Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Χαιρετισμοί εις τον Άγιο Νεομάρτυρα Γεώργιον ο εν Ιωαννίνοις αθλήσας Empty Χαιρετισμοί εις τον Άγιο Νεομάρτυρα Γεώργιον ο εν Ιωαννίνοις αθλήσας

Τετ Σεπ 18, 2019 8:24 am
Χαιρετισμοί εις τον Άγιο Νεομάρτυρα Γεώργιον ο εν Ιωαννίνοις αθλήσας

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Χαιρετισμοί εις τον Άγιο Νεομάρτυρα Γεώργιον ο εν Ιωαννίνοις αθλήσας Szoese10

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.  
Ὡς ἐναθλήσας ἀνδρικῶς ὑστέροις ἔτεσι, τῆς τῶν Μαρτύρων κατηξίωσαι λαμπρότητος, καὶ θαυμάτων ἐκομίσω πλουσίαν χάριν· ἀλλὰ πρέσβευε πρὸς Κύριον δεόμεθα, πάσης βλάβης ἐκλυτροῦσθαι καὶ κακώσεως, τοὺς βοῶντάς σοι· Χαίροις Μάρτυς Γεώργιε.

Ἄγγελος ἐπιστάς σοι ἐν εἱρκτῇ Νεομάρτυς, τὴν μέλλουσαν μηνύει σοι δόξαν (γ΄)· ᾧ μεταρσιωθεὶς τῷ νοΐ, ἀθλητικῶς τὸν ἀγῶνα ἐτέλεσας· διό σε μακαρίζοντες, ἀναβοῶμέν σοι τοιαῦτα·

Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ὑμνεῖται·
χαῖρε,  δι’ οὗ ὁ ἐχθρὸς σοβεῖται.
Χαῖρε, εὐσεβείας ὁπλίτης ἀήττητος·
χαῖρε,  ἀσεβείας θεόφρων ἀντίμαχος.
Χαῖρε, ἔμψυχον γεώργιον εὐανδρείας ψυχικῆς·
χαῖρε,  ἅγιον ὀσφράδιον χάριτος ἀθλητικῆς.
Χαῖρε, ὅτι τοῖς πάλαι Ἀθληταῖς ἠμιλλήθης·
χαῖρε,  ὅτι ταῖς θείαις δωρεαῖς ἐπλουτίσθης.
Χαῖρε, πιστῶν νεόδμητον στήριγμα·
χαῖρε, ἐχθρῶν ἀφρόνων ἐκνίκημα.
Χαῖρε, δι’ οὗ ἡ εὐσέβεια χαίρει·
χαῖρε, πρὸς ὅν πᾶς πιστὸς καταφεύγει.

Χαίροις Μάρτυς Γεώργιε.

Βήματι τῶν ἀνόμων, ἀπτοήτῳ καρδίᾳ, παρέστης ἐκβοῶν παῤῥησίᾳ· Χριστιανὸς εἰμὶ ὦ δεινοί, καὶ ὑπὲρ Χριστοῦ προθύμως τεθνήξομαι· Αὐτὸς γὰρ κόσμον σέσωκεν, ᾧ λατρεύω καὶ ἀνακράζω·

Ἀλληλούϊα.

Γνώμῃ ἐν θεολήπτῳ, ἀνεδέξω προθύμως, Γεώργιε τὸν θεῖον ἀγῶνα· ὑπεριδὼν γὰρ τὰ ἐπὶ γῆς, ἀθλητικῶς τῷ Χριστῷ ἠκολούθησας, παρ’ Οὗ λαμπρῶς δεδόξασαι, καὶ παρ’ ἡμῶν ἀκούεις ταῦτα·

Χαῖρε, ὁ πλήρης θείας ἀγάπης·
χαίρε,  ὁ πόῤῥω ὕλης ἁπάσης.
Χαῖρε, τῆς ἁπλότητος θεῖον ἐντρύφημα·
χαῖρε,  τῆς σεμνότητος ἔμπνουν θυμίαμα.
Χαῖρε, στόμα ἐνθεώτατον, τὸν κηρῦξαν τὸν Χριστόν·
χαῖρε,  βέλος τὸ ὀξύτατον, τὸν τιτρῶσκον τὸν ἐχθρόν.
Χαῖρε, ὅτι παρεῖδες τῶν ἐχθρῶν τὴν μανίαν·
χαῖρε,  ὅτι ἐπήρθης πρὸς ζωὴν αἰωνίαν.
Χαῖρε, κλεινῶν Μαρτύρων ὁμότροπε·
χαῖρε,  σεπτῶν Ἀγγέλων ὁμόσκηνε.
Χαῖρε, δεσμοὺς ὑλικοὺς διαῤῥήξας·
χαῖρε,  θεσμοὺς θεϊκοὺς ὁ τηρήσας.

Χαίροις Μάρτυς Γεώργιε.

Δύναμιν τὴν ἐξ ὕψους, ἐνδυσάμενος Μάρτυς, ἠνδρίσω κατὰ πάσης τῆς πλάνης· καὶ ἐνστάσει τῇ ἀθλητικῇ, τὴν τῶν ἐχθρῶν ἐθριάμβευσας δύναμιν, Γεώργιε μακάριε, τῷ δυναμοῦντί σε κραυγάζων·

Ἀλληλούϊα.

Ἔστης ἀκαταπλήκτως, ἐπαλλήλως θεόφρον, πρὸ τῶν φρυαττομένων τυράννων, καὶ ἐν πραότητι θαυμαστῇ, μαχητὴς κατὰ τῆς πλάνης στεῤῥότατος, ἀνεδείχθης Γεώργιε, τοὺς πάντας συγκινῶν βοᾶν σοι·

Χαῖρε, Χριστοῦ ὁ νέος ὁπλίτης·
χαῖρε,  ὁ ἔνθεος στεφανίτης.
Χαῖρε, τῆς πραότητος θεῖον ἐκτύπωμα·
χαῖρε,  Ἀθλοφόρων Ἁγίων ὁμοίωμα.
Χαῖρε, βότρυς ὀ γλυκύτατος τῆς Ἀμπέλου τῆς ζωῆς·
χαῖρε,  ἄνθος τὸ ἀμάραντον τῆς ἀθλητικῆς τιμῆς.
Χαῖρε, ὅτι τὸν ὄφρυν τὸν ἀρχαῖον καθεῖλες·
χαῖρε,  ὅτι τὸ κέρας τῆς ἁπάτης ἀνεῖλες.
Χαῖρε, σαρκὸς μηδόλως φεισάμενος·
χαῖρε,  Χριστῷ πιστῶς στρατευσάμενος.
Χαῖρε, πλησθεὶς φωτισμοῦ οὐρανίου·
χαῖρε,  ῥυσθεὶς συναφείας ἐνύλου.

Χαίροις Μάρτυς Γεώργιε.

Ζῆλος συσχών σε θεῖος, οὐδαμῶς ἐπτοήθης, τὰς συστροφὰς τῶν παρανομούντων, ἀλλ’ ὥσπερ ἀρνίον ἄκακον, τοῖς ἐχθροῖς δέδωκας σαὐτὸν Γεώργιε, ὑπὲρ Χριστοῦ γὰρ Ἅγιε, κέκρικας, θανεῖν πιστῶς ψάλλων·

Ἀλληλούϊα.

Ἤνεγκας μαστιγώσεις καὶ εἱρκτῆς τὰς κακώσεις, ὡς ἄλλου πάσχοντος Νεομάρτυς· τὸ γὰρ ἅϋλον καὶ θεῖον πῦρ, κατισχῦσαι τῶν δεινῶν σε ἀνέφλεγε· διόπερ τὴν ἀνδρείαν σου, ἀγάμενοι πιστῶς βοῶμεν·

Χαῖρε, ἀδάμας τῆς καρτερίας·
χαῖρε,  ἡ πτῶσις τῆς δυσσεβείας.
Χαῖρε, ἀλγηδόνων παντοίων ὑπέρτερε·
χαῖρε,  αὐγασμάτων ἀΰλων συμμέτοχε.
Χαῖρε, ὅτι στεῤῥῶς ἤνεγκας τὰς κακώσεις τῆς εἱρκτῆς·
χαῖρε,  ὅτι κατεφρόνησας προσηκόντων τῆς στοργῆς.
Χαῖρε, Νεομαρτύρων ἐγκαλλώπισμα θεῖον·
χαῖρε,  Ἰωαννίνων ἀγαλλίαμα ξένον.
Χαῖρε, ἐχθρῶν αἰσχύνας τὸ φρύαγμα·
χαῖρε,  πιστῶν εὐφράνας τὸ σύστημα.
Χαῖρε, δι’ οὗ ὁ σατὰν ἐτροπώθη·
χαῖρε,  δι’ οὗ πᾶς πιστὸς ἡδραιώθη.

Χαίροις Μάρτυς Γεώργιε.

Θείᾳ ῥοπῇ ἰσχύσας, σώματος ἀσθενείας, καθεῖλες τοῦ ἐχθροῦ τὴν μανίαν, καὶ ἐν ποδοκκάκῃ συνθλιβείς, τὴν ἀντίπαλον δύναμιν συνέθλιψας, Νεομάρτυς Γεώργιε, τῷ Ἀθλοθέτῃ πίστει κράζων·

Ἀλληλούϊα.

Ἰθύνας τῆς ψυχῆς σου, τὴν ῥοπὴν Ἀθλοφόρε, πρὸς μόνον τὸν Σωτῆρα τῶν ὅλων, περίδοξος ὤφθης Ἀθλητής, ἐν ἐσχάτοις καιροῖς ἄθλοις καὶ θαύμασι· διὸ ὑμνολογοῦντές σε, Γεώργιέ σοι ἐκβοῶμεν·

Χαῖρε, ὁ νέος ἐν Ἀθλοφόροις·
χαῖρε,  ὁ ἄτρεπτος ἐν ἀγῶσι.
Χαῖρε, στρατιῶτα Χριστοῦ ἐνθεώτατε·
χαῖρε,  καταπέλτα ἐχθροῦ κραταιώτατε.
Χαῖρε, κρήνη ἡ βλυστάνουσα ἰαμάτων ποταμούς·
χαῖρε,  πλοῦτος θείας χάριτος ὁ πλουτίζων τοὺς πιστούς.
Χαῖρε, ὅτι παρεῖδες τὸν θυμὸν τῶν τυράννων·
χαῖρε,  ὅτι ὑπὲστης τὰς πληγὰς τῶν βασάνων.
Χαῖρε, Χριστοῦ κηρύξας τὸ ὄνομα·
χαῖρε,  ἐχθρῶν νεκρώσας τὸ φρόνημα.
Χαῖρε, δι’ οὗ Ἠπειρῶται σκιρτῶσι·
χαῖρε,  πρὸς ὅν ἐν χαρᾷ ἐκβοῶσι.

Χαίροις Μάρτυς Γεώργιε.

Κύριον τῶν ἁπάντων καὶ Θεὸν καὶ Σωτῆρα, κηρύττων τὸν Χριστὸν Νεομάρτυς, βαρυτάτης πλακὸς τὴν φοράν, ἐν στέρνοις ὡς ἐλαφρότατον σκέπαστρον, ἐλογίσω Γεώργιε καὶ τῷ Χριστῷ ἔνθους ἐβόας·

Ἀλληλούϊα.

Λίθον τὸν ἐν στήθει, τὸν παμμέγιστον Μάρτυς, καὶ τὰς ἐν ὄνυξι πικρὰς ἀκίδας, ὡς τρυφὰς ἡγήσω ἀληθῶς, δυναμούμενος ἐν Ἁγίῳ Πνεύματι· διό σοι ὦ Γεώργιε, ἀναβοῶμεν ὁμοφώνως·

Χαῖρε, ὁ λίθος τῆς Ἐκκλησίας·
χαῖρε,  τὸ γέρας τῆς ἀληθείας.
Χαῖρε, Ὀρθοδόξων λαῶν νέων ἕδρασμα·
χαῖρε,  κακοδόξων παντέλειον σύντριμμα.
Χαῖρε, τύπος ἀκριβέστατος τῶν ἀρχαίων Ἀθλητῶν·
χαῖρε,  μύδρος φλογερώτατος κατ’ἐχθρῶν Ἀγαρηνῶν.
Χαῖρε, ὅτι ὑπέστης τῶν ἀκρίδων τὰς τρώσεις·
χαῖρε,  ὅτι ἐν δόξῃ πρὸς Χριστὸν ἀνυψώθης.
Χαῖρε, πλακὸς ἐνέγκας τὴν σύνθλιψιν·
χαῖρε,  ἐχθροῦ συνθλίψας τὴν δύναμιν.
Χαῖρε, Χριστοῦ ὁ δοξάσας τὸ πάθος·
χαῖρε,  παθῶν διαλύων τὸ ἄχθος.

Χαίροις Μάρτυς Γεώργιε.

Μέγας Ἰωαννίνων, ἀρωγὸς ἀνεδείχθης, καὶ πᾶσης τῆς Ἠπείρου λαμπρότης, Γεώργιε Μάρτυς τοῦ Χριστοῦ· διὸ τῇ προστασίᾳ σου γηθόμενοι, διὰ παντὸς ὑμνοῦμέν σε καὶ τῇ Τριάδι ἐκβοῶμεν·

Ἀλληλούϊα.

Νέον ἄστρον ἐφάνης, Νεομάρτυς Κυρίου, ἀθλήσας ἐν ὑστέροις τοῖς χρόνοις, καὶ τῶν θαυμάτων σου τῷ φωτί, τὴν Ἐκκλησίαν καταυγάζεις ἅπασαν, Γεώργιε πανεύφημε, ἐκβοῶσάν σοι εὐφροσύνως·

Χαῖρε, τὸ κλέος Ἰωαννίνων·
χαῖρε,  ἡ βρῦσις τῶν θαυμασίων.
Χαῖρε, ὁ πηγάζων ἰάματα ἄφθονα·
χαῖρε,  ὁ ἑλαύνων ἀκάθαρτα πνεύματα.
Χαῖρε, ὅτι πᾶσιν ἔδειξας θείου φίλτρου τὴν ἰσχύν·
χαῖρε,  ὅτι κατεπάτησας τοῦ τυράννου τὴν ὀφρύν.
Χαῖρε, δεδοξασμένε Ἀθλοφόρε Κυρίου·
χαῖρε,  θαυματοβρῦτα διὰ Πνεύματος θείου.
Χαῖρε, πολλῶν νοσούντων ἡ ἴασις·
χαῖρε,  πιστῶν χαρὰ καὶ ἐπίῤῥώσις.
Χαῖρε, παθῶν ὀλετὴρ ἀνιάτων·
χαῖρε,  λαμπρῶν κοινωνὲ δωρημάτων.

Χαίροις Μάρτυς Γεώργιε.

Ξένον θαῦμα ἑώρων, Γεώργιε Νεομάρτυς, ἐν σοὶ Ἰωαννιτῶν τὰ πλήθη, ὡς γὰρ ἔλαφος διψητική, κατὰ Δαβὶδ πρὸς τὸν θάνατον ἔσπευδες, δι’ οὗ ζωὴν ἀθάνατον ἐκληρονόμησας, κραυγάζων·

Ἀλληλούϊα.

Ὅλος λελαμπρυσμένος μαρτυρίου τῂ αἴγλῃ, ἀνῆλθες πρὸς Χριστὸν Νεομάρτυς, ὑποστὰς τὴν ἀγχόνην στεῤῥῶς καὶ θείῳ φωτὶ ὑψόθεν ἐλάμπετο, τὸ ἱερόν σου λείψανον καταυγάζον τοὺς ἐκβοῶντας·

Χαῖρε, Μαρτύρων ὁ συμπολίτης·
χαῖρε,  ὁ Ἅγιος ἀθλονίκης.
Χαῖρε, ἑωσφόρος ὁ νέος τῆς Πίστεως·
χαῖρε,  ὁ ἐκλάμψας ἐν πόνοις ἀθλήσεως.
Χαῖρε, κρίνον τὸ νεόδρεπτον Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε,  ἄρωμα οὐράνιον ἐκ λειμῶνος νοητοῦ.
Χαῖρε, ὅτι ὑπέστης τὴν ἀγχόνην ἀνδρείως·
χαῖρε, ὅτι μετέστης πρὸς Χριστὸν ἐπαξίως.
Χαῖρε, φωτὶ ἀΰλῳ λαμπόμενος·
χαῖρε,  χοροῖς Μαρτύρων τερπόμενος.
Χαῖρε, πιστοὺς εὐφροσύνης πληρώσας·
χαῖρε, μοναῖς οὐρανίαις σκηνώσας.

Χαίροις Μάρτυς Γεώργιε.

Πλήρης χαρᾶς ἁγίας, τὸ χριστώνυμον πλῆθος, σὺν τοῖς Ἀρχιερεῦσι τοῖς θεῖοις, τὸ σεπτόν σου σκῆνος Ἀθλητά, ἐν θείαις δοξολογίαις ἐκήδευσαν, ἐξ οὗ χάρις ἀένναος ἀναβλύζει τοῖς ἐκβοῶσιν·

Ἀλληλούϊα.

Ῥεῖθρα τῶν ἰαμάτων, ἡ σορὸς τῶν λειψάνων, τῶν σῶν πηγάζουσα Νεομάρτυς, ἀπὸ τοῦ τάφου πανευλαβῶς, ἀνεκομίσθη πιστοὺς ἁγιάζουσα· διὸ τὰ Ἰωάννινα ὁ σὸς λαός, πιστῶς βοᾷ σοι

Χαῖρε, ἡμῶν ὁ θεῖος προστάτης·
χαῖρε,  Κυρίου ὁ παραστάτης.
Χαῖρε, τῆς Ἠπείρου τὸ θεῖον ἀγλάϊσμα·
χαῖρε,  τῶν Μαρτύρων τὸ νέον ὡράϊσμα.
Χαῖρε, ῥεῖθρον διειδέστατον ἰαμάτων πολλαπλῶν·
χαῖρε,  τεῖχος ὀχυρώτατον κατ’ ἐχθρῶν τῶν νοητῶν.
Χαῖρε, ὅτι συσφίγγεις παραλύτων τὰ μέλη·
χαῖρε,  ὅτι συντρίβεις τῶν δαιμόνων τὰ βέλη.
Χαῖρε, κλεινῶν Μαρτύρων ἰσάμιλλος·
χαῖρε,  χορῶν Ἁγίων ἐφάμιλος.
Χαῖρε, καινὴ τῶν πιστῶν εὐφροσύνη·
χαῖρε,  ἡμῶν ἀληθὴς χαρμοσύνη.

Χαίροις Μάρτυς Γεώργιε.

Στέφανον ἀφθαρσίας, ἐκ Χριστοῦ δεδεγμένος, στέφος καὶ γέρας καὶ ἀντιλήπτωρ, καὶ πολιοῦχος καὶ ἀρωγός, Ἰωαννίνων τῇ πόλει δέδοσαι, ἥτις ἐν σοὶ Γεώργιε, ἀγαλλομένη Θεῷ ψάλλει·

Ἀλληλούϊα.

Τῶν θαυμάτων τὴν χάριν ἐκ Θεοῦ δεδεγμένος, παρέχεις δαψηλῶς Νεομάρτυς, τοῖς προσερχομένοις εὐλαβῶς, τοῖς ἱεροῖς σου λειψάνοις ἑκάστοτε, ψυχῆς ὁμοῦ καὶ σώματος, τὰς ἰάσεις ἀναβοῶσι·

Χαῖρε, ἀκέστωρ τῶν ἀσθενούντων·
χαῖρε,  συλλήπτωρ τῶν ἀθυμούντων.
Χαῖρε, παρειμένων ταχεία ἀνόρθωσις·
χαῖρε,  δαιμονοῦντων τελεία ὑγίωσις.
Χαῖρε, γέρας καὶ διάδημα εὐσεβῶν Χριστιανῶν·
χαῖρε,  καύχημα καὶ ἔρεισμα Ἰωαννιτῶν πιστῶν.
Χαῖρε, ὅτι παρέχεις τοῖς τυφλοῖς θεραπείαν·
χαῖρε,  ὅτι ἰᾶσαι χαλεπὴν ὀφθαλμίαν.
Χαῖρε, πιστῶν ἡδύτατον ἄκουσμα·
χαῖρε,  πολλῶν πασχόντων διάσωσμα.
Χαῖρε, Χριστοῦ τὴν λαμπρότητα βλέπων·
χαῖρε,  χαρὰν τοῖς ἐν λύπαις βραβεύων.

Χαίροις Μάρτυς Γεώργιε.

Ὕμνοις ἐπινικίοις καὶ ᾠδαῖς εὐχαρίστοις, ὑμνοῦμέν σου τὴν ἄθλησιν Μάρτυς καὶ τὴν σὴν αἰτοῦμεν ἀρωγήν, ἥν ἀπαύστως ἡμῖν δίδου Γεώργιε. Προστάτην γὰρ θερμότατον, κεκτήμεθά σε ἐκβοῶντες·

Ἀλληλούϊα.

Φέγγει τῷ ἀνεσπέρῳ, ἐλλαμπόμενος Μάρτυς, τὸ σκότος τῶν παθῶν ἐκδιώκεις. Πανταχοῦ γὰρ προφθάνεις ἀεί καὶ δίδως ἐνὶ ἑκάστῳ τὰ πρόσφορα, ὑμνούμενος παρὰ πάντων, ὁ παρ’ ἡμῶν ἀκούων ταῦτα·

Χαῖρε, ὁ πάντας θᾶττον προφάνων·
χαῖρε,  ὁ θείας δόσεις ἐκλάμπων.
Χαῖρε, Ἀθλοφόρε Χριστοῦ γενναιότατε·
χαῖρε,  εὐσεβείας ἀτίνακτε πρόβολε.
Χαῖρε, φοίνιξ ὁ γλυκύκαρπος, τρέφων τὰς ψυχὰς ἡμῶν·
χαῖρε,  ἔλεγχος καὶ σύντριμμα καὶ αἰσχύνη τῶν ἐχθρῶν.
Χαῖρε, ὅτι παρέχεις τοῖς πιστοῖς τὰς αἰτήσεις·
χαῖρε,  ὅτι ἰᾶσαι ἀνιάτους παθήσεις.
Χαῖρε, ἡμῶν μεσίτης πρὸς Κύριον·
χαῖρε,  παθῶν ταχὺ ἰατήριον.
Χαῖρε, πιστῶν θεοδώρητον κῦδος·
χαῖρε,  Χριστοῦ Ἐκκλησίας ὁ λύχνος.

Χαίροις Μάρτυς Γεώργιε.

Χαίρει Ἰωαννίνων, ἡ λαμπρὰ Μάρτυς πόλις, τῇ θείᾳ σου ἀεὶ προστασίᾳ καὶ τῆ σῇ προσφοιτῶσα σορῷ, λαμποφανῶς ἑορτάζει τὴν μνήμην σου, συγκαλουμένη ἅπασαν, τὴν Ἤπειρον Θεῷ κραυγάζειν·

Ἀλληλούϊα.

Ψάλλων ἐν τοῖς ὑψίστοις, σὺν χοροῖς τῶν Μαρτύρων, Κυρίῳ τὸν Τρισάγιον ὕμνον, Γεώργιε νέε Ἀθλητά, διὰ παντὸς ἱκέτευε δεόμεθα, πληροῦν ἡμῶν ἑκάστοτε, τὰς αἰτήσεις τῶν ἐκβοώντων·

Χαῖρε, τῆς πίστεως γεωργία·
χαῖρε,  τῆς χάριτος φυτουργία.
Χαῖρε, ἀγαθῶν αἰωνίων ὁ μέτοχος·
χαῖρε,  δωρεῶν θεοσδότων ὁ ἔμπλεως.
Χαῖρε, ὅρμος ἀκλυδώνιστος τῶν ἐν ζάλῃ τῶν παθῶν·
χαῖρε,  ἕδρασμα ἀκλόνητον κλονουμένων καρδιῶν.
Χαῖρε, τῆς Ἐκκλησίας νεοφώτιστον σέλας·
χαῖρε,  τῆς εὐσεβείας θεοδώρητον κέρας.
Χαῖρε, ἐμῆς καρδίας ἐντρύφημα·
χαῖρε,  πολλῶν πανεύφημον ὕμνημα.
Χαῖρε, δι’ οὗ τῶν παθῶν ἐκλυτροῦμαι·
χαῖρε,  δι’ οὗ τῷ Χριστῷ οἰκειοῦμαι.

Χαίροις Μάρτυς Γεώργιε.

Ὤ Γεώργιε Μάρτυς, Ἰωαννίνων δόξα, καὶ πάσης τῆς Ἠπείρου τὸ κλέος· (γ΄) τὰς παρούσας ἡμῶν φωνᾶς, ἐν εὐμενείᾳ προσδέχου δεόμεθα καὶ δίδου ἀεὶ τὴν χάριν σου, τοῖς τῇ Τριάδι ἐκβοῶσιν·


Ἀλληλούϊα.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης