Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Χαιρετισμοί εις τους Αγίους Κυπριανόν και Ιουστίνης Empty Χαιρετισμοί εις τους Αγίους Κυπριανόν και Ιουστίνης

Τετ Αυγ 28, 2019 10:13 am
Χαιρετισμοί εις τους Αγίους Κυπριανόν και Ιουστίνης

Χαιρετισμοί εις τους Αγίους Κυπριανόν και Ιουστίνης Kypria10


΄Ηχος πλ. δ’. Τὴ ὐπερμάχω.
Τον ἐκ τὴς πλάνης ώς ἀστέρα ἀναλάμψαντα, Κυπριανόν τὸν θεοφάντορα τιμήσωμεν, Σῦν αὐτῶ καί Ίουστίναν τὴν μακαρίαν • Ό μεν ὤφθη ‘Ιεράρχης ἐνθεώτατος, Ή δέ νύμφη τοῦ Σωτήρος ἐχρηματισε • Τοῦτοις λέγοντες • Άθληταί Χριστοῦ χαίρετε!

Άγγελος ὲν τῶ βίω, προσελθών τῶ Κυρίω, σοφέ Κυπριανέ ἀνεδείχθης ( έκ γ' ) • καὶ ἀριστεύσας ἀθλητικῶς, ἐπουρανίων επάθλων ἠξίωσαι • διό σου τήν λαμπρότητα, θαυμάζοντες ἀναβοῶμεν •

Χαῖρε δι’ οΰ ό Χριστός αὐγάζει,
Χαῖρε δι’ οΰ ό ἐχθρός στενάζει •
Χαῖρε των πεσόντων τὴ πλάνη ἀνόρθωσις,
Χαῖρε των δογμάτων τοΰ σκότους ἀπώθησις  
Χαῖρε ύψος έπιγνῶσεως τὴς κενῶσεως Χρίστου,
Χαῖρε βάθος πάσης χάριτος βίου Ευαγγελικού •
Χαῖρε ότι έπέγνιυς τοΰ ἐχθρού τὴν ἀπάτην,
Χαῖρε ότι διέγνως τού Θεοῦ τὴν αγάπην •
Χαῖρε άστήρ τής θείας χρηστότητος,
Χαῖρε λαμπτήρ τής άνω λαμπρότητος •
Χαῖρε δι’ οΰ ό Χριστός έδοξάσθη,
Χαῖρε δι’ οΰ ό ἐχθρός κατεπλάγη•

Χαίροις Κυπριανέ μακάριε!

Βλέμμα τὸ τὴς ψυχής σου, ἤνοιξας ώς ἀγχίνους, καὶ εἴδες και  ἐπέγνως θεόφρον, τὸ θαυμαστόν ὠς ἀληθῶς φῶς, τοῦ πρὸς γνῶσιν σε αληθῆ καλέσαντος, Χριστοῦ τοῦ Παντοκράτορος, Κυπριανέ ῶ ἄνεβοας •

‘Ἀλληλούϊα.

Γνώσει τής αλήθειας, αύγασθεΐσα θεόφρον, άπεΐπας των ματαίων την ύλην, καί παρθένος ώφθης εκλεκτή, Ίουστίνα τον Χριστόν άγαπήσασα • διό σε μακαρίζοντες, άναβοώμέν σοι τοιαϋτα •

Χαῖρε τό άνθος τής παρθενίας,
Χαῖρε τό κρίνον τής εύσεβείας •
Χαῖρε μυροθήκη ηθών καθαρότητος,
Χαῖρε συστοιχία άπάσης σεμνότητος •
Χαῖρε σκεύος πολυτίμητον έπιπνοίας θεϊκής,
Χαῖρε άρωμα ουράνιον ευωδίας μυστικής •
Χαῖρε ότι τοΰ κόσμου όλοτρόπως άπέστης,
Χαῖρε ότι τώ Λόγω νοητώς ένυμφεΰθης •
Χαῖρε Χρίστου αγάπης θησαΰρισμα,
Χαῖρε φωτός άΰλου έναΰλισμα  
Χαῖρε φθαρτών ύπερόπτις απάντων ,
Χαῖρε καλών κοινωνία άφθάρτων •

Χαίροις Ίουστίνα ένδοξέ!

Δύναμιν οὐρανόθεν, δεδεγμένη θεόφρον, ἀπώσω τοΰ ἐχθροῦ την μανίαν, καὶ την κατά σοῦ ορμήν αυτόῦ, ὠς παίδων διαλέλυκας ἀθύρματα , Ίουστίνα πανεΰφημε, τῶ σὲ δυναμοῦντι βοῶσα •

‘Ἀλληλούϊα.

‘΄Εκαυσας παρρησία, ὠς ὔλην ἀπωλείας, τἀς δέλτους τὴς κάκιστης μαγείας, καί ἐδέξω ἔνδον ἐν ψυχῆ , τοῦ Παρακλήτου Κυπριανέ την ἔλλαμψιν, δι’ ἤς ῶς φῶς ἐξέλαμψας, καταφωτίζων τους βοῶντας •

χαΐρε τής πλάνης ό καθαιρέτης,
χαΐρε τοΰ ψεύδους ὸ ἀναιρέτης •
χαΐρε ὸ γνωρίσας εχθροῦ την ἀσθένειαν,
χαΐρε ὸ πλουτήσας Χριστοῦ την εὐμένειαν•
χαΐρε ἔργον περιλάλητον ἀλλοιώσεως σεπτής,
χαΐρε πλοῦτος πολυποίκιλος γνῶσεως τὴς θεϊκής •
χαΐρε ότι ἐπλήσθης φωτισμοῦ ουρανίου,
χαΐρε ότι έπήρθης μετοχής επιγείου •
χαΐρε παθῶν νεκρώσας τὸ ὄρμημα,
χαΐρε ψυχής ζωώσας τὸ φρόνημα •
χαΐρε Χρίστου ἐρασθείς τῆς πτωχείας,
χαΐρε κενῆς μακρυνθείς εὐδοξίας •

Χαίροις Κυπριανέ μακάριε!

Ζήλον τὸν πρός τα χείρω, μεταθέμενος Πάτερ , πρός ἔφεσιν και πόθον τῶν θείων, Αποστόλων ὤφθης ζηλωτής, ὠς ἐν σοφία πολύς καὶ περίδοξος • σοφῶς γάρ ὐποτέταξαι, Κυπριανέ ῶ καὶ ἐβόας•

Ἀλληλούϊα.

’Ήρθης πρὸς θεῖον ὔψος, ἐν Χριστῶ συνδεθεῖσα, Κυπριανῶ τῶ παμμακαρίστω • καὶ πολιτείαν ἤσκεις σεμνήν, τῆ ‘Εκκλησία διακονοῦσα πάνσεμνε  διὸ ’Ιουστίνα σε, τιμῶντες ἐκβοῶμεν οΰτω •

Χαῖρε παρθένος ή μακαρία,
Χαῖρε τής χάριτος γεωργία •
Χαῖρε τον Χριστόν έκ καρδίας ποθήσασα,
Χαῖρε τού εχθρού την απάτην μισήσασα •
Χαῖρε βίου καθαρότητος ακηλίδωτος εικών,
Χαῖρε έμψυχον υπόδειγμα τών παρθένων τών σεμνών •
Χαῖρε δτι εκλύεις την ορμήν τού δολίου,
Χαῖρε δτι έκφαίνεις την ίσχύν τού Κυρίου •
Χαῖρε αμνός Χριστού καλλιπάρθενος ,
Χαῖρε καλή εν πασι και άμεμπτος •
Χαῖρε δι’ ής ή κακία τροποΰται,
Χαῖρε δι’ ής ό Βελιαρ νεκροΰται•

Χαίροις Ίουστίνα ἔνδοξε!

Θεολήπτω καρδία, καὶ ἀγάπη τελεία, Χριστῶ ἐφεπομένη Άγία, σὐν Κυπριανῶ τῶ ίερῶ, ἀθλητικόν διηνύσατε στάδιον • καὶ νῦν ταῖς ἄνω τάξεσι, συνόντες Χριστῶ έκβοᾶτε

Ἀλληλούϊα.

Ιεράρχης θεόφρον, καὶ πιστός οικονόμος, τῶν θείων μυστηρίων παμμάκαρ, ἐδείχθης νεΰσει θεαρχικῆ, Κυπριανέ καί τῶ Θεῶ ὠδήγησας , λόγοις ὀμοῦ καὶ πράξεσι, τους ἐκβοῶντάς σοι τοιαῦτα

Χαῖρε ποιμήν Χριστού των προβάτων,
Χαῖρε πηγή άΰλων ναμάτων •
Χαῖρε ό διδάξας Χριστού την χρηστότητα,
Χαῖρε ό έκλάμψας ζωής καθαρότητα •
Χαῖρε 'Ιεράρχης όσιος καί εν δόγμασι σοφός,
Χαῖρε θεηγόρος ένθεος και ποιμήν αληθινός •
Χαῖρε ότι ποιμαίνεις ίερΦς την σήν ποίμνην,
Χαῖρε ότι εκτρέπεις τής απάτης την λύμην •
Χαῖρε σπορεύ δογμάτων τής πίστεως,
Χαῖρε τομεύ σπερμάτων τού χείρονος •
Χαῖρε ψυχών καλλονής είσηγήτωρ,
Χαῖρε καλών προκοπής ύφηγήτωρ •

Χαίροις Κυπριανέ μακάριε!

Κήρυξ τῆς ἀληθείας καὶ φωστήρ ‘Εκκλησίας καὶ σάλπιγξ εὐσπλαγχνίας τὴς θείας τοῖς εἴδεσι πάσης ἀρετής κεκοσμημένος Κυπριανέ πέφηνας • την θύραθεν σοφίαν γὰρ, ὐπέταξας Θεῶ κραυγάζων •

Ἀλληλούϊα.

Λάμπουσα πολιτεία, Ίουστίνα ἀγία, προσήγαγες ῶς προῖκα Κυρίω, ἀθλήσασα ἀνδρεία ψυχής, τῶν σῶν αἰμάτων τὴν χύσιν πανεύφημε • έντεῦθέν σου τὴν ἄθλησιν, γεραίροντες ἀναβοῶμεν •

Χαῖρε λαμπάς τῆς θείας ἀγάπης,
Χαῖρε βολές κατά τῆς ἀπάτης •
Χαῖρε μαρτυρίου τους πόνους ἐνέγκασα,
Χαῖρε των τυράννων τὸ θράσος ἐλέγξασα
Χαῖρε ἀσθενεία φΰσεως καθελοῦσα τὸν ἐχθρόν,
Χαῖρε εὐσεβείας σκάμμασι μεγαλύνασα Χριστόν •
Χαῖρε ότι βασάνων τᾶς ὀδύνας ὐπέστης,
Χαῖρε ότι ἐν δόξη πρὸς τὰ ἄνω μετέστης•
Χαῖρε Χριστοῦ ὀρώσα τὴν ἔλλαμψιν,
Χαῖρε ψυχῶν ζωοῦσα τὴν νέκρωσιν•
Χαῖρε ζωής αθανάτου πυξίον,
Χαῖρε χαράς άίδίου δοχεῖον•

Χαίροις Ίουστίνα ένδοξε!

Μαρτυρίου τὸν δρόμον, Ίουστίνα θεόφρον, τελέσασα ψυχή ἀνενδότο, σῦν τῶ ἀγίω Κυπριανῶ, ὐπερκοσμίου εὐκλείας ἐτύχετε, δαιμόνων τὴν επήρειαν, ἐκτρέποντες ἐκ τῶν βοῶντων•

Ἀλληλούϊα.

Νεκρωθείς τοῖς ἐν κόσμω, Ίεράρχα θεόφρον, μιμούμενος Χριστόν τὸν Σωτήρα , τούτου τό πάθος Κυπριανέ, ἔζήλωσας ἀθλήσας ὤσπερ ἄσαρκος, δαιμόνων ἄπαν τέχνασμα, ἀποτρέπων ἐκ τῶν βοῶντων •

Χαῖρε ό κήρυξ τής εύσεβείας,
Χαῖρε ή πτώσις τής ανομίας •
Χαῖρε Ίεράρχα καΧ Μάρτυς αήττητε,
Χαῖρε μυστηπόλε των άνω περίδοξε •
Χαῖρε ξίφος τό άμφίστομον μαγικών ενεργειών,
Χαῖρε μάστιγξ όλετήριος χαλεπών μαγγανειών •
Χαῖρε ότι ελέγχεις τῶν είδῶλων τον δόλον,
Χαῖρε ότι ιθύνεις πρὸς οὐράνιον δρόμον •
Χαῖρε Χριστοῦ κηρύττων τὴν κένωσιν,
Χαῖρε ἐχθροῦ ἀπείργων την δύναμιν •
Χαῖρε ροαῖς φοινιχθείς τῶν αιμάτων.
Χαῖρε αυγήν ἀπαστράπτων θαυμάτων •

Χαίροις Κυπριανέ μακάριε !

Ξενοτρόπως ἐποίφθης, καὶ ἐδήλωσας Πάτερ, τὴν σὴν ῶς ἀληθῶς
ευδοκίαν ὄθεν ἀγαλλομένη ψυχή , τὸν σὸν ἄγιον οίκον οικοδόμησαν, Κυπριανέ μακάριε, έν ὤ βοῶμεν τῆ Τριάδι •

Ἀλληλούϊα.

Ὄλω νοἴ Κυρίω τῶν ψυχῶν τῶ νυμφίω, προσέχουσα σεμνή ‘Ιουστίνα, βίον διήνυες ιερόν , καὶ μαρτυρίου ὐπήλθες τὸ στάδιον διὀ τὴν καρτερίαν σου. ἀγάμενοι πιστῶς βοῶμεν •

Χαῖρε Κυρίω ή νυμφευθεΐσα,
Χαῖρε τοϋ κόσμου ή χωρισθεΐσα •
Χαῖρε παρθενίας τό θειον όσφράδιον,
Χαῖρε σοιφροσϋνης τό έμπνουν άλάβαστρον •
Χαῖρε θείας έπιλάμψεως όργανον τό μυστικόν,
Χαῖρε χάριτος τοΰ Πνεύματος σκήνωμα τό ιερόν •
Χαῖρε ότι έπήρθης τή αγάπη τοϋ Κτίστου,
Χαῖρε ότι έλϋθης τοϋ ροώδους σαρκίου •
Χαῖρε σεμνών παρθένων αγλάισμα ,
Χαῖρε στερρών Μαρτύρων ώράϊσμα •
Χαῖρε πιστών ή πτεροϋσα τον πόθον,
Χαῖρε Χριστοϋ γεωργοϋσα τον λόγον •

Χαίροις Ίουστίνα ένδοξε!

Πλήρης οΰσα Αγία, τῆς ἀγάπης τὴς θείας, μακρΰνασα τον νοῦν τῶν γηἴνων , ούκ ἠσθάνου πόνων αλγεινῶν, προσαγομένων τῶ θείω σου σῶματι, άλλ’ ἀνέπαφος μένουσα Ίουστίνα ἐβόας •

Ἀλληλούϊα.

Ρείθροις τῶν σῶν αιμάτων, τὴν στολήν σου φοινίξας, σοφέ Ίερομάρτυς Κυρίου, ἀνήλθες πρὸς τὴν άνω σκηνήν, Κυπριανέ τὰ υπέρ νοΰν θεώμενος, καὶ Χριστόν ἰλεοΰμενος, τοῖς πίστει σοι ἀεί βοῶσι

Χαῖρε τό κλέος τῶν Επισκόπων,
Χαῖρε ή δόξα τῶν Αθλοφόρων •
Χαῖρε ἰερέων ώραΐος διάκοσμος,
Χαῖρε εὐσεβούντων ό θείος διδάσκαλος
Χαῖρε ζηλωτής θερμότατος ‘Αποστόλων τοῦ Χριστοῦ,
Χαῖρε Αθλητής στερρότατος τοΰ τῶν ὄλων Ποιητοῦ •
Χαῖρε ότι την κάραν ἀπετμήθης προθΰμως ,
Χαῖρε ότι θεόθεν ἐδοξάσθης ἀξίως •
Χαῖρε Χρίστου πιών τὸ ποτήριον,
Χαῖρε ἠμῶν τὸ θειον προσφΰγιον •
Χαῖρε οἴκου τοῦ σεπτού σου προστάτης,
Χαῖρε δεινῶν μαγειῶν καταλΰτης •

Χαίροις Κυπριανέ μακάριε!

Σῶμα σου Ίεράρχα, μετά τέλος τὸ θειον, ὀμοΰ καὶ τὴς σεμνής Ίουστίνης, χαριτωθέντα παρά Θεοΰ, τή παλαιᾶ Ρώμη πιστῶς μετήνεγκαν, ἰάματα βλυστάνοντα, τοῖς προσιοῦσι καὶ βοῶσιν •

Ἀλληλούϊα.

Τοΰ νυμφώνος τοΰ θείου, ένδον χοροβατοΰσα, ως νύμφη τοΰ Χριστοΰ Ίουστίνα, τοΰτον σου τδν άγιον οίκον, συν τώ κλεινφ Κυπριανώ φυλάττετε , έκ πόσης περιστάσεως , άεί βοώντα σοι θεόφρον •

Χαῖρε Χριστοῦ ὀρώσα τὸ κάλλος ,
Χαῖρε ἐχθροΰ πατοΰσα τὸ κράτος •
Χαῖρε τών άΰλων Αγγέλων συνόμιλε,
Χαῖρε τῶν ‘Αγίων Μαρτύρων ὀμόσκηνε •
Χαῖρε σκέπη καὶ κραταίωμα τοῦ παρόντος σου οίκου,
Χαῖρε πτώσις καὶ κατάργησις τὴς δαιμονικής ορμής •
Χαῖρε ότι παρέχεις ἀθυμίας την λῦσιν,
Χαῖρε δτι έκ.φαίνεις την θεόσδοτον κτήσιν
Χαῖρε παθών καθαίρουσα βόρβορον,
Χαῖρε πιστών εϋφραίνουσα όμιλον •
Χαῖρε δι' ής κατησχύνθη ή πλάνη,
Χαῖρε δι' ή; ή άλήθεια λάμπει•

Χαίροις Ίουστίνα ένδοξέ!

‘΄Υψωσον τὰς σὰς χεῖρας , προς Χριστόν Ίουστίνα, ὐπέρ τὴς λογικής ταῦτης ποίμνης, συν τῶ ἰερῶ Κυπριανῶ, ώς ἄν πάσης ἀνάγκης καὶ κακώσεως, ἀπαύστως ἐκρυώμεθα, οὶ τὴ Τριάδι ἐκβοῶντες •

Ἀλληλούϊα.

Φώς το ἄυλον βλέπων, τὴς Αγίας Τριάδος, σοφέ Κυπριανέ σὺν ‘Αγγελοις, τὸν οίκον σου τοῦτον τὸν σεπτόν , τὴς τῶν παθῶν σκοτομήνης ἀπάλλαξον  πρός σὲ γάρ σπεύδει πάντοτε, καὶ εὐλαβῶς σοι ἄνακράζει

Χαῖρε οίκου σου ὸ άντιλήπτωρ ,
Χαῖρε πενθούντων ὸ παρακλήτωρ•
Χαῖρε τὴς μαγείας ἐκλύων τὴν δύναμιν,
Χαῖρε τῶν δαιμόνων ἐκτρέπων τὴν σύναρσιν
Χαῖρε ότι ἐθεράπευσας τὴν γυναίκα τῶν δεινῶν,
Χαῖρε ότι καταβέβληκας τὸν αντίπαλον ἐχθρόν •
Χαῖρε ὸ ιατρεύσας νεανίαν τοῦ πάθους,
Χαῖρε ό ἀπαλλάττων τοῦς πιστοῦς πάντοτε ἄλγους•
Χαῖρε ἐχθροῦ ἀπείργων τα φάσματα ,
Χαῖρε πιστοῖς παρέχων ἰάματα•
Χαῖρε παθῶν διαλύων τὸν ζόφον,
Χαῖρε ψυχῶν θεραπεύων τὸν πόνον•

Χαίροις Κυπριανέ μακάριε!

Χαίρει Ιερομάρτυς , ὸ ἄγιος σου οίκος, φρουρόν σε καὶ ἔφορον πλοῦτων , Κυπριανέ θαυματουργέ • καὶ τὴ σὴ προστασία ἀεί σπεύδων κηρῦττει σου ταὰ θαύματα, τῶ σὲ δοξάσαντι βοῶν •

Ἀλληλούϊα.

Ψαλμοσῦνθετον αἴνον, σοὶ προσάγομεν πάντες ὐμνοῦντές σου τῶν ἄθλων το γέρας, ώ Ίουστίνα Μάρτυς Χριστοῦ • ἀλλ’ ἀεί τὸν σὸν νυμφίον ἰκέτευε, χάριν ἠμῖν καὶ ἔλεος , δούναι τοῖς πόθο σοὶ βοῶσι

Χαῖρε Χρίστου άκήρατος νύμφη,
Χαῖρε πιστών αήττητος νίκη •
Χαῖρε εύσεβείας το κράτος έκφήνασα,
Χαῖρε δυσσεβείας την πλάνην αίσχΰνασα
Χαῖρε φως τδ τρισαυγέστατον δεχομένη δαψιλώς,
Χαῖρε πάντων προστατεΰουσα των τιμώντων σε πιστώς•
Χαῖρε Παρθενομάρτυς θαυμαστή Ίουστίνα,
Χαῖρε τής Εκκλησίας μυστική δαδουχία•
Χαῖρε δι’ ής παθών ιαθήσομαι,
Χαῖρε δι’ ής φωτός έμπλησθήσομαι•
Χαῖρε οίκου τοϋ σεπτού λαμπρότης,
Χαῖρε κάμοΰ εν Χριστώ φωτοδότις •

Χαίροις Ίουστίνα ένδοξε!

‘΄Ω δυάς πανολβία, Κυπριανέ παμμάκαρ, ὀμοΰ καὶ Ίουστίνα θεόφρον ( εκ γ' ) • τή Αγία Τριάδι ἀεί, υπέρ ἠμῶν μη παῦσησθε πρεσβεύοντες, ῶς ὰν ζωής τὴς κρείττονος, ἄξιωθώμεν ἐκβοῶντες

Ἀλληλούϊα.

Καὶ εὔθις το Κοντάκιον.
’Ηχος πλ. δ’. Τὴ ὐπερμάχω.

Τὸν ἐκ τὴς πλάνης ῶς ἀστέρα ἀναλάμψαντα, Κυπριανόν τον θεοφάντορα τιμήσωμεν, Σῦν αὐτῶ καὶ Ιουστίνον τὴν μακαρίαν • Ό μέν ὤφθη ‘Ιεράρχης ἐνθεώτατος, Ή δε νύμφη τοῦ Σωτήρος ἐχρημάτισε • Τοῦτοις λέγοντες
 Άθληταΐ Χρίστου χαίρετε!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης