σώματα μολύνουσι Κόρη καί τήν διάνοιαν,  ἀχρείων δούλων σου, Παρθένε Μῆτερ Κυρίου, ἀλλά σύ προφθάσασα, τούτων ἀπάλλαξον.

Διάσωσον,  ἀπό  κινδύνων καί θλίψεων, πάτερ Νεῖλε, τούς ἐν πίστει καί πόθῳ σέ μεγαλύνοντας καί λύτρωσαι νόσων καί πάσης βλάβης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β'. Τά ἄνω ζητῶν.

Προστάτης θερμός καί σκέπη καί κραταίωμα,  ὑπάρχεις πιστῶν ἀπάντων καί βοήθεια, πρεσβεύεις γάρ ῞Οσιε ἀεννάως πρός τόν Κύριον, τοῦ δωρηθῆναι ἡμῖν ἱλασμόν καί τῶν παραπτωμάτων τήν διόρθωσιν.


᾿Ωδή δ'. Εἰσακήκοα Κύριε.
Ικετεύων μή παύσῃ τοῦ συγχωρηθῆναι ἡμῖν τά πταίσματα, καί δοθῆναι πᾶσιν ἄφεσιν τοῖς τό σόν ὑμνοῦσι μέγα ὄνομα.

Δυναστείας ἁπάσης τοῦ μισανθρώπου δολίου ὄφεως, καί παντοίας ἐπηρείας τε βλάβης καί δεινῶν μέ ἐλευθέρωσον.

Ενδυνάμωσον, ῞Οσιε Νεῖλε πάτερ, πάντας τούς δεομένους σου καί παράσχου τῇ πρεσβείᾳ σου, θεῖον φωτισμόν καί μέγα ἔλεος.

Θεοτοκίον.
Η οὐράνιος πύλη  καί τοῦ βασιλέως θρόνος ὁ πάγχρυσος, σύ ὑπάρχεις Παναμώμητε, ὅθεν τήν εἰρήνην ἡμῖν δώρησαι.
               

᾿Ωδή ε'. Φώτισον ἡμᾶς.
Στύλος ἀρραγής τῶν δογμάτων καί τῆς πίστεως ἀνεδείχθης, πάτερ Νεῖλε θαυμαστέ, διό ἐν ταύτη ἡμᾶς πάντοτε στερέωσον.

Ἴλαθι ἡμῖν, καθ᾿ ἑκάστην ἁμαρτάνουσι καί ἱκέτευε τόν μόνον ἀγαθόν, πλημελημάτων δωρηθῆναι τήν συγχώρησιν.

Νόσων  ἀλγεινῶν  καί παθῶν  καί περιστάσεων καί κινδύνων μέ ἀπάλλαξον ταχύ, καί τήν εἰρήνην παράσχου ταῖς ἱκεσίαις σου.

Θεοτοκίον.
Σῶσον μέ, ᾿Αγνή Θεοτόκε ᾿Αειπάρθενε, ἡ τεκοῦσα τόν Σωτήρα τοῦ παντός, ἔχεις γάρ ἄνωθεν τό θέλειν καί τό δύνασθαι.


᾿Ωδή ς'. Τήν δέησιν.
Ωράϊσμα ἀσκητῶν καί στήριγμα μοναζόντων, σύ ὑπάρχεις, παμμάκαρ, ὁ σός γάρ βίος ἐγένετο τύπος καί φωτεινότατον ὅντως ὑπόδειγμα τοῖς ἐκ ψυχῆς διακαῶς σωτηρίαν ποθούσι καί ἔλεος.

Νεότητος κατεφρόνησας, Νεῖλε, ἀπολαύσεων καί πλούτου καί δόξης καί τήν πτωχείαν ἡγάπησας, πάτερ,  καί  τόν σταυρόν σου ἐπ᾿ ὤμων ἀράμενος, διό βοήθει μοι, σοφέ, πορευθῆναι ὁδόν τήν ἐνάρετον.

Διάνοιξον,  τούς ὀφθαλμούς  τῆς  ψυχῆς μου, θεοφόρε πάτερ Νεῖλε, καί δός μοι πηγάς δακρύων, τοῦ κλαῦσαι πταισμάτων,  ὑπέρ ἐν βίῳ ὁ τάλας ὧν ἔπραξα, καί αἴτησαι τόν ἱλασμόν τῷ σῷ δούλῳ δωρήσασθαι πάντοτε.

Θεοτοκίον.
Οδήγησον, Θεοτόκε  Δέσποινα,  πρός ὁδόν με σωτηρίας  καί ῥῦσαι τῆς τοῦ ἐχθροῦ δεσποτείας τόν νοῦν μου, καί εἰς χαράν τήν πικρίαν μετάβαλε, ὑπάρχεις γάρ καταφυγή  καί  βοήθεια πάντων Θεόνυμφε.


Διάσωσον,  ἀπό  κινδύνων καί θλίψεων, πάτερ Νεῖλε, τούς ἐν πίστει καί πόθῳ σέ μεγαλύνοντας καί λύτρωσαι νόσων καί πάσης βλάβης.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
῏Ηχος β'. Προστασία τῶν Χριστιανῶν.

Προστασία  τῶν προσφευγόντων σοι,  ῞Οσιε,  καί στεῤῥά ὑπάρχεις σκέπη καί ἀντίληψις,  πρόσδεξαι οὔν τά πρός σωτηρίαν αἰτήματα ἡμῶν καί διαφύλαξον πάντας ἡμᾶς ἀπό ποικίλλων πειρασμῶν καί παθῶν τε καί θλίψεων·  πρόφθασον ἐν ἀνάγκαις, καί ῥῦσαι παντός κινδύνου, Νεῖλε ἡμῶν ἡ χαρμονή, καί βεβαία ἀντίληψις.


Καί εὐθύς τό Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.(δίς)
Στίχ. Μακάριος ἁνήρ ὁ φοβούμενος τόν Κύριον.

Εῦγγέλιον ᾿Εκ τοῦ Κατά Ματθαῖον ( Κεφ. ια' 27-30)

Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.


Δόξα
Ταῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις, ᾿Ελεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ᾿Ελεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Νεῖλε παμμακάριστε,  τῶν μοναστῶν ὡραιότης, καί ὁ τῆς ἀσκήσεως στύλος ἀδιάσειστος καί ἑδραίωμα· τῶν πιστῶν στήριγμα, ᾿Εκκλησίας δόξα, κακοφρόνων ἡ καθαίρεσις, σοφός διδάσκαλος καί δογμάτων πίστεως πρόμαχος· καί πάντων τῶν τιμώντων σε,  φύλαξ καί ἀσφάλεια γέγονας, ὅθεν σοί βοῶμεν, δυσώπει τόν Χριστόν ὑπέρ ἡμῶν τῶν εὐλαβῶς προσκυνούντων σου τό σεπτόν εἰκόνισμα.
                     
Σῶσον ὁ Θεός τόν λαόν σου...
   
᾿Ωδή ζ'. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.

Υπέρ ἄνθρωπον ὅντως, ὁ σός βίος,  θεόφρον Νεῖλε μακάριε,  κανών ὁμοῦ καί τύπος,  ὑπάρχει  τοῖς ποθοῦσι θεαρέστως πορεύεσθαι,  ὅθεν παράσχου κἀμοί σωτήριον πορείαν.

Λυτρωτήν ἐν κινδύνοις καί προστάτην σέ πάντες πάτερ, κεκτήμεθα, προφθάνεις γάρ καί σώζεις ἐκ πάσης ἐπηῤῥείας τούς εἰς σέ καταφεύγοντας καί ἐκβοῶντας θερμῶς· Θεός εὐλογητός εἶ.

Ὤ τῆς θείας προνοίας, δι᾿ ἧς ὤφθη σοι, Νεῖλε, φῶς τό οὐράνιον, ἀνήγειρας δέ οὔτω Μονήν σου τήν ἁγίαν, ἧν καί νῦν διαφύλαττε καί διατήρει ἀεί ἀλώβητον κινδύνων.

Θεοτοκίον.
Νικητάς ἡμᾶς πάντας, εἰς ἀγώνα τόν θεῖον τῆς τελειώσεως, ἀνάδειξον, Παρθένε καί θύραν τοῦ ἐλέους τοῦ Υἱοῦ σου ὑπάνοιξον, ἵνα βοῶμεν ἀεί· Εὐλογημένη Χαῖρε.


᾿Ωδή η'. Τόν Βασιλέα.
Θεολογίας τῆς ἀληθοῦς ὑποφήτης, ἀνεδείχθης ἀληθῶς,  Νεῖλε πάτερ, ὅθεν ἡμῖν δίδου λαλεῖν ὁσίους λόγους.

Εν τοῖς ἀγώσιν,  ὑπέρ τῆς δόξης Κυρίου,  βιοτήν τήν σήν  ἐμπόνως διῆλθες, χάρισαι οὔν μάκαρ, ἀγώνα μετανοίας.

Ἴλαθι, πάτερ, ἡμῖν τοῖς πάντοθεν νόσων καί ποικίλλων πειρασμῶν βαλλομένοις καί μανίας τούτων ἀπάλλαξον καί ζάλης.

Θεοτοκίον.
Επαγγελίας καρπός ὑπάρχεις, Παρθένε καί ἐκπλήρωσις προφητικῶν λογίων, ἄκουσον οὔν Κόρη, ἱκέσιον φωνήν μου.

             
᾿Ωδή θ'. Κυρίως Θεοτόκον.
Νεάζων κἄν ἐν γήρει, προθύμως ὑπακούσας καί ὡκοδόμησας Νεῖλε, σεμνεῖον τό σόν, ἐν ᾧ προσφεύγουσιν πάντες καί σέ γεραίρουσι.

Εἰκόνα σου τήν θείαν  πίστει  προσκυνοῦμεν  καί  τῷ σῷ μνήματι πάντες προσπίπτομεν καί τῆς σῆς θείας πρεσβείας, Νεῖλε δεόμεθα.

Ἴλεως φάνηθί μοι, Νεῖλε θεοφόρε καί τῆς δεήσεως ταύτης ἐπάκουσον καί γάρ μου σκέπη ὑπάρχεις καί καταφύγιον.

Λαμπρῶς  ἀνακηρύττω  καί ὁμολογῶ σου τήν κραταιάν προστασίαν καί τήν πολλήν ἧν πρός Θεόν παῤῥησίαν ἔχεις θεσπέσιε.

Θεοτοκίον.
Ελέους ἡ τεκοῦσα ἄβυσσον Παρθένε, μή διαλίπης πρεσβεύειν Χριστῷ ἑκτενῶς, ὑπέρ ἡμῶν τῶν ὑμνούντων τά μεγαλεία σου.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Βυζαντίου γόνος λαμπρός  καί Γηρομερίου,  τῆς Μονῆς σου θεῖος φρουρός, χαίροις μοναζόντων ὑπογραμμός καί τύπος,  Πατέρων μέγα κλέος, Νεῖλε τρισόλβιε.

Χαίροις ὀρθοδόξων προασπιστής καί τῶν κακοδόξων, Νεῖλε ὅσιε, ἑλεγκτής, χαίροις ᾿Εκκλησίας ὡράϊσμα καί δόξα, καί ἀσκητῶν ἀκρότης, πάτερ θεόσοφε.

Χαίρει Θεσπρωτία πνευματικῶς καί ῎Ηπειρος πᾶσα  κεκτημένη ὡς θησαυρόν,  χαίρει ἐξαιρέτως ἡ εὐαγής Μονή σου, κατέχουσα ἐν κόλποις, Νεῖλε, σόν σκήνωμα.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, θεοφόρον Νεῖλον, τόν δοξάσαντα τόν Χριστόν καί ἀναδειχθέντα δι᾿ ἀρετῆς ἐνθέου, ἡμῶν παραμυθία καί καταφύγιον.

Νεῖλε, τῶν ἁγίων ὁ μιμητής καί τῆς ἰσαγγέλου πολιτείας καθηγητής, πρέσβευε δοθῆναι τοῖς πόθῳ σέ τιμῶσι παρά Κυρίου χάρις καί μέγα ἔλεος.

Πᾶσαι τῶν ᾿Αγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ᾿Αποστόλων ἡ δωδεκάς, οἱ ῞Αγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Απολυτίκιον τοῦ ῾Οσίου.
῏Ηχος α'. Τῆς ἐρήμου πολίτης.

Θεσπρωτίας τό κλέος καί ὁσίων τό καύχημα, Κωνσταντινουπόλεως γόνον, ἀσκητῶν τό ἀγλάϊσμα, ὑμνήσωμεν τόν Νεῖλον οἱ πιστοί βοῶντες πρός αὐτόν εἰλικρινῶς, σκέπε, φρούρει ῞Οσιε καί ἡμᾶς τούς πόθῳ ἐκβοῶντας σοι· δόξα τῷ σέ δοξάσαντι Χριστῷ, δόξα τῷ σέ ἁγιάσαντι, δόξα τῷ δωρησαμένῳ σέ ἡμῖν πρέσβυν ἀκοίμητον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

῏Ηχος β'. ῞Οτε ἐκ τοῦ ξύλου.

Πάντων δεομένων βοηθός  καί τῶν ἐν ἀνάγκαις προστάτης καί ἀσθενῶν ἰατρός,  σύ ὑπάρχεις  ὅσιε, καί τῶν πενήτων τροφεύς,  τούς ἐν πίστει καί πόθῳ σέ καλούντας προφθάνεις καί παρέχεις ἄφθονον τήν μεσιτείαν σου·  ὅθεν καί ἡμᾶς τούς αἰτοῦντας, πάτερ Νεῖλε, φύλαξον πάντας ἀπό πειρασμῶν καί περιστάσεων.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης