Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιο Ρωμανό τον Μελωδό Empty Παρακλητικός Κανών εις τον Όσιο Ρωμανό τον Μελωδό

Σαβ Οκτ 05, 2019 7:56 am
Παρακλητικός Κανών εις τον Όσιο Ρωμανό τον Μελωδό

Ποίημα Ἰσιδώρας Μοναχῆς Ἀγιεροθεϊτίσσης
Παρακλητικός Κανών εις τον Όσιο Ρωμανό τον Μελωδό Romano10
Εορτάζετε 1 Οκτωβρίου.

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ ἑξῆς τροπᾶρια

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῶν ὑμνολόγων τὴν τιμίαν κρηπῖδα, τῆς Ἐκκλησίας παναρμόνιον λύραν, σοφίας ἐνδιαίτημα, χαρίτων πηγὴν στέψωμεν ἐν μελῳδήμασι, Ῥωμανὸν μελογράφον· χαίροις ἀνακράζοντες ἱερώτατε πάτερ· τῶν Διακόνων κλέος θαυμαστόν, τοῦ Παρακλήτου, τὸ στόμα τὸ πάνσεπτον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ Κανόνος οὗ ἡ ἀκροστιχίς
Ῥωμανὸν τὸν μελογράφον μέλπω, Ἰσιδώρας.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Ῥητόρων τὸν ἔξαρχον οἱ πιστοί, ἐν ῥήμασι θείοις εὐφημήσωμεν Ῥωμανόν, τὴν χάριν αἰτούμενοι τὴν θείαν, τοῦ μελῳδῆσαι αὐτοῦ τὰ ἐξαίσια.

Ὡς λύρα θεόφθογγος ἀληθῶς, καινὰ μεγαλεῖα ἐμελώδησας Ῥωμανέ, Ἁγίων τε ὕμνησας χορείας· μεθ᾿ ὧν ἀπαύστως Θεὸν καθικέτευε.

Μελίῤῥυτος ὄντως ὡς ποταμός, ψυχὰς καταρδεύεις θεοτίμητε Ῥωμανέ, καὶ Πνεύματος χάριν δροσοβόλον, τοῖς σὲ τιμῶσι προσνέμεις ἑκάστοτε.

Θεοτοκίον.
Ἀγγέλων ἡ δόξα καὶ χαρμονή, καὶ ᾆσμα ὑπάρχεις, τὸ θεόπλοκον Μαριάμ, διὸ τὰς πλοκὰς ἐμῶν ᾀσμάτων, τῷ Βασιλεῖ καὶ Θεῷ νῦν προσάγαγε.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Νουνεχῶς ἐκαρτέρεις ὦ Ῥωμανὲ ἔνδοξε, οἴκῳ τῷ πανσέπτῳ Κυρίου Τούτῳ δεόμενος, καὶ τὴν Παρθένον Ἁγνήν, καθικετεύων ἀπαύστως, ἧς μορφὴν τὴν Ἄχραντον, ἄμετρα ἔστεργες.

Ὀξυγράφου τῷ ὄντι ὦ Ῥωμανὲ κάλαμος, γλῶσσά σου ὑπῆρξε ἡ θεία, καὶ ἐῤῥητόρευσε, νόμον καινὸν τῆς Θεοῦ, οἰκονομίας ἀῤῥήτου, καὶ πιστῶν κατηύφρανε, πᾶσαν διάνοιαν.

Νηπιάσαντα Λόγον τὸν τοῦ παντὸς αἴτιον, θεῖε Ῥωμανὲ ἐμελώδεις τελείοις ᾄσμασι, καὶ τὴν μητέρα Αὐτοῦ, καὶ ὑπεράμωμον Κόρην, ἐν ἀμέμπτοις ἤθεσι, κατεμεγάλυνες.

Θεοτοκίον.
Νόμον πάλαι προφήτης, σὲ Μαριὰμ ἔφησε, Λόγος τοῦ Πατρὸς ἀποῤῥήτως, ἐν ᾧ ἐγγέγραπται, ὃν ἐκδυσώπει ἀεί, τόμῳ ζωῆς καταγράψαι, τοὺς πιστῶς σὲ μέλποντας, μόνη Μητρόθεε


Ἀνάκρουε, ὡς ὁ Δαυῒδ τὴν κινύραν πάτερ πατέρων, καὶ ἀνάγαγε πρὸς Θεὸν ἡμᾶς μελῳδίαις σου, τοὺς σέβοντας μνήμην σου τὴν ἁγίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Ὡς μύστης Θεοῦ τοῦ Λόγου καὶ Διάκονος, σεπτὲ Ῥωμανέ, ἐδέξω θεῖον τάλαντον, μελῳδεῖν ἐν ᾄσμασι μυστηρίων θείων φανέρωσιν, καὶ μεγαλύνειν χείλεσι καινοῖς, μητέρα Θεοῦ τὴν ἀειπάρθενον.


ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Οὐρανὸς ὥσπερ ἔμψυχος, διηγεῖσαι δόξαν Θεοῦ τὴν ἄῤῥητον καὶ χειρῶν αὐτοῦ τὴν ποίησιν, Ῥωμανὲ ἐν ὕμνοις σου ἀνήγγειλας.

Νέκταρ θεῖον καὶ πάντερπνον, Ῥωμανὲ ἀφθόνως πιστοῖς μετέδωκας· ἐκ μελῶν τῶν πανιέρων σου, καὶ ψυχὰς ἡδύνεις τῶν ὑμνούντων σε.

Μυστολέκτης πανάριστος, τοῦ Θεοῦ τῶν ὅλων διατετέλεκας· Ῥωμανὲ καὶ ἐνδιέπρεψας, ἐν ἀγιωσύνῃ καὶ σεμνότητι.

Θεοτοκίον.
Ἐλευθέραν ἐποίησας τὴν βροτείαν φύσιν Θεοχαρίτωτε· παραβάσει τοῦ προπάτορος, εἰς δεσμὰ τοῦ ᾍδου περιπέσασαν.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λάμπεις Ῥωμανέ, ὡς ἀστὴρ θεολαμπέστατος, καὶ σκεδάζεις τὴν πικρίαν τῶν παθῶν, σοῖς ἡδυτάτοις καὶ καλλίστοις μελῳδήμασιν.

Ὄρει ἀναβάς, θεωρίας μάκαρ κρείττονος, τοῦ Θεοῦ ἑώρας ὄψιν Ῥωμανέ, ὡς ὁ θεόπτης Μωϋσῆς οὗ νόμον ἔμελψας.

Γάνυται ἐν σοί, Κωνσταντίνου πόλις ἄνασσα, ἣν ἠγλάϊσας σοῖς τρόποις Ῥωμανέ, καὶ ἡ Συρία ἧς ὑπάρχεις γόνος ἔκλαμπρος.

Θεοτοκίον.
Ῥήσεις προφητῶν, τῷ σῷ τόκῳ ἐπληρώθησαν, Θεονύμφευτε παρθένε Μαριάμ, σπορᾶς γὰρ δίχα τὸν Δεσπότην πάντων τέτοκας.


ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Ἀνέθαλες, ὥσπερ ἄνθος τίμιον, ἐξ Ἐμέσης Ῥωμανὲ ὑψηγόρε, καὶ Βηρυτόν, εὐωδίασας πάτερ, ἐν ᾖ τοῦ Λόγου ἐτέλεις Διάκονος· καὶ πόλιν ἔνδοξον κλεινέ, Κωνσταντίνου πλουσίως ηὐλόγησας.

Φερώνυμος, τῆς Θεοῦ δυνάμεως, ὡς ὑπάρχων Ῥωμανὲ θεοφόρε, τὰς τοῦ ἐχθροῦ, κατενίκησας πάγας, ταῖς ἀριστείαις ὁσίων ἀγώνων σου· δι’ ὧν ἐδόξασας τρανῶς· τοῦ Θεοῦ τὸ πανάγιον ὄνομα.

Ὀνείρατι, σοὶ παρέστη Ὅσιε, ἡ Ἁγνὴ καὶ παναμώμητος Κόρη, χάρτον κοντοῦ, ἐπιδοῦσα φαγεῖν σοι, δι᾿ οὗ ἐπλήσθης τοῦ θείου χαρίσματος· καὶ ὕμνησας ξενοπρεπῶς, τὴν λοχείαν Αὐτῆς τὴν ἀπόῤῥητον.

Θεοτοκίον.
Νηδύϊ σου, ὁ Θεὸς ἐκάθισε, ὥσπερ Θρόνῳ ὑψηλῷ Παναγία, καὶ Χερουβίμ, ἀσυγκρίτως τιμίαν, καὶ Σεραφὶμ ὑπερένδοξον ἔδειξεν, μεθ᾿ ὧν δυσώπει ἐκτενῶς· τοῦ σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.


Ἀνάκρουε, ὡς ὁ Δαυῒδ τὴν κινύραν πάτερ πατέρων, καὶ ἀνάγαγε πρὸς Θεὸν ἡμᾶς μελῳδίαις σου, τοὺς σέβοντας μνήμην σου τὴν ἁγίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.

Φωταυγείᾳ τῇ τρισσοφεγγεῖ ἐλλαμπόμενος, καὶ εὐκλείᾳ τῇ Δεσποτικῇ σεμνυνόμενος, ἑξαστράπτεις πλέον χρυσοῦ θεόφρον Ῥωμανέ, διὸ πλούτισον ἡμῶν, τὸν νοῦν καὶ τὴν καρδίαν ἱερῶς, τοῦ βοᾶν ἐκ βαθέων σοι· χάριτος· χαίροις σκεῦος καὶ λύρα καλλιφωνοῦσα, τὰ μεγαλεῖα Θεοῦ, καὶ τὸ κάλλος τὸ ἀμήχανον.


Προκείμενον
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ.: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοι σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Εὐαγγέλιον· ἐκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17-23).

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πολὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἄπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε: Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοῦ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Πλοῦτον ἐναπέθηκας, τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ, Ῥωμανὲ θεσπέσιε, τὰ σεπτά σου λόγια καὶ γλυκύφθογγα· δι᾿ αὐτῶν ὕμνησας, ὡς Δαυῒδ τὸ πάλαι, μεγαλεῖα ὑπερκόσμια Ναῷ ἱστάμενος, καὶ διηνεκῶς προσευχόμενος, Παρθένου ἐκ Θεόπαιδος, τάλαντον οὐράνιον ἔλαβες, ταύτης μελῳδῆσαι, τὸν τόκον τὸν ἀπόῤῥητον σοφέ, ὃν καὶ ἡμᾶς καταξίωσον, ὑμνεῖν κατ᾿ ἀλήθειαν.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μυριώνυμον πλῆθος τῶν Ἁγίων ἁπάντων κατεστεφάνωσας, τοῖς ἄνθεσιν ᾀσμάτων, καὶ θείων Κοντακίων, Ῥωμανὲ μελῳδέστατε· μεθ᾿ ὧν προσάγεις Θεῷ, ᾠδὰς εἰς τοὺς αἰῶνας.

Ἐπιλάμψεων θείων, τὰς ἐμφάσεις ἐδέξω ἐν τῇ καρδίᾳ σου, καὶ γέγονας ἀξίως, Τριάδος Ἀρχιφώτου, Ῥωμανὲ θεῖον ἔσοπτρον· ἐναπαστράπτον ἡμῖν, τὴν δόξαν τὴν ἀγήρω.

Λίθος θεῖος ὑπάρχεις, Ῥωμανὲ τοῦ χρυσίου πολυτιμότερος, κοσμήσας θαυμασίως, Σιὼν τὴν ἄνω Πόλιν, ταῖς ἀκτῖσι χαρίτων σου ἣν κατοικῆσαι ἡμᾶς, ἀξίωσον εὐχαῖς σου.

Θεοτοκίον.
Παραδείσου τὰς πύλας, παραβάσει ἡ Εὔα ἂς ἐναπέκλεισε, διήνοιξας Παρθένε, ἀκούσασα προθύμως, Ἀρχαγγέλου τοῖς ῥήμασιν καὶ ἐδωρήσω βροτοῖς, ζωὴν τὴν αἰωνίαν.


ᾨδὴ η´. Τὸν Βασιλέα.
Ὡς ἔαρ θεῖον, ὦ Ῥωμανὲ ἐπεφάνης, τῶν παθῶν τὸν χειμῶνα διώκων, καὶ πιστοῖς μηνύεις, τὴν θάλψιν εἰς αἰῶνας.

Ἱερουργήσας, Ἀρχιερεῖ αἰωνίῳ, Ῥωμανὲ ὡς Διάκονος Τούτου, ἄμεμπτον λατρείαν, προσνέμεις εἰς αἰῶνας.

Στολὴν ψυχῆς σου, ἐξωραΐσας ἐνθέως, ὑπὲρ ἥλιον πάτερ ἐκλάμπεις, Ῥωμανὲ καὶ πάντας, ἡμᾶς καταγλαΐζεις.

Θεοτοκίον.
Ἱερωτέρα, τῆς Κιβωτοῦ τῆς τοῦ νόμου, Παναγία παρθένε ὑπάρχεις, Νόμου γὰρ Δοτῆρα, ἐν σῇ γαστρὶ ἐδέξω.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δακτύλῳ Παρακλήτου, ἔγραψας θεόφρον, τὰς τῶν μελῶν σου ἁγίας, καὶ θείας ᾠδάς, ὦ Ῥωμανὲ καὶ εὐφραίνεις, πιστῶν συστήματα.

Ὡς τέττιξ χρυσοπτέρυξ, ᾄδεις ξενοτρόπως τῶν οὐρανίων τὰ κάλλη, σεπτὲ Ῥωμανέ, καὶ μελογράφων σεμνύνεις, χορὸν τὸν πάντιμον.

Ῥημάτων σου ἱστίῳ, ἔφθασας παμμάκαρ, ἐν τῷ ἀκλύστῳ λιμένι, τῆς Ὄντως ζωῆς, ὦ Ῥωμανὲ καὶ βραβεύεις, γαλήνην ἄσειστον.

Ἀνύστακτον τὸ ὄμμα, ἔχων τῆς ψυχῆς σου, τὸν Παντεπόπτην ἀπαύστως, ὁρᾷς Ῥωμανέ, ὃν ἐκδυσώπει φωτίσαι, ψυχῆς μου ὄμματα.

Θεοτοκίον.
Σειρὰς ἐμῶν πταισμάτων, λῦσον Θεοτόκε, ὡς σωματώσασα Λόγον, Χριστὸν τὸν Θεόν, τὸν τοῦ θανάτου τὸ κράτος θανάτῳ λύσαντα.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια ὧν ἡ ἀκροστιχίς· «Χαίροις λύρα θεόφθογγε».
Χαίροις τῶν ὁσίων ἡ καλλονή· χαίροις Διακόνων ἡ ἀτίμητος κορωνίς· χαίροις μελογράφων ὦ Ῥωμανὲ ἀκρότης, Χριστοῦ τῆς ἐκκλησίας, δόξα καὶ καύχημα

Ἄστρον ἑξανέτειλας φαεινόν, ἐκ Συρίας πάτερ θεοδώρητε Ῥωμανέ, ηὔγασας δὲ θείως, τὴν πόλιν Κωνσταντίνου· ἀκτῖσι πολυφώτοις, σεπτῶν ᾀσμάτων σου.

Ἱλαρῷ σου ὄμματι ἐκτενῶς, ὡς ὁρῶν τὰ κάλλη τὰ ἀθέατα Ῥωμανέ, ἔπιδε εὐσπλάγχνως, ψυχῆς μου τῇ πενίᾳ· καὶ ταύτην σαῖς πρεσβείαις, ἐνθέως κάλλυνον.

Ῥόδον ὡς ἡδύπνοον Ῥωμανέ, θείου Παραδείσου ἀποπνέεις τὴν χαρμονήν, καὶ πληροῖς ἀφάτου, χαρᾶς καὶ εὐφροσύνης· καρδίας τῶν τιμώντων, μνήμην σου πάνσεπτον.

Ὅλην σου τὴν ἔφεσιν πρὸς Θεόν, κεκτημένος πάτερ θεοδίδακτε Ῥωμανέ, χείλεσι καρδίας Αὐτὸν ἐδοξολόγεις· καὶ πρόσωπον ἑώρας, Αὐτοῦ ἐράσμιον.

Ἵστασο ἱκέτης ὡς ταπεινός, ἔμπροσθεν εἰκόνος τῆς Θεόπαιδος Μαριάμ, ταύτης δὲ τὸν τόκον ὦ Ῥωμανὲ ἀνυμνεῖς· ᾠδαῖς παναρμονίαις, ὡς λύρα πάγχρυσος

Στέφος τὰ ἀκήρατον καὶ λαμπρόν, ἐκ χειρὸς ἐδέξω ζωηφόρου ὦ Ῥωμανέ, καὶ ζωῆς ἀλήκτου, ἐξέπιες τὸ νᾶμα, ψυχὰς διὸ εὐφραίνεις, τῶν εὐφημούντων σε.

Λιγυρὰ καὶ εὔλαλος χελιδών, τοῦ Δεσπότου μέλπεις τὰ θαυμάσια Ῥωμανέ, καὶ πιστοῖς μηνύεις, τῆς χάριτος τὸ ἔαρ· καὶ πίστεως τὰ ἄνθη, τὰ πανευφρόσυνα.

Ὑψιπέτης ὄντως ὡς ἀετός, εἰς ὕψος ἀνήχθης θεωρίας τῆς ἀκραιφνοῦς, ἔνθα ἐνοπτρίζει, ὦ Ῥωμανὲ ἀπαύστως· Δεσπότου φιλανθρώπου, κάλλος ἀμήχανον.

Ῥείθροις τῶν ᾀσμάτων σου ἱεροῖς, ἤρδευσας πλουσίως τὰς καρδίας τῶν εὐσεβῶν, καὶ ποιεῖν παρέσχες, ὦ μελλορῆμον πάτερ, καρπὸν εἰς τὸν αἰῶνα, μένοντα ἄφθαρτον.

Ἄστρον ἑξανέτειλας φαεινόν, ἐκ Συρίας πάτερ θεαυγέστατε Ῥωμανέ, καὶ τῆς Ἐκκλησίας, τὸ πρόσωπον τὸ θεῖον, ἐφαίδρυνας ἀξίως, φωτὶ τῶν ὑμνῶν σου

Θύων τῷ Κυρίῳ σου καὶ Θεῷ, λογικὴν θυσίαν ὡς Διάκονος ἱερός, αἴνεσιν προσῆγες, καὶ ἄμεμπτον λατρείαν, ὦ Ῥωμανὲ ὡς Λόγου, θεῖον ἀνάθημα.

Ἔλαφος ὡς ἄλλη ἐπὶ πηγάς, τοῦ Εὐαγγελίου ἐπεπόθησας Ῥωμανέ, ἔνθα τῆς ψυχῆς σου, κατέσβεσας τὴν δίψαν, καὶ χάριτος τὸν πλήρη, χειμάῤῥουν ἔπιες.

Ὄλβιον πλουτοῦμεν ὡς θησαυρόν, πληθὺν Κοντακίων καὶ ᾠδῶν σου θεοτερπῶν, ἅπερ εὐαρέστως, ἐξύφανας τρισμάκαρ· ὦ Ῥωμανὲ καλάμῳ, θεοκινήτῳ σου.

Φίλος ὡς πιστότατος τοῦ Χριστοῦ, ἔμαθες Ἐκείνου τὰ οὐράνια μυστικά, ἅπερ ἐμελώδεις ὦ Ῥωμανὲ θεόπνους· ὡς νάβλα ἡ τιμία, καὶ ἐναρμόνιος.

Θέλημα τῶν δούλων αὐτοῦ ποιῶν, καὶ τῶν φοβουμένων τὰς αἰτήσεις πάσας πληρῶν, ἔδωκε Θεός σοι ,τὸ τάλαντον τὸ μέγα, ὦ Ῥωμανὲ δοξάζειν, Τούτου τὸ ὄνομα.

Ὄργανον κρουόμενον ταῖς χορδαῖς, ταῖς τοῦ Παρακλήτου ὦ θεόφθογγε Ῥωμανέ, ὡς ὑπάρχων τέρπεις, πιστῶν τὰς διανοίας, καὶ πάντας συνεγείρεις, πρὸς αἶνον ἄληκτον.

Γάνυται τῇ μνήμῃ σου Ῥωμανέ, Ἐμεσαίων δῆμος καὶ ἡ ἔνδοξος Βηρυτός, μέγα δὲ καυχᾶται, τῶν πόλεων ἡ Πόλις· ἐν ᾖ ἐφοίτας μάκαρ, πόθῳ τῷ κρείττονι.

Ἱερᾶς ὑμνηπόλων πέλεις ἀνδρῶν, σύσκηνος Ὁσίων καὶ Ἀγγέλων συλλειτουργός, πάντων τε Ἁγίων, συνέστιος τραπέζῃ, ὦ Ῥωμανὲ τῇ ἄνω, πατὴρ ἣν ἔθεσεν.

Ἔλλαμψιν παράσχου μοι θεουργόν, σκότος τὸ ζοφῶδες ἀπελαύνουσα τῶν παθῶν, φῶς τὸ τρελαμπές τε, καὶ ἄδυτον εὐχαῖς σου· ὦ Ῥωμανὲ ὡς λύχνος, ἀειλαμπέστατος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου...
Τὴν τοῦ Λόγου κιθάραν, καὶ κινύραν τοῦ Πνεύματος, οἶκον τὸν λαμπρὸν τῆς σοφίας, Διακόνων καλλώπισμα· ἐν μέλεσιν ἐνθέοις Ῥωμανόν, τιμήσωμεν πιστοὶ τὸν Μελῳδόν, καὶ αὐτὸν ἀπὸ βαθέων χρεωστικούς, ὑμνοῦντες ἀναμέλψωμεν· χαίροις τῶν μελογράφων ὁ κανών· χαίροις φωτὸς ὁ πρόβολος· χαίροις τῆς Θεοτόκου καὶ Ἁγνῆς, μύστης θειότατος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Χείλη θεοκίνητα πλουτῶν, ᾔνεσας Θεοῦ μεγαλεῖα, καὶ θαυμασίων πληθύν, θείοις Κοντακίοις σου, σεπτοίς τε ᾄσμασι, ὅθεν χαίροις κραυγάζομεν, Χριστοῦ ἡ κιθάρα· χαίροις ἱερώτατος Πνεύματος κάλαμος· σκεῦος ὑπερτίμων χαρίτων· χαίροις Ῥωμανὲ μελοῤῥῆμον, οὐρανοῦ τὴν δόξαν διηγούμενος.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης