Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών του Ειρηνάρχου Κυρίου Ημών Ιησού Χριστού Empty Παρακλητικός Κανών του Ειρηνάρχου Κυρίου Ημών Ιησού Χριστού

Παρ Αυγ 09, 2019 10:27 am
Παρακλητικός Κανών του Ειρηνάρχου Κυρίου Ημών Ιησού Χριστού

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. 'Υμνογράφου τὴς τῶν 'Αλεξανδρέων 'Εκκλησίας

Παρακλητικός Κανών του Ειρηνάρχου Κυρίου Ημών Ιησού Χριστού Iisous10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

Τῷ Εἰρηνάρχῳ Βασιλεῖ καὶ Δεσπότῃ, εὐσεβοφρόνως οἱ πιστοὶ προσιόντες, κραυγάσωμεν· εἰρήνευσον ἡμῶν τὴν ζωήν, τῶν δοξολογούντων Σε ἀκλινῶς καθ’ ἑκάστην, καὶ πολέμου σάλπιγγας ὀλεθρίου χειρί Σου, τῇ πανισχύρῳ σίγασον Χριστέ, ἡμῖν εἰρήνην Σὴν θείαν δωρούμενος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Κόπασον πολέμους, Εἰρήναρχε Κύριε. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Κατάπαυσον μίση τὰ ζοφερά, λαῶν καὶ εἰρήνην, ἐπιβράβευσον Ἰησοῦ, τοῖς πίστει κραυγάζουσιν· ἐλθέτω, ἐπὶ τῆς γῆς ἡ σεπτὴ Βασιλεία Σου.

Ὁμήγυριν φύλαττε Ἰησοῦ, πιστῶν Ὀρθοδόξων, ἐξ ἐχθίστης ἐπιβουλῆς, ἀρχόντων δεινῶν ματαιολόγων, φρεναπατῶν καὶ ἀδίκων Εἰρήναρχε.

Παντάναξ καὶ Δέσποτα Ἰησοῦ, εἰρήνης στρατάρχα, καὶ συνέσεως χορηγέ, ἀνδρῶν ἀσυνέτων καὶ ἀφρόνων, κυριευόντων λαοὺς θράσος πάτησον.

Θεοτοκίον.
Ἀπείρανδρε Μῆτερ τοῦ Ἰησοῦ, τό ἄνομον κράτος, καταλύσαντος τοῦ ἐχθροῦ, βοήθει Σοῖς δούλοις καταλῦσαι, προβατοσχήμων ἐχθρῶν τὴν κακότητα.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Στηριγμὸς ἀδυνάτον, πανευσθενὲς Κύριε, ἄρχων ἀενάου εἰρήνης, καὶ ἀπροσμάχητον, ὅπλον τῶν Σῶν οἰκετῶν, πολεμουμένων ἀδίκως, πέλεις· ὅθεν δόξα Σοι, Δίκαιε κράζομεν.

Ὁ ἀνόμων φιλάρχων, ὑποκριτῶν φρύαγμα, ὥς ποτε Χριστὲ Φαρισαίων, θλάσας Σοῖς ῥήμασι, Δικαιοκρῖτα ὀφρῦν, θλάσον αὐτῶν καὶ γεέννης, κληρονόμους ποίησον, τάχος δεόμεθα.

Νικητὴν τροπαιοῦχον, ὡς τὸν Δαβὶδ Κύριε, κατὰ Γολιὰθ δεῖξον δῆμον, πάντα Ὀρθόδοξον, καρτερικῶς τοῦ ἐχθροῦ, φρυαττομένου δολίως, μῆνιν ὑπομένοντα, βάθρον Νεμέσεως.

Θεοτοκίον.
Πολεμίων ἀδίκων, ὑποκριτῶν Δέσποινα, φίλους τῶν λεγόντων εἰρήνης, εἶναι ἀπέλασον, ὁμίχλην τῆς ἀπειλῆς, Σῇ φωτοφόρῳ ἰσχύϊ, καὶ εἰρήνης ἅπασιν, ἦμαρ ἀνάτειλον.


Εἰρήνευσον, ζωὴν Σῶν δούλων Εἰρήναρχε Ζωοδότα, καὶ πολέμου τὰς συμφορὰς ταχὺ ἐξαφάνισον, δυνάμει τῇ θείᾳ Σου Παντοκράτορ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ἡμῶν τὴν ζωὴν, Θεάνθρωπε εἰρήνευσον, τῶν πίστει θερμῇ, ἀεὶ δοξολογούντων Σε, καὶ πολέμου κόπασον, τρικυμίαν σθένει τῷ θείῳ Σου, ὁ τοῦ ἀνέμου παύσας τὴν ὁρμήν, δυνάμει τῶν λόγων Σου Εἰρήναρχε.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁλικῶς ἀτενίζοντες, Σοῦ τῇ ἀγαθότητι ἀνακράζομεν· πολεμοχαρεῖς ἀφάνισον, εἰρηνοποιὲ Σῷ σθένει Κύριε.

Λῦσον μῖσος ἀπύθμενον, φθόνον κακοήθειαν τῶν γειτόνων μου, καὶ ἐπιβουλὴν Θεάνθρωπε, ὅσων δι’ ἀγώνων Σῶτερ κέκτημαι.

Ἐλευθέρωσον Κύριε, ἐν δεσμοῖς δουλείας πικρᾶς τοὺς στένοντας, ἀδελφοὺς ἡμῶν καὶ λύτρωσαι, ἀπειλῆς ἁλώσεως Σοὺς
πρόσφυγας.

Θεοτοκίον.
Μὴ ἐάσῃς με Δέσποινα, ἕρμαιον γενέσθαι τοῦ πολεμήτορος, τοῦ κακίστου ὑπερόφρυος, φρόνημα ὀρθὸν ποθοῦντος τρῶσαί μου.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅπλισον βροτούς, ὁπλισμῷ ἀγάπης Κύριε, ἵνα πάντας τοὺς ἐχθραίνοντας ἡμᾶς, εὐσπλαγχνίᾳ φιλαδέλφῳ ἐκνικήσωμεν.

Ὕμνοις ἱεροῖς, ἱκετεύομέν Σε Κύριε, τοὺς πυραύλους ἐξοστράκισον ταχύ, ἰσχυρῶν τῆς γῆς σκορπίζοντας τὸν ὄλεθρον.

Σῶσον Ἰησοῦ, τοὺς πιστῶς Σοι καταφεύγοντας, ἀπὸ πάσης τοῦ ἐχθροῦ ἐπιδρομῆς, ἀτυχῶς τοῦ οἴμοι φέροντος Σὸν ὄνομα.

Θεοτοκίον.
Ἔχομεν τὴν Σήν, προστασίαν περιτείχισμα, ἐν πολέμοις καὶ δειναῖς καταστροφαῖς, Ὀρθοδόξων Θεοτόκε καταφύγιον.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἱκάνωσον, τὸν λαὸν μαχόμενον, διὰ πίστιν Ἰησοῦ καὶ πατρίδα, ἵνα σεπτὰς θήκας πάντων προγόνων, μὴ παραδῷ ταῖς παλάμαις Εἰρήναρχε, τῶν ἀλλοφύλων τὴν αὐτῶν, ἀντικροῦσαι παράνομον ἔφοδον.

Ῥανίδας μου, τῶν δακρύων πρόσδεξαι, ὡς θυμίαμα εὐῶδες Παντάναξ, καὶ μὴ ἐάσῃς Σοὺς δούλους γενέσθαι, τῶν ἐπιβούλων θειότατε παίγνιον, ἀλλὰ τὴν θλῖψιν τὴν ἡμῶν, εἰς εἰρήνης χαρὰν μεταποίησον.

Ἡ ἄτρωτος, τῆς εἰρήνης ἔπαλξις, ὁμονοίας καὶ ἀγάπης τὸ στέμμα, ὀροφουργὲ πάσης κτίσεως Σῶτερ, δικαιοκρῖτα εἰρήναρχε Κύριε, πολέμων κόπασον δεινά, ζοφερὰ τὰς ψυχὰς ἀποκτείνοντα.

Θεοτοκίον.
Νικήσαντος, τοῦ θανάτου δύναμιν, Θεανθρώπου ἀπειρόγαμε Μῆτερ, εὐλογημένη Παρθένε τὰ γέρα, τῆς νίκης δώρησαι πᾶσι τοῖς δούλοις Σου, κατ’ ἐναντίον νοητῶν, ἀλλὰ καὶ ὑπαρκτῶν ταῖς πρεσβείαις Σου.


Εἰρήνευσον, ζωὴν Σῶν δούλων Εἰρήναρχε Ζωοδότα, καὶ πολέμου τὰς συμφορὰς ταχὺ ἐξαφάνισον, δυνάμει τῇ θείᾳ Σου Παντοκράτορ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Τῆς Σῆς ἀδύτου εἰρήνης πυρσεύμασι, δεινοῦ πολέμου ἐκδίωξον ζόφωσιν, Παντάναξ Εἰρήναρχε Κύριε, καὶ ἐπηρμένην ὀφρῦν πολεμήτορος, τῇ Σῇ καταπάτησον χάριτι.


Προκείμενον.
Οἱ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.
Στ. Τὴν εἰρήνην ἀγαπήσατε.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. δ΄ 23-25 καί  ε΄ 1-12).

Τῷ καιρῷ ἐκείνῳ περιῆγεν ὁ Ἰησοῦς ὅλην τὴν Γαλιλαίαν, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς καὶ ἐθεράπευσεν αὐτούς. Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου. Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν ικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ἡμῶν, ψευδόμενοι ἕνεκεν ὁμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.  


Δόξα
Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἰησοῦ Θεάνθρωπε, Παμβασιλεῦ τῆς εἰρήνης, ὁ δι’ ἀγαθότητα, ὑπομείνας θάνατον, πολυώδυνον, τοὺς χοροὺς στήριξον, τῶν πολεμουμένων, Ὀρθοδόξων τῇ δυνάμει Σου, τῇ θείᾳ Κύριε, καὶ τοῦ βδελυροῦ πολεμήτορος, ταξιαρχίας σύντριψον, τοῦ φρυαττομένου καὶ ἄφρονος· ὡς ἂν δοξολογῶμέν Σε, νίκης οἱ ἐγείροντες τρόπαια, ἐν πεδίῳ μάχης, κατὰ τοῦ παναλόστορος ἐχθροῦ, καὶ τοῦ αὐτοῦ ἐν τοῖς ἔθνεσιν, ἐκπροσώπου σθένει Σου.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀγαθότητος κέρας, καὶ εἰρήνης στρατάρχα Θεὲ καὶ Κύριε, εἰρήνευσον τὸν κόσμον, καὶ τροχιὰν βλημάτων, τοῦ θανάτου μετάτρεψον, εἰς τροχιὰν δαψιλοῦς, πρὸς πάσχοντας ἀγάπης.

Ῥαντισμῷ εὐλογίας, τῆς Σῆς θείας ὑψόθεν ἡμᾶς ἀπόπλυνον, τοῦ βορβορώδους ῥύπου, πολέμου Παντοκράτορ, καὶ Σοὺς δούλους ἐπίχρισον, ἐλαίῳ διηνεκοῦς, καὶ ἀσφαλοῦς εἰρήνης.

Χάριν ἅπασιν πέμψον, τοῖς προσφέρουσι πόθῳ Σὸν θεῖον ὄνομα, καὶ ῥῦσαι Ζωοδότα, ἡμᾶς τῆς ἐπηρείας, τοῦ δεινοῦ πολεμήτορος, καὶ τοῦ αὐτοῦ ἐπὶ γῆς, οὐαὶ ἀντιπροσώπου.

Θεοτοκίον.
Εὐμενῶς τὰς δεήσεις, τῶν προσφύγων Σου δέξαι Θεογεννήτρια, καὶ μάκτρῳ Σῆς ἀγάπης, ἀπόσμηξον δακρύων, ὀχετοὺς τῶν τὴν λαίλαπα, βιούντων τὴν ζοφεράν, ἑκάστοτε πολέμου.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Κλαυθμοῦ Σῶν δούλων, ἐμπεριστάτων Χριστέ μου, ἐκ τῆς δίνης ἐπιβαλλομένου, ἄφρονος πολέμου, ἐπάκουσον ταχέως.

Ὑπὲρ δικαίως, ἀμυνομένων Χριστέ μου, Ὀρθοδόξων ἀνδρῶν καὶ γυναίων, Ἰησοῦ πολέμει, τῶν Σὲ δοξολογούντων.

Ῥιπὰς ἀγάπης, ἀντὶ ῥιπῶν πολυβόλων, τοὺς Σοὺς δούλους ἀεὶ ἐκτοξεύειν, ποίησον Χριστέ μου, εἰρήνης Ἀρχηγέτα.

Θεοτοκίον.
Τὰ εὐώδη, φιλαδελφίας ἀνθῆσαι, ἐπὶ κάνης τῶν ὅπλων Παρθένε, ἵον μυροβόλον, ἀξίωσον ἀγάπης.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εἰρήνευσον τὴν πλάσιν, καὶ συῤῥάξεις παῦσον, λαῶν τῇ Σῇ παρεμβάσει Θεάνθρωπε, πλήν Σου ἐν γῇ οὐκ ἐχόντων ῥητὴν βοήθειαν.

Χαρᾶς εἰρηνοφόρου, ἄνοιξον ἀγκάλας, τὰς Σὰς βροτοὺς ὑποδέξασθαι Κύριε, τοὺς ἐν μάχαις πολέμου πανδείνως στένοντας.

Μὴ παύσῃ οὐρανόθεν, νουθετεῖν Θεέ μου, τοὺς ἰσχυροὺς ἵνα βίον ἡσύχιον, σὺν τούτοις πάντες ἀνύωμεν οἱ ταλαίπωροι.

Θεοτοκίον.
Μαχαίρᾳ πρεσβειῶν Σου, σύγκοψον Παρθένε, τῶν ἐπιβούλων τὸ ἄνομον φρύαγμα, ἡμῶν πατρίδος τῶν πίστει μακαριζόντων Σε.


Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν ἀειμακάριστον  καί  παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί  ἐνδοξοτέραν  ἀσυγκρίτως  τῶν  Σεραφείμ· τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄρχον τῆς εἰρήνης πανευσθενές, τῆς ἀδίκου ῥῦσαι, Σοὺς οἰκέτας ἐπιβουλῆς, καὶ τῇ Σῇ δυνάμει, πολέμους ὀλεθρίους, κατάπαυσον οἰκτίρμον, Σῶτερ καὶ Κύριε.

Χαίροις τῆς συνέσεως χορηγός· χαίροις τῆς εἰρήνης, ἀρχηγέτης καὶ ἀκραιφνοῦς, χαίροις συμπαθείας, στρατάρχης πολεμίων, τὸ θράσος ὁ συντρίψας, ὅπλῳ ἀγάπης Σου.

Σύγκοψον μανίαν ὑποκριτῶν, φεῦ εἰρηνοφίλων, σκορπιζόντων τὸ ζοφερόν, νέφος τοῦ πολέμου, τῇ οἰκουμένῃ πάσῃ, μαχαίρᾳ Σῆς ἰσχύος, Σῶτερ Εἰρήναρχε.

Ὀρθοδόξους στήριξον ἀδελφούς, τοὺς πολεμουμένους, ἀναιτίως Λόγε Θεοῦ, καὶ καρδίας πλῆσον, αὐτῶν τῆς Σῆς ἀγάπης, καὶ τῆς χαρᾶς τῆς θείας, ἐπιστασίας Σου.

Ὥς ποτε ἐνίσχυσας τὸν Δαβίδ, Γολιὰθ συντρίψαι, καὶ τὸν Νέστορα καθελεῖν, τοῦ Λυαίου σθένος, τῶν Ὀρθοδόξων ἔθνη, δυνάμωσον συντρίψαι, τὸν πολυμήχανον.

Βέλη ἐξοστράκισον τοῦ ἐχθροῦ, τοῦ παγκάκου Σῶτερ, τὰ κινούμενα καθ’ ἡμῶν, τῶν ὀρθοφρονούντων, καὶ μαχομένων πίστιν, ἀνόθευτον τηρῆσαι, τὴν πανακήρατον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἰησοῦ Ζωοδότα Σῶτερ εἰρήναρχε, τοῦ πολεμήτορος ῥῦσαι, ἀδίκου ἐπιβουλῆς, τοὺς δοξάζοντας τὸ κράτος Σου ἀείποτε, καὶ τὴν εἰρήνην Σου ταχύ, ἐπιβράβευσον Χριστέ, φιλεύσπλαγχνε Παντεπόπτα, τοῖς δι’ ὀρθὴν δοξασίαν, δεινὰ πολέμου ὑπομένουσι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Τῶν πολεμουμένων ἀρωγέ, καὶ ἀδικουμένων προστάτα, Σῶτερ Εἰρήναρχε, ἐχθρικῆς δουλώσεως, κακῶν καὶ θλίψεων, τοῦ δεινοῦ πολεμήτορος, ἐκλύτρωσαι πάντας, Ὀρθοδόξους κράζομεν, τοὺς Σὲ δοξάζοντας, καὶ τῇ παναλκεῖ Σου δυνάμει, σπεύδοντας ἐν πάσαις τοῦ βίου, ἀλγειναῖς τῷ ὄντι περιστάσεσι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.





Πηγή
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης