Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Χαιρετισμοί εις την Όσια Ξένη Empty Χαιρετισμοί εις την Όσια Ξένη

Σαβ Οκτ 05, 2019 12:34 pm
Χαιρετισμοί εις την Όσια Ξένη


Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Χαιρετισμοί εις την Όσια Ξένη 11

Κοντάκιον. Τῇ Ὑπερμάχῳ.
Ταῖς ὑπερφώτοις καλλοναῖς λαμφθεῖσα, ἔνδοξε, κατεδουλώθης, τὴν ψυχὴν τῷ θείῳ ἔρωτι, καὶ πάντα κατεμάρανας πάθη τῆς σαρκός σου· ὅθεν γέγονας Τριάδος θεῖον τέμενος, καὶ παρίστασαι Αὐτῇ καθικετεύουσα τῶν βοώντων σοι·Χαίροις Μῆτερ Πανόλβιε.

Ἄγγελος καθωράθης ἐπὶ γῆς τοῖς ἀνθρώποις, ὡς ἄϋλος βιώσασα Ξένη (ἐκ γ΄)· ἰσάγγελον γὰρ πολιτείαν ἐπὶ γῆς σαφῶς ἐπεδείξω, πάνσεμνε, τοὺς πάντας καταπλήττουσα καὶ προτρέπουσα βοᾶν σοι ταῦτα

Χαῖρε, τῆς Ἐκκλησία διαυγεστάτη σελήνη
χαῖρε,  τῆς εὐσεβείας ἡ λαμπροτάτη σαγήνη.
Χαῖρε, τῆς Ῥώμης σεπτὸν ἐγκαλλώπισμα
χαῖρε,  τὸ τῶν Μυλάσσων εὐκλεὲς περιήχημα.
Χαῖρε, ἡ κορωνὶς Ἀσκητῶν καὶ Ὁσίων·
χαῖρε,  ἡ βασιλὶς τῶν ἀθλούντων γυναίων.
Χαῖρε, ἡ σεπτὴ μυροθήκη τοῦ Πνεύματος·
χαῖρε,  ἀρετῆς κανών ἀκριβέστατος.
Χαῖρε, τῆς ἡσυχίας τὸ ἄνθος τὸ εὔοσμον
χαῖρε,  τῆς ἀκτησίας ὁ πλοῦτος ὁ ἔντιμος.
Χαῖρε, ἡμῶν ἡ κραταιὰ προστασία
χαῖρε,  τῶν αὐτῶν πρὸς Θεὸν θερμὴ πρεσβεία.

Χαίροις Μῆτερ Πανόλβιε.

Βλέπων σου τὸ ὡραῖον τῆς ψυχῆς ὁ Δεσπότης, ἑαυτῷ προσαρμόσαι ἐπέγνω, καὶ νυμφίῳ δοθεῖσα γεηρῶ, ἀμίαντόν σου τὸ σῶμα ἐτήρησας, ἀκολουθήσασα καὶ θερμῶς βοῶσα Χριστῷ

Ἀλληλούϊα.

Γέλως σοι καθωράθη ἡ τερπνότης τοῦ κόσμου, ἡνίκα τὴν ψυχὴν ἐφωτίσθης καὶ στέγης ἀποστᾶσα πατρικῆς, τόπους πολλοὺς ἀγνώστους διήμειψας, ὡς χελιδὼν ἡδύλαλος, τὸ ἔαρ τῆς μετανοίας κηρύττουσα καὶ ἀκούουσα ταῦτα

Χαῖρε, τῆς μετανοίας ἡ λαμπρόφωνος σάλπιγξ·
χαῖρε,  τῆς σωτηρίας ἡμῶν ἡ θεία φόρμιγξ.
Χαῖρε, τῆς πίστεως τὸ ἀμάραντον ἄνθος·
χαῖρε,  τῆς Ἐκκλησίας τὸ ἡδύτατον εὖχος.
Χαῖρε, τῶν πλανωμένων ὁ ὑπέρλαμπρος κόσμος·
χαῖρε,  τῶν εὐσεβούντων ὁ ὑπέρλαμπρος κόσμος.
Χαῖρε, ἀρετῶν καθαρὸν ἐνδιαίτημα
χαῖρε,  τῶν Μοναστῶν καλλονὴ καὶ ἑδραίωμα.
Χαῖρε, ἡ πλουτοῦσα χαρισμάτων ἐνθέων·
χαῖρε,  ἡ ταπεινοῦσα τὴν ὀφρὺν τῶν ἀθέων.
Χαῖρε, ἡ ἀμβλύνασα τοῦ Βελίαρ τὰ κέντρα
χαῖρε,  ἡ πηγάζουσα ἡμῖν θεία ῥεῖθρα.

Χαίροις Μῆτερ Πανόλβιε.

Δέδοταί σου, Ὁσία, ἀμοιβὴ ὧνπερ ἔτλης, ψυχῶν πολλῶν σωτηρία. Παρθένων γὰρ χορὸν τῷ Θεῷ, ὡς σεπτὸν προσήξας καλλιέργημα, ῥητορεύουσα αὐταῖς τὰ θεῖα μελωδήματα καὶ βοῶσα σὺν αὐταῖς·

Ἀλληλούϊα.

Ἔλαμψας ἐν τῷ κόσμῳ ὥσπερ ἥλιος Ξένη, φωτίζουσα πιστῶν τὰς καρδίας· καὶ τῷ φωτὶ τῶν πράξεων φαιδρύνεις τῶν πιστῶν τὰ συστήματα, ἐγειροῦσα ἐξ ὕπνου ἀμελείας τε, βοῶντα ἐκ ψυχῆς ταῦτα·

Χαῖρε, τῆς ἡμῶν ἀβλεψίας ἡ λύχνος·
χαῖρε,  τῆς ἡμῶν εὐκληρίας τὸ τεῖχος.
Χαῖρε, ἡ κρηπὶς εὐσεβοῦς πολιτείας·
χαῖρε,  ἡ μύστις ὑψηλῆς θεωρίας.
Χαῖρε, τὸ εὖχος ἡμῶν τὸ φαιδρότατον·
χαῖρε,  τὸν κρίνον Μυλάσσων τὸ εὔχροον.
Χαῖρε, δι᾿ ἧς ᾐσχύνθησαν δαίμονες·
χαῖρε,  δι᾿ ἧς ἐστέφθησαν Μάρτυρες·
Χαῖρε, τὸ θεῖον τοῦ Πνεύματος ὄργανον·
χαῖρε,  τῶν πιστῶν ἀσφαλὲς καταφύγιον.
Χαῖρε, ἡμῶν ἡ σκέπη Πολιοῦχος·
χαῖρε,  ἡ παντοίων ἀρετῶν ταμιοῦχος.

Χαίροις Μῆτερ Πανόλβιε.

Ζήλῳ τοῦ σοῦ Νυμφίου, ἀποῤῥαγεῖσα πατρίδος, φερωνύμως Ξένη ἐκλήθης· καὶ πάσης προσπαθείας κοσμικῆς σεαυτὴν ἐκκαθάρασα, γέγονας ναὸς θείου Πνεύματος, βοῶσα ἐκ καρδίας·

Ἀλληλούϊα.

Ἶδον παῖδες Μυλάσσων, ἐν τῇ σῇ παρουσίᾳ, Ἄγγελον αὐτοῖς ἐκπεμφθέντα πρὸς Θεοῦ καὶ ἔκθαμβοι πρὸς σὲ ἐνητένιζον θεώμενοι, τὸν καινὸν καὶ ἄφραστον βίον σου, βοῶντες ἐκ ψυχῆς ταῦτα·

Χαῖρε, τῆς Ἐκκλησίας τρύγων ἡ φιλέρημος·
χαῖρε,  τῆς ἡμῶν εὐκληρίας ἡ πρόξενος.
Χαῖρε, ὁ μελίστακτος τῆς πίστεως βότρυς·
χαῖρε,  τῆς οὐρανίου Σοφίας ἡ μύστις.
Χαῖρε, ἡ τῷ Πνεύματι διασχοῦσα οὐρανόν·
χαῖρε,  ἡ τῷ στόματι μελῳδήσασα Χριστόν.
Χαῖρε, νοῦς ὁ πρακτικώτατος θεοπνεύστων λογίων·
χαῖρε,  ἡ ἀσκήσασα τὴν ζωὴν τῶν Ἀγγέλων.
Χαῖρε, ἡ τῶν ἀρετῶν κοσμηθεῖσα ἀγλαίας·
χαῖρε,  ἡ τῶν πονηρῶν καθελοῦσα πανουργίας.
Χαῖρε, ἡ τὸν χοῦν τῷ χοί ἐκλαθοῦσα·
χαῖρε,  ἡ τῷ νῷ τῷ Νοΐ κολληθεῖσα.

Χαίροις Μῆτερ Πανόλβιε.

Κύματα ἀμφιβόλων λογισμῶν τὴν ψυχήν σου ἐκταράττοντα ὤφθησαν, ὅτε κατανύξει ψυχικῇ γονυπετὴς προσευχομένη ἵστασο, ὁ Παῦλος ὡς Ἄγγελος ἐπέστη σοὶ διδάσκων σὲ βοᾶν

Ἀλληλούϊα.

Λύχνος τοῖς ἐν τῷ σκότει τῶν παθῶν ἀνεδείχθης, φωτίζουσα ἁγνείας τῷ φέγγει· καὶ φωτισμὸν παρέχουσα, διώκεις τῶν παθῶν τὰ σκιρτήματα τοῖς ἐπικαλουμένοις σε καὶ βοῶσί σε ἐκ ψυχῆς ταῦτα.

Χαῖρε, τῶν ἐν ἁμαρτίαις ὁδὸς ἡ σωτήριος·
χαῖρε,  τῶν ἐν μετανοίᾳ ὁ παρήγορος Ἄγγελος.
Χαῖρε, τῶν Ἀθλητῶν καὶ Ὁσίων ἐφάμιλλε·
χαῖρε,  τῶν ἁγίων Ἀγγέλων ὁμόσκηνε.
Χαῖρε, ἡ λεπτύνασα τὴν φρένα ἐγκρατείᾳ τῆς σαρκός·
χαῖρε,  ἡ νεκρώσασα τὰ πάθη θεωρία τοῦ νοός.
Χαῖρε, δι᾿ ἧς ἅπας κόσμος φωτίζεται
χαῖρε,  δι᾿ ἧς πᾶσα πλάνη σκεδάννυται.
Χαῖρε, ἡ καθηδύνουσα ἡμῶν τὰς καρδίας
χαῖρε,  ἡ ὑποδείξασα ἡμῖν τρίβους ἁγίας.
Χαῖρε, ἡ φωνήσασα τῷ ἄλσει γλυκασμὸν ἡσυχίας·
χαῖρε,  ἡ κηρύξασα τῷ κόσμῳ πλουτισμὸν εὐσεβείας

Χαίροις Μῆτερ Πανόλβιε.

Μέμην ὁ δολιόφρων κατά σου, ὁπηνίκα τῆς ψυχῆς σου τὸ εὔτονον εἶδε· καὶ μυρίοις τρόποις εὐθὺς ἐπειρᾶτο συλήσαι σε ὁ δόλιος, ἀλλ᾿ ἐστης ἀπερίτρεπτος αὐτὸν καταισχυνοῦσα καὶ βοῶσα.

Ἀλληλούϊα.

Νέαν ζωὴν μαθοῦσαι διά σοῦ, πανολβία, αἱ πισταί σου Παρθένοι, εὐθέως πάντα τῆς γῆς καταλείψασαι, δολιχὴν ὁδὸν σὺν σοὶ ἐπορεύθησαν, τῷ πόθῳ Κυρίου πτερούμεναι καὶ ἀκούουσαι ταῦτα

Χαῖρε, τριὰς εὐσεβῶν γεννητόρων·
χαῖρε,  πλειὰς ὑπερλάμπρων ἀστέρων.
Χαῖρε, τῶν Μυλάσσων κινυρὰ ἡ τρίχορδος
χαῖρε,  τῶν αὐτῶν τριὰς ὑπέρμαχος.
Χαῖρε, ἡ συστήσασα χορείαν εὐσεβῶν μοναζουσῶν
χαῖρε,  ἡ διδάξασα αὐτὰς τὴν οὐράνιον ὁδόν.
Χαῖρε, πάντες σοὶ βοῶμεν καὶ γεραίρομεν λαμπρῶς·
χαῖρε,  ὅτι καταπέμπεις πρεσβειῶν σου ἱλασμούς.
Χαῖρε, δι᾿ ἧς λυτρούμεθα ἐκ παντοίων κινδύνων
χαῖρε,  δι᾿ ἧς ὑψούμεθα ἄνω τῶν τοῦ κόσμου ἡδέων.
Χαῖρε, τὸ εὖχος ψυχικῆς σωτηρίας·
χαῖρε,  τὸ τεῖχος ἡθικῆς ῥαθυμίας.

Χαίροις Μῆτερ Πανόλβιε.

Ξένος πᾶσιν ἐδείχθη ὁ περίδοξος βίος τῆς σῆς ἐπὶ γῆς πολιτείας. Ξενιτευθεῖσα γὰρ διὰ Χριστόν, τοὺς ξενωθέντας ἡμᾶς τῷ Θεῷ προσῳκειώσας, ὁδὸν μετανοίας ὑποδείξασα τοὺς βοῶντας Αὐτῷ·

Ἀλληλούϊα.

Ὄλβος παρὰ Κυρίου πνευματικῆς κληρουχίας, ἡ πόλις σοι Μυλάσσων ἐδόθη, ἐγκατασπείρασα ἐν αὐτῇ τῆς εὐσεβείας σπόρον τὸν ἔνθεον καὶ ἀρδεύουσα ταῖς ῥοαῖς τῶν ἱδρώτων σου, βοῶσά σοι ταῦτα·

Χαῖρε, ἡ ῥήτωρ ἡμῶν καὶ διδάσκαλος·
χαῖρε,  ἡ σεπτὴ πολιοῦχος καὶ ἔφορος.
Χαῖρε, πορφυρόχρυσον τῶν Μυλάσσων ἀνάθημα·
χαῖρε,  χαριτώνυμον τῆς Καρίας ἐντρύφημα.
Χαῖρε, ἡ κρήνη Σιλωὰμ τοὶς νοσοῦσι·
χαῖρε,  πύλη τοῖς μετανοίας ποθοῦσι.
Χαῖρε, ὁ οἶκος τοῦ Κυρίου τῆς εἰρήνης·
χαῖρε,  τὸ τεῖχος Αὐτοῦ τῆς ἀγάπης.
Χαῖρε, Ὁσίων γυναικῶν ἀκροθίνιον·
χαῖρε,  ἀθανάτων φυτῶν τὸ γεώργιον.
Χαῖρε, ὅτι σὺν Ἀγγέλοις τὸν Θεὸν δοξολογεῖς·
χαῖρε,  ὅτι τοὺς τιμῶντάς σε ἐπὶ γῆς ἐπευλογεῖς.

Χαίροις Μῆτερ Πανόλβιε.

Παύλῳ τῷ θεοσοφῷ ἐντυποῦσα, παρθένε, τοῖς ῥήμασιν αὐτοῦ καθυπείχθης· καὶ ἔργῳ τὸ αὐτοῦ πληροῦσα πρόσταγμα, εὐθέως τὰ Μύλασσα κατέλαβες, σὺν ταῖς δυσὶ Παρθένοις, καλιὰν πηξάμεναι καὶ βοῶσαι·

Ἀλληλούϊα.

Ῥείθροις τῶν σῶν ἱδρώτων ἐναπέσβεσας, Μῆτερ, στυγερὰς τῶν δαιμόνων ἐννοίας· καὶ σεαυτῇ ἐξύφανας ἱερὰν διπλοίδα τῆς σῆς ἀσκήσεως, φαιδρῶς παρισταμένη τῷ Νυμφίῳ σου καὶ ἀκούουσα παρ’ ἡμῶν ταῦτα

Χαῖρε, τῶν σῶν φοιτητῶν τὸ παντέφορον ὄμμα·
χαῖρε,  τῶν σῶν ὑμνητῶν τὸ ἔνθεον στόμα.
Χαῖρε, τῆς εὐσταθείας ἡμῶν τὸ ἀκλόνητον τεῖχος·
χαῖρε,  τῆς εὐζωίας ἡμῶν ὁ ἀδάπανος πλοῦτος.
Χαῖρε, ἡ χορὸν παρθένων Κυρίῳ προσάξασα·
χαῖρε,  ἡ τῶν δαιμόνων τὰ κέντρα ἀμβλύνασα.
Χαῖρε, τῆς ἀσκήσεως ἐργάτις ἡ ἔνθεος·
χαῖρε,  τῆς ἐρήμου ἀηδὼν ἡ γλυκύθυμος.
Χαῖρε, ἡ ἁγνείαν ἡμᾶς διδάξασα·
χαῖρε, ἡ εἰρήνην ἡμῖν πρυτανεύουσα.

Χαίροις Μῆτερ Πανόλβιε.

Στέφανος ἐξ ἀστέρων τοῖς αὐτοῖς καθωράθη, ὡς πότε βασιλεῖ Κωνσταντίνῳ· τὴν σὴν ὁσίαν προδήλων ἔνδοξον καὶ μακαρίαν τελείωσιν καὶ δόξαν, ἣν ἐν οὐρανοῖς ἀπόλαυσιν ἔμελλες, βοῶσα

Ἀλληλούϊα.

Τέλος προκαταγγελῶν σῆς τελευτῆς ὁ Δεσπότης, ἐν νυκτί σοι ὀπτάνεται, Ξένη· καὶ πρὸς τὴν ἄπονόν σε ζωὴν ἐπαξίως παρασκεύασε, γέρα σοι σεπτὰ προτεινόμενος καὶ πείθων ἡμᾶς βοᾶν σοι αὖθις·

Χαῖρε, ἡ ἐκ βρέφους τῷ Θεῷ ἀνατεθείσα
χαῖρε,  ἡ τὰ κάλλη Αὐτοῦ ἐρασθεῖσα.
Χαῖρε, τοῦ Χριστοῦ ἡ ἀμνὰς ἡ ἄσπιλος
χαῖρε,  τοῦ Αὐτοῦ ἡ παρθένος ἡ πανάμωμος.
Χαῖρε, ἡ γονέων καὶ πατρίδος χωρισθεῖσα·
χαῖρε,  ἡ Νυμφίῳ οὐρανίῳ ἀρμοσθεῖσα.
Χαῖρε, ἡ τοῖς θείοις ἀεὶ ἐντρυφῶσα
χαῖρε,  ἡ τὰ κάτω ἀεὶ παρορῶσα.
Χαῖρε, ἡ τὰς παρατάξεις τῶν ἐχθρῶν κατατροποῦσα·
χαῖρε,  ἡ τὰς παραβάσεις φοιτητῶν σῶν διορθοῦσα.
Χαῖρε, ἡ εὐγένειαν καὶ σοφίαν πλουτοῦσα
χαῖρε,  ἡ εὐσέβειαν καὶ ἁγνείαν ἀσκοῦσα.

Χαίροις Μῆτερ Πανόλβιε.

Ὕμνησάν σε Ἀγγέλων καὶ ἀνθρώπων τὰ πλήθη, ἡνίκα πρὸς Θεὸν ἐξεδήμης· καὶ κοινὴν χορεία συστησάμενα, τὸν ἐξόδιον ὕμνον σοὶ ἔμελπον, προπέμποντα τὸ θεῖον καὶ ἱερώτατον σκῆνός σου καὶ βοῶντα·

Ἀλληλούϊα.

Φέγγει τῶν σῶν θαυμάτων πᾶς πιστὸς ἐκλυτροῦται, σκότους παθῶν ἁμαρτίας. Ἐθαυμαστώθη γὰρ ἀληθῶς ἐν σοὶ τοῦ Δεσπότου Χριστοῦ ἡ δύναμις, μεγάλως σὲ ἐνισχύσασα κατὰ παθῶν ἀήττητε, διὸ σοὶ βοῶμεν·

Χαῖρε, ἡμῶν ἡ ἄληκτος εὐφροσύνη·
χαῖρε,  τῶν Παρθένων ἡ στεῤῥὰ ἀμπεχόνη.
Χαῖρε, κρηπὶς πατρικῆς φιλοσοφίας·
χαῖρε,  βολὶς μυστικῆς θεολογίας.
Χαῖρε, ἡ τὸ κατ᾿ εἰκόνα Θεοῦ τηρήσασα ἀλώβητον
χαῖρε,  ἡ τὸ πνεῦμα τῆς σαρκὸς δείξασα ὑπέρτερον.
Χαῖρε, ὅτι καὶ θανοῦσα Ἀγγέλοις ἔσχες ὑμνητάς
χαῖρε,  ὅτι καὶ ταφεῖσα ἀνθρώπους ἔχεις μιμητάς.
Χαῖρε, ἡ εὐσέβεια τῷ ἔργῳ καὶ τῷ λόγῳ ὀνομασθεῖσα·
χαῖρε,  Ξένη καὶ τῇ κλήσει καὶ τῇ πράξει ὁραθεῖσα.
Χαῖρε, ἡ χαρὰ τῶν Μυλάσσων καὶ δόξα
χαῖρε,  τῶν αὐτῶν τὸ παμπόθητον χάρμα.

Χαίροις Μῆτερ Πανόλβιε.

Χαίροντες τῶν Ἀγγέλων καὶ Ὁσίων οἱ δῆμοι, ἐδέξαντο τὸ πνεῦμά σου, Μῆτερ, καὶ ὁ Χριστὸς σὲ ἔστεψε στεφάνῳ τῆς ἀσκήσεως καὶ δόξης τῆς Αὐτοῦ μέτοχον ἀπειργάσατο, ψάλλουσι σὺν Ἀγγέλοις Αὐτῷ·

Ἀλληλούϊα.

Ψάλλει τε καὶ γεραίρει ἡ σεπτὴ Ἐκκλησία, τὴν σὴν πανίερον μνήμην ἐνθέως· ὡς ἥλιος γὰρ ἡμεροφαὴς ἐν τῷ σεπτῷ αὐτῆς ἐκλάμπεις στερεώματι, δαδουχοῦσα τὴν ὑφήλιον, βοῶσάν σοι ταῦτα·

Χαῖρε, ἡ φαιδρὰ λαμπηδὼν τῆς πίστεως
χαῖρε,  ἡ τερπνὴ σαμβύκη τοῦ Πνεύματος.
Χαῖρε, τοῦ Χριστοῦ ἡ μυροφόρος μαθήτρια·
χαῖρε,  τοῦ Αὐτοῦ ἡ θεοφόρος ἀσκήτρια.
Χαῖρε, ἡ τῶν Μυροφόρων τὸν χορὸν ἐκμιμηθεῖσα·
χαῖρε,  ἡ ταῖς οὐρανίαις στρατιαῖς ἐξισωθεῖσα.
Χαῖρε, ἡ ἔνθεος τοῦ Κυρίου ἀπόστολος·
χαῖρε,  ἡ κλεινὴ καὶ πιστὴ Αὐτῷ ἀκόλουθος.
Χαῖρε, ἡ δι᾿ ἀστέρων Παύλῳ τῷ σοφῷ χρηματισθεῖσα·
χαῖρε,  δι᾿ Ἀγγέλου στέφανον περιτεθεῖσα.
Χαῖρε, ἡ ἐξυφάνασα σαύτω σωτήριον ἔνδυμα
χαῖρε,  ἡ κατατρυφῶσα ἀεὶ εἰς τὰ κάλλη τὰ ἄῤῥητα.

Χαίροις Μῆτερ Πανόλβιε.

Ὢ Πανόλβιε Μῆτερ, θεοδίνητε Ξένη ἁγίων Παρθένων ἀκρότης (ἐκ γ´)· δέχοιο παρὸν καὶ εὐτελὲς τοῦτο ἐφύμνιον καὶ βράβευσον εἰρήνην ταῖς πρεσβείαις σου τοῖς συμβοῶσιν

Ἀλληλούϊα.

Κοντάκιον. Τῇ Ὑπερμάχῳ.
Ταῖς ὑπερφώτοις καλλοναῖς λαμφθεῖσα, ἔνδοξε, κατεδουλώθης, τὴν ψυχὴν τῷ θείῳ ἔρωτι, καὶ πάντα κατεμάρανας πάθη τῆς σαρκός σου· ὅθεν γέγονας Τριάδος θεῖον τέμενος, καὶ παρίστασαι Αὐτῇ καθικετεύουσα τῶν βοώντων σοι·
Χαίροις Μῆτερ Πανόλβιε.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης