Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Αγίαν Μεγαλομάρτυρα Ξενίαν την εκ Καλαμών Empty Παρακλητικός Κανών εις την Αγίαν Μεγαλομάρτυρα Ξενίαν την εκ Καλαμών

Τετ Αυγ 28, 2019 9:43 am
Παρακλητικός Κανών εις την Αγίαν Μεγαλομάρτυρα Ξενίαν την εκ Καλαμών

Παρακλητικός Κανών εις την Αγίαν Μεγαλομάρτυρα Ξενίαν την εκ Καλαμών __a_co10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὸ ἑξῆς

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὴν Καλλιπάρθενον Χριστοῦ Ἀθληφόρον, καὶ Καλαμῶν τὴν πολιοῦχον Ξενίαν, ᾀσματικῶς τιμήσωμεν βοῶντες αὐτῇ. Λύτρωσαι πρὸς σὲ τοὺς τρέχοντας, πειρασμῶν τε καὶ θλίψεων, λῦσον μαγειῶν κλοιόν, καθ’ ἡμῶν κακοβούλων· παρὰ Θεοῦ γὰρ ἔσχες τὴν ἰσχὺν καὶ πάσης ῥῦσαι ἀνάγκης πρεσβείαις σου.

Δόξα. Ὅμοιον, ἤ τῆς τυχούσης ἑορτῆς.
Τῶν ἰαμάτων τὴν πηγὴν σὲ Ξενία, ἐπικαλοῦμαι ὁ οἰκτρός σου οἰκέτης, μετὰ Θεὸν προσφεύγων νῦν τῇ σκέπῃ τῇ σῇ, καὶ βοῶ· Ἀπάλλαξον, τῶν δεινῶν με προφθάσασα, πονηρῶν πνευμάτων τε, σαῖς λιταῖς ἐκ τῆς βλάβης ἐξ ἀνιάτων λύτρωσαι παθῶν, καὶ νοσημάτων παντοίων καὶ θλίψεων.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ Κανών,
οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις «Γεωργίου».

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐν ὕμνοις καὶ ᾄσμασιν οἱ πιστοί, δεῦτε συνελθόντες εὐφημήσωμεν εὐλαβῶς, Ξενίαν Χριστοῦ τὴν Ἀθληφόρον, ὑπὲρ ἡμῶν ἀενάως πρεσβεύουσαν.

Τυράννους ἐξέπληξας τῇ στεῤῥᾷ, ἔνδοξε ἐνστάσει καὶ κατηύφρανας στρατιάν, Μάρτυς τῶν Ἀγγέλων, μεθ’ ὧν ἤδη, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα ἱκέτευε.

Τὴν χάριν ὡς ἔχουσα πρὸς Θεοῦ, πᾶσαν ἀφανίζειν μαγγανείαν τῶν φθονερῶν, ἐκ ταύτης τοὺς πόθῳ σοι δραμόντας καὶ τὰ παιδία φύλαξον, Ξενία Μάρτυς, πρεσβείαις σου.

Θεοτοκίον
Γυμνότητι, Μῆτερ, τῶν ἀρετῶν, χάριτος τῆς θείας ἐστερήθην τοῦ σοῦ Υἱοῦ, αὐτῆς οὔν ἀξίωσον τυχεῖν με, σαῖς μητρικαῖς Παναγία δεήσεσιν.


ᾨδὴ γ´. Οὐρανίας ἀψῖδος.
Τῷ Κυρίῳ προσήνεγκας ἑαυτὴν ἄμωμον, θῦμα καὶ θυσίαν, σεμνὴ Ξενία καὶ εἴληφας, παρὰ Θεοῦ τὴν ἰσχύν, καρδιακῶν σώζειν νόσων, Μάρτυς καὶ φυλάττειν τὰ τέκνα τῶν δούλων σου.

Ἐμβληθεῖσα καμίνῳ τῇ τοῦ πυρὸς ἤμβλυνας, πᾶσαν ἐναντίων, σεμνὴ Ξενία, τὴν δύναμιν, συμβασιλεύουσα νῦν, Χριστῷ τῷ μόνῳ Δεσπότῃ, ὅν ὑπὲρ τῶν δούλων σου Μάρτυς ἱλέωσαι.

Τὰ τοῦ κόσμου προεῖδες καὶ πρὸς Χριστὸν ἔδραμες, ὅνπερ ὡς Θεὸν ἐν σταδίῳ Μάρτυς ἐκήρυξας· παρ’ οὗ καὶ χάριν Σεμνή, τοὺς σεληνιαζομένους, εἴληφας τοῦ σώζειν πιστῶς σοι πελάζοντας.

Θεοτοκίον
Ἐν ἀγκάλαις ὅν ἔσχες τὸν τοῦ παντὸς Κύριον, Ἄχραντε παρθένε, ὡς Μήτηρ ὄντως ἱκέτευε, ἵνα κινδύνων ἡμᾶς, καὶ συμφορῶν ἀπαλλάξῃ καὶ πυρὸς γεένης ἐν ὥρᾳ τῆς κρίσεως.


Διάσωσον παντὸς κινδύνου, Ξενία, τοὺς σοὶ δραμόντας, φθονερῶν μαγγανείας, καὶ δεινῶν περιστάσεων, λιταῖς σου καὶ πάσης ἐξ ἀσθενείας.

Πανύμνητε καὶ τοῦ Θεοῦ ἡμῶν Μῆτερ σπλαγχνικωτάτη, ὡς Υἱόν σου Αὐτὸν Ἁγνὴ ἀπαύστως ἱκέτευε, ῥυσθῆναι κινδύνων τοὺς σὲ τιμῶντας.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Τὰ ἄνω ζητῶν.

Στεῤῥὰν βοηθόν, δεινοῖς οἱ συνεχόμενοι, Ξενία σεμνή, κατέχοντές σε τρέχομεν τῇ σῇ σκέπῃ κράζοντες· Μαγγανείας ῥῦσαι τοὺς δούλους σου, καὶ νόσων καὶ πάσης ὀργῆς, ταῖς σαῖς ἱκεσίαις πρὸς Χριστὸν τὸν Θεόν.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Τῶν τυράννων κατέβαλες, θράσος Καλλιμάρτυς Ξενία πάντιμε, συγχορεύουσα τῷ Πλάστῃ σου, ὅν δυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἐν νυκτὶ καὶ ἡμέρᾳ τε, ἔχειν σε προστάτιν θεομακάριστε, εὐλαβῶς καθικετεύομεν, οἱ πιστῶς τῇ σκέπῃ σου προστρέχοντες.

Παῤῥησίαν ὡς ἔχουσα, πρέσβευε ῥυσθῆναι τοὺς προσιόντας σοι, φθονερῶν ἐκ τῆς κακώσεως, καὶ δαιμόνων βλάβης πανσεβάσμιε.

Θεοτοκίον
Ὡς τεκοῦσαν τὸν Κύριον, πίστει σε τιμῶμεν βοῶντες Δέσποινα, πειρασμῶν καὶ τῶν παθῶν ἡμῶν, καὶ δεινῶν τὸν κλύδωνα κατεύνασον.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Στίγμασι σαρκὸς ὑπερέλαμψας πανεύφημε, καὶ χάριν ἔσχες, Μάρτυς, παρὰ Θεοῦ, ἐκ πάσης σώζειν μαγείας τοὺς σοὶ προστρέχοντας.

Πῦρ περιφανῶς θεϊκῆς ἀγάπης φέρουσα, πυρὶ ῥιφθεῖσα πλάνην τῶν ἀσεβῶν, Ξενία, ἔφλεξας σώζουσα τοὺς τιμῶντάς σε.

Λίθοις τοῖς γλυπτοῖς οὐκ ἐπέθυσας ἀλλ’ ἤμβλυνας, βουλὰς τυῤῥάνων νόμῳ τῷ τοῦ Χριστοῦ. Καὶ νῦν κινδύνων λυτροῦσαι τοὺς σὲ γεραίροντας.

Θεοτοκίον
Ῥῦσαι προσβολῆς νοητῶν ἐχθρῶν τὸν δοῦλόν σου, καὶ ὁρατῶν Παρθένε, ὅτι πρὸς σέ, μετὰ Θεὸν τὴν ἐλπίδα μου ἀνατίθημι.


ᾨδὴ ς´. Τὴν δέησιν ἐκχεῶ.
Κατέβαλες ἐν σταδίῳ πάνσεμνε, τὴν ὀφρὺν τῶν σῶν τυράννων Ξενία, καὶ πρὸς Θεοῦ, νίκης στέφος ἐδέξω, καὶ τὴν ἰσχὺν φυγαδεύειν τοὺς δαίμονας, καὶ χάριν σώζειν ἐκ φθορᾶς, τὰ παιδία ἡμῶν ταῖς πρεσβείαις σου.

Τὴν μνήμην σου τοὺς τιμῶντας λύτρωσαι, ἐκ τῶν νόσων καὶ παθῶν τῆς καρδίας, ὡς πρὸς Θεόν, κεκτημένη πρεσβείαν, νευρασθενείας φρικτῆς τε διάσωσον, καὶ τέκνα φύλαξον ἡμῶν, ἐκ δεινῶν καὶ κινδύνων καὶ θλίψεων.

Προέκρινας τῶν φθαρτῶν τὰ μένοντα, καὶ ἐχώρησας πρὸς θεῖον ἀγῶνα, καὶ πρὸς Θεοῦ, χάριν ἔσχες τοῦ λύειν, τῶν φθονερῶν τὰς μαγείας πανεύφημε, καὶ σώζειν πάντας ἐξ αὐτῶν, τοὺς τὴν σὴν ἐκζητοῦντας βοήθειαν.

Θεοτοκίον
Γαλήνιον ἐν δεινοῖς καὶ ἄμισθον σὲ γινώσκοντες λιμένα Παρθένε, ἐν πειρασμοῖς πρὸς τὴν σὴν εὐσπλαγχνίαν, γλυκεία Μῆτερ, προστρέχομεν κράζοντες· Σοῖς δούλοις βράβευσον ἡμῖν, τὴν θερμήν σου Παρθένε βοήθειαν.


Ἐπίβλεψον καὶ τοὺς σοὺς δούλους ἐκλύτρωσαι πάσης βλάβης, καὶ ἐχθρῶν τῆς ἐπιβουλῆς, Ξενία, διάσωσον, ὡς ἔχουσα πρὸς Θεὸν παῤῥησίαν.

Ἀνύμφευτε, τῇ μητρικῇ σου πρεσβείᾳ χρωμένη ῥῦσαι, τῶν συμφορῶν καὶ κινδύνων καὶ θλίψεων, τοὺς Σὲ ὡς Μητέρα Θεοῦ τιμῶντας.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.

Τῶν θαυμάτων ὥσπερ εἰς πηγὴν ἀεὶ ῥέουσαν, τῇ σῇ σκέπῃ, Μάρτυς, εὐλαβῶς νῦν προσφεύγομεν, καὶ βοῶμεν ἱκετικῶς δεόμενοι Σεμνή, δεινῶν λύτρωσαι Θαυματουργέ, ταῖς σαῖς πρὸς Κύριον λιταῖς, προσβολῶν τε τοῦ δαίμονος, πάσης ἐπαοιδίας, Ξενία, καὶ μαγγανείας, τῆς καθ’ ἡμῶν τῶν φθονερῶν, κινουμένης διαφύλαξον.

Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στιχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Μάρκον (ε´ 24-34).

Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πόθῳ καταφεύγοντες τῇ ἱερᾷ σου Εἰκόνι, καὶ κατασπαζόμενοι, εὐλαβῶς αὐτήν, σοὶ πιστῶς κραυγάζομεν. Νοητῶν λύτρωσαι τῶν ἐχθρῶν μανίας ὁρατῶν τ’ ἐπιβουλῆς ἡμᾶς, τὴν χάριν ἔχεις γὰρ, ἐκ Θεοῦ Ξενία πανεύφημε. Καὶ πᾶσαν νόσον ἴασαι, τῆς ψυχῆς καὶ πάθος τοῦ σώματος, καὶ μαγείας, Μάρτυς, προφύλαττε σοὺς δούλους καὶ Χριστόν, σὺν τῇ Μητρὶ καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...
Εἶτα, ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τῶν ἰάσεων χάριν, πρὸς Χριστοῦ εἰληφυΐα τῶν δοθιήνων ἡμᾶς, καὶ τῶν ἐξανθημάτων, πληγῶν ἐλκῶν φλυκτίδων, τοὺς βοῶντας ἀπάλλαξον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σὲ προστάτιν Ξενία, ἱκετεύομεν ἔχειν καὶ τῶν παιδίων ἡμῶν, λυτροῦσαν ἐκ κινδύνων, ἡμᾶς καὶ ταῦτα Μάρτυς, ἵνα μέλπωμεν κράζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τοὺς κατέχοντας πόθῳ, τὴν σεπτήν σου Εἰκόνα, καὶ ἐν δεινοῖς πρὸς αὐτήν, προστρέχοντας Θεόφρον, ἐκ τούτων ῥῦσαι Μάρτυς, ἵνα πίστει κραυγάζωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον
Ἱκετῶν σου δεήσεις, τῷ Υἱῷ σου προσάγαγε, Θεοτόκε Ἁγνή, καὶ ῥῦσαι καταδίκης, πυρός τε τοῦ ἀσβέστου, ἵνα μέλπωμεν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η´. Τὸν Βασιλέα.
Τοὺς σὲ ὑμνοῦντας, ᾀσματικῶς καὶ τῇ σκέπῃ, τῇ σεπτῇ σου δραμόντας Ξενία, νόσων τῆς καρδίας περίσωζε καὶ νεύρων.

Ἐπιληψίας καὶ βασκανίας σοὺς δούλους, ἐκ φυμάτων ἐλκῶν καὶ φλυκτίδων, καὶ ἐξανθημάτων, ἀπάλλαξον λιταῖς σου.

Τῶν σῶν τυράννων τὰς ἀπειλὰς παριδοῦσα, ἐν χαρᾷ πρὸς τὸν πλάστην ἀνῆλθες, ὅνπερ ἐκδυσώπει ὑπὲρ τῶν σὲ τιμώντων.

Θεοτοκίον
Ὅλην μου Μῆτερ, ἐν σοὶ πιστῶς τὴν ἐλπίδα, νῦν ὁ σὸς ἀνατίθημι δοῦλος. Λάβε με, βοῶν σοι, εἰς χεῖράς σου Παρθένε.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
ᾨδαῖς τὸν σὲ τιμῶντα, φρούρει ἐν τῷ βίῳ τῆς δ’ αἰωνίου συμμέτοχον δεῖξον ζωῆς, ταῖς πρὸς Θεὸν σαῖς πρεσβείαις, Ξενία πάνσεμνε.

Τοὺς σοὶ πιστῶς δραμόντας, φύλαττε τῶν νόσων, παντὸς συμπτώματος, Μάρτυς Ξενία ἡμᾶς, καὶ πάσης ἄλλης ἀνάγκης ταῖς σαῖς δεήσεσιν.

Εἰκόνα σου ἐν πίστει τοὺς ἀσπαζομένους, Θαυματουργὲ καὶ κατέχοντας ῥῦσαι δεινῶν, καρδίας νόσων καὶ νεύρων ταῖς σαῖς ἐντεύξεσι.

Θεοτοκίον
Ὑμνοῦμέν σε, Παρθένε, ὅτι ἐν κοιλίᾳ ἡμῶν τὸν Κτίστην ἐχώρησας, Μῆτερ τῇ σῇ· αὐτὸν δυσώπει ἀπαύστως ὑπὲρ τῶν δούλων σου.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, ἐν ᾠδαῖς ὑμνεῖν σε Ἀθληφόρε, Καλαμῶν τὸ κλέος καὶ τοῦ Χριστοῦ, τὴν πάνσεμνον Νύμφην· τῶν ἐν νόσοις τὴν ἰατρόν, τῶν παίδων προστάτιν, καὶ τῶν κινδυνευόντων, Ξενία Καλλιμάρτυς τὸ καταφύγιον.

καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις, τῶν καλούντων σε βοηθός, καὶ παραμυθία θλιβομένων ἡ ταχινή, χαίροις, καθαιρέτις παντὸς μαγείας εἴδους, καὶ νοσοῦντα παιδία, Ξενία φύλαττε.

Θλιβομένων, πάνσεμνε, καρδιῶν, ἡ ἀφαιρεθεῖσα τὴν καρδίαν σου ἀπηνῶς, ὑπὸ τοῦ τυράννου γλυκεία ἀνεδείχθης, παραμυθία Μάρτυς, τῶν προστρεχόντων σοι.

Ἀθληφόρων χαίροις ἡ καλλονή, καὶ τῆς βασκανίας τὸ ἀντίδοτον ἐκ Θεοῦ, χαίροις, τῆς μαγείας φθονερῶν καθαιρέτις. Χριστὸν δυσώπει, Μάρτυς, ὑπὲρ τῶν δούλων σου.

Τοὺς ἀσπαζομένους πανευλαβῶς, Μάρτυς στεφηφόρε, τὴν Εἰκόνα σου τὴν σεπτήν, νόσων τῆς καρδίας καὶ νεύρων ταῖς λιταῖς σου, καὶ σεληνιασμοῦ τε, Ξενία, φύλαξον.

Χάριν θείαν εἴληφας ἐκ Θεοῦ, σώζειν, ὦ Ξενία, τοὺς καλοῦντάς σε εὐλαβῶς, ἐκ τῶν δοθιήνων καὶ τῶν ἐξανθημάτων, μυρμηκιῶν τε, Μάρτυς, ταῖς σαῖς δεήσεσι.

Πονηρῶν πνευμάτων ἐπιβουλῆς, καὶ τῆς βλάβης τούτων διαφύλαττε τοὺς πιστῶς, τῇ σεπτῇ σου σκέπῃ, καὶ ἱερᾷ Εἰκόνι προστρέχοντας λιταῖς σου, Ξενία πάνσεμνε.

Θεοτοκίον
Χαῖρε Μῆτερ Δέσποινα τῆς ζωῆς, χαῖρε ἡ προστάτις, τῶν τιμώντων σε καὶ φρουρός, χαῖρε ἡ ἐλπίς μου, ἡ δόξα καὶ ἰσχύς μου μετὰ Θεὸν ἡ μόνη σὺ μου βοήθεια.

Πᾶσαι  των  Ἀγγέλων  αἱ  στρατιαί, Πρόδρομε  Κυρίου, Ἀποστόλων  η  δωδεκάς, οι  Ἅγιοι  Πάντες  μετά  της  Θεοτόκου, ποιήσατε  πρεσβείαν  εἰς  τό  σωθῆναι  ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί  τά  Τροπάρια  ταῦτα. Ἦχος  πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον  ἡμᾶς, πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες, ταύτην  Σοι  τήν  ἱκεσίαν, ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον  ἡμᾶς.

Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς, ἐπί  Σοί  γάρ  πεποίθαμεν. Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα, μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν. Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος  καί  λύτρωσαι  ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν. Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου, πάντες  ἔργα  χειρῶν  Σου  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.

Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε, ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν, ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων· Σύ  γάρ  ἡ  σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Βαφαῖς τῶν αἱμάτων σου, φαιδρὰν στολὴν σεαυτῇ, Ξενία, ἐπέχρωσας παρισταμένη Χριστῷ, ὡς νύμφη πανάσπιλος· εἴληφας δὲ τὴν χάριν, μαγγανείας τοῦ λύειν, δαίμονας ἐκδιώκειν, καὶ τὰς νόσους καρδίας ἰάσθαι. Ἰκέτευε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τοὺς προστρέχοντας πιστῶς, τῇ σεπτῇ σου σκέπῃ Ξενία, τῶν ἀοράτων ἐχθρῶν, καὶ τῶν ὁρατῶν ἡμᾶς θεόφρον φύλαξον, φθονερῶν τε ἀφάνισον, πᾶσαν μαγγανείαν, καὶ δεινῶν ἀπάλλαξον, καὶ νόσων λύτρωσαι καὶ τὸν ἀθλοθέτην Σωτῆρα, σὺν τῇ Θεοτόκῳ δυσώπει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν πολύαθλε.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.







Πηγή
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης