Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Οσία και Θεοφόρον Μητέρα Ημών Σοφίαν Empty Παρακλητικός Κανών εις την Οσία και Θεοφόρον Μητέρα Ημών Σοφίαν

Παρ Μάης 31, 2019 8:28 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Οσία και Θεοφόρον Μητέρα Ημών Σοφίαν της Αρτί εν τη Μονή της Θεοτόκου παρά την Κλεισούρα Καστοριάς Ασκήσασαν.

Δρος Χαραλάμπους Μ. Μπούσια
Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησία

Παρακλητικός Κανών εις την Οσία και Θεοφόρον Μητέρα Ημών Σοφίαν Sofia10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καί τό ἑξῆς:

Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἀσκητριῶν τῶν πάλαι ἄρτι ἐκθύμως ἀκολουθήσασαν ὁδοῖς ἐν Κλεισούρᾳ, Σοφίαν, ἐνδιαίτημα σοφίας Θεοῦ, ὡς καθυπομείνασαν τοῦ χειμῶνος τὸ ψῦχος εὐσθενῶς καὶ τήξασαν χαμευνίᾳ τὴν σάρκα, μελισταγέσι μέλψωμεν ᾠδαῖς λιτὰς πρὸς Κτίστην αὐτῆς  εξαιτούμενοι.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ού σιωπήσομέν ποτέ, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ει μη γάρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ούκ αποστώμεν, Δέσποινα, εκ σου. σούς γάρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Εἶτα ὁ Ν΄ (50) Ψαλμὸς
Ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά το πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι την ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστί διά παντός. Σοί μόνῳ ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα· ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καί νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καί καθαρισθήσομαι· πλυνεῖς με, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμα σου τό ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην και τεταπεινωμένην, ὁ Θεός, οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου την Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

καὶ ὁ Κανὼν, οὗ ἡ Ἀκροστιχίς·
" Σοφία, Κλεισούρας εὖχος, φρούρει με. Χ. Μ. Μ. "

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.


Σοφία, σεμνότης ἀσκητριῶν, Μονῆς Παναγίας ἐνδιαίτημα ἱερόν, ἡμῖν καθιλέωσαι τὸν Κτίστην τοῖς ἐκζητοῦσι τὰς θείας πρεσβείας σου.

Ὁσίων ἀπαύγασμα νεαυγῶν, Σοφία, λιταῖς σου ἀποδίωξον σκοτασμὸν ἡμῶν τῶν σπευδόντων προσκυνῆσαι λειψάνων θήκην σου τὴν χαριτόβρυτον.

Φανὲ νεοφώτιστε ἀκραιφνοῦς νηστείας, Σοφία, χαμευνίας καὶ προσευχῆς, φωτὶ σῶν εὐχῶν ἀδιαλείπτων ἡμῶν παθῶν σκοτομήνην ἀπέλασον.

Θεοτοκίον.
Ἰάσεων φρέαρ παντοδαπῶν, ἁγνὴ Θεοτόκε, ἀνεδείχθη ἡ σὴν εἰκών, ἣν ἔχει Κλεισούρα Καστορίας ὡς θησαυρὸν πολυτίμητον, Δέσποινα.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀρετῆς ἐκμαγεῖον, τῶν συμφορῶν πέλαγος βίου σταθηρῶς διελθοῦσα εἰς ὅρμον ἄκλυστον, Σοφία, τῶν οὐρανῶν, ἔφθασας, ἔνθα πρεσβεύεις τῷ Κυρίῳ πέμψαί μοι χάριν καὶ ἔλεος.

Κιβωτὸν ὡς σοφίας καὶ ἀρετῆς πάγχρυσον σὲ ὑμνολογοῦντες, Σοφία, πίστει κραυγάζομεν· Ἡ Θεοτόκου Μονὴν καθαγιάσασα πόνοις
σῆς στεῤῥᾶς ἀσκήσεως, σκέπε σοὺς πρόσφυγας.

Λυπηρῶν τῶν ἐν βίῳ ἡμῶν ἀχλὺν δίωξον φέγγει πρεσβειῶν σου, Σοφία, ἡ βίον ἅπαντα τῇ τοῦ Κυρίου Μητρὶ τῇ θαυμαστῇ παραθεῖσα
ὁλοθύμως, πάνσοφε ὄντως ἀσκήτρια.

Θεοτοκίον.
Ἐπακούουσα, Μῆτερ τοῦ Λυτρωτοῦ πάναγνε, σοῦ τῶν δεομένων μὴ παύσῃ ἐπισκιάζουσα τοὺς προσκυνοῦντας πιστῶς σὴν παναγίαν εἰκόνα, ἐλεοῦσαν ἅπαντας, Θεογεννήτρια.

Διάσωσον, ὥσπερ στρουθὸς ἡ ἀσκήσασα ἐν Κλεισούρᾳ καὶ ἀσκήσει δόξαν Θεοῦ σαφῶς κελαδήσασα, Σοφία, ἡμᾶς ἐκ παντὸς κινδύνου.

Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Τὴν προπτωτικὴν κατάστασιν βιώσασαν σὺν τοῖς τοῦ δρυμοῦ θηρίοις καὶ σκηνώσασαν Ἁγίων σὺν τάγμασιν Παναγίας ἐν Μάνδρᾳ τιμήσωμεν, σεπτὴν Σοφίαν, ἥνπερ πρὸς Θεὸν προβάλλομεν πρέσβειραν ἀκοίμητον.


ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἱκετῶν εἰς βοήθειαν σπεῦσον σῶν ἐνθέρμων, Σοφία πάνσεμνε, Πόντου βλάστημα θειότατον καὶ Μακεδονίας σεμνολόγημα.

Στερηθεῖσα τοῦ τέκνου σου ἔδραμες βιῶσαι καθάπερ ἄϋλος τέκνα οἰομένη ἅπαντας τοὺς πιστούς, Σοφία ἐγκρατεύτρια.

Ὁλικῶς ἀτενίζουσα πρὸς τὸν μόνον σῴζοντα πάντας Κύριον ὡς μωρὰ διῆλθες βίον σου, πρέσβειρα ἡμῶν, Σοφία, ἔνθερμε.

Θεοτοκίον.
Ὑπερόπτας ἀνάδειξον σχέσεων προσύλων τοὺς ἀνυμνοῦντάς σε, Θεοτόκε, παρακλήσεσι τῆς μητρὸς Σοφίας, τῆς θεόφρονος.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥείθροις σῶν λιτῶν σβέσον πάθη τὰ χαμαίζηλα τῶν σπευδόντων σοι, Σοφία, εὐλαβῶς, καὶ τὴν θήκην προσκυνούντων τῶν λειψάνων σου.

Αἴγλῃ θεϊκῇ αὐγασθεῖσα τῶν προσφύγων σου καταφώτισον, Σοφία, τῶν ψυχῶν ζόφον φέγγει τῶν παμφώτων σου δεήσεων.

Στήριξον ἡμᾶς ἐν τῇ πίστει, ἡ στηρίξασα τοῖς σοῖς λόγοις τοὺς προστρέχοντας πιστῶς Παναγίας εἰς Μονήν, Σοφία πάνσοφε.

Θεοτοκίον.
Εὔφρανον ἡμᾶς εὐωδίᾳ σῶν δεήσεων πρὸς Υἱόν σου, Μῆτερ, τὸν μονογενῆ, ἀφθαρσίας μύροις πάντας τὸν ἡδύναντα.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὑμνοῦντές σε ὡς σοφίας σκήνωμα καὶ ταμεῖον ἀρετῶν ψυχοτρόφων ἐκδυσωποῦμέν σε· Μῆτερ Σοφία, Μακεδονίας σεπτὸν ἐνδιαίτημα, ἐθνῶν τοὺς ἄρχοντας λιταῖς τοὺς ἀσόφους ἀόκνοις σου σόφισον.

Χρηστότητος βάθρον καὶ συνέσεως ἀδιάσειστον, Σοφία Ὁσία, ἡ τὴν Μονὴν Παναγίας ἀρτίως σῇ ἀγωγῇ τῇ ἐνθέῳ κλεΐσασα,
τοὺς σοὺς ἱκέτας σωφρονεῖν καὶ διάγειν σεμνῶς καταξίωσον.

Ὁδήγησον εὐσεβεῖς πρὸς θέωσιν τοὺς ὑμνοῦντάς σου τὴν σκληραγωγίαν ἐν τοῦ χειμῶνος δριμύτητι, μῆτερ, καὶ παγετῷ καὶ χιόνι, ἰσάγγελε Σοφία, φλόγα ἐν ψυχῇ ἀνημμένην τῆς πίστεως ἔχουσα.

Θεοτοκίον.
Σκοτόμαιναν πάντων ἀποδίωξον τῶν παθῶν καὶ λογισμῶν τῶν ἀτάκτων, Θεοκυῆτορ, τῶν σοὶ προστρεχόντων καὶ προσκυνούντων τὴν σὴν χαριτόβρυτον εἰκόνα ἐν τῆ ἱερᾷ Γενεθλίου σου Μάνδρα, πανάχραντε.

Διάσωσον, ὥσπερ στρουθὸς ἡ ἀσκήσασα ἐν Κλεισούρᾳ καὶ ἀσκήσει δόξαν Θεοῦ σαφῶς κελαδήσασα, Σοφία, ἡμᾶς ἐκ παντὸς κινδύνου.

Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τὴν ἀρνηθεῖσαν ἀσθένειαν φύσεως καὶ ἀληθῶς ἀνδρικῷ ἐν φρονήματι ἀσκήσασαν πίστει τιμήσωμεν, σεπτὴν Σοφίαν, βοῶντες· Ἀξίωσον ἡμᾶς σοφῶς ἐπὶ γῆς πολιτεύεσθαι.


Προκείμενον.
Ἦχος δ΄. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον· κατὰ Μάρκον (Κεφ. η΄ 34- θ΄ 1).

Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.  Ὅς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν.  Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ;  Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;  Ὅς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Δόξα.
Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου ....
Ὄρνις ὡς φιλέρημος ἐν τῇ Μονῇ Θεοτόκου καλιὰν ἀσκήσεως νυχθημέρου ἔπηξας, μῆτερ ἔνδοξε, ἡ ἐκ νεότητος θλίψεις καὶ στερήσεις ὑπομείνασα καὶ δάκρυα πολλὰ ἐκχύσασα, ὥσπερ Παραδείσου ἀπέναντι καθήμενοι προπάτορες, ἔνθεε Σοφία, διδάσκουσα
πάντας ὑπομένειν τὰς λύπας καὶ τὰς θλίψεις ἀκλινῶς παρόντος βίου προσβλέποντες χαρμονὴν εἰς ἄληκτον.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Φέγγει πόνων, Σοφία, σῶν ἀόκνων πρὸς κτῆσιν σοφίας ἄνωθεν καὶ ἀρετῆς ἐνθέου φωτίσασα ἀρτίως εὐσεβῶν τὰ συστήματα, φωτὶ ἀΰλῳ τὸν νοῦν ταχὺ καταύγασόν μου.

Ῥυπογόνους ἑστίας μολυνούσας καρδίας πιστῶν τοῖς νάμασιν ἀπόπλυνον εὐχῶν σου πρὸς τὸν Χριστόν, Σοφία, παρ' ἑστίαν τὴν αὔλειον ἡ καθημένη σαρκὶ ἀνάπαυσιν διδοῦσα.

Οὐρανίων δωμάτων κληρονόμος ἐγένου, Σοφία πάνσεμνε, ἡ σὴν οὐρανοδρόμον τελέσασα πορείαν ἐν Μονῇ Θεομήτορος· διὸ τὴν χάριν τὴν σὴν καὶ ἀρωγὴν αἰτοῦμαι.

Θεοτοκίον.
Ὑμνητῶν σου, Παρθένε, ἱκεσίας προσδέχου ὥσπερ θυμίαμα εὐῶδες, οἵα πόνους Σοφίας ἀσκητρίας, καὶ αὐτὰς τῷ Παντάνακτι καὶ σῷ ἀχράντῳ Υἱῷ προσάγαγε καὶ Κτίστῃ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥοὰς δακρύων τῶν ἱκετῶν σου, Σοφία, τῶν εὐχῶν σου ἀπόσμηξον μάκτρῳ πρὸς Χριστόν, Οὗ κάλλος ὁρᾷς μορφῆς τὸ θεῖον.

Ἐγχειρισθεῖσα ὑπὸ Παρθένου, Σοφία, χάριν εὗρες αὐτῆς συνεργείᾳ ἀπελαύνειν νόσους πιστῶν τὰς ἀνιάτους.

Ἰλύος πάσης τῶν μεριμνῶν ὑπερτέρα καθ' ἑκάστην ὀφθεῖσα, Σοφία, κάθαρον ἱκέτας τοὺς σοὺς παθῶν ἰλύος.

Θεοτοκίον.
Μονῆς Κλεισούρας ἀκέστορ καὶ ἀντιλῆπτορ, Θεοτόκε, πρεσβείαις Σοφίας ἀσκητρίας, ῥῦσαι ἡμᾶς ἐχθροῦ παγίδων.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἑῴας μυροβόλον λείριον ἀρτίως τὸ ἐξανθήσαν σαλότητος μόχθοις σου, Σοφία, δεῖξόν με σκήνωμα ὁσιότητος.

Χαρᾶς, ἧς ἀπολαύεις, ἐν σκηναῖς ἀφθίτοις μέτοχον δεῖξον, Σοφία πανεύφημε, τοὺς μεγαλύνοντας πόνους τῆς σῆς ἀσκήσεως.

Μετὰ τῆς Θεοτόκου, ἧς τῷ φερωνύμῳ αὐτῆς Σεμνείῳ καλῶς ὑπηρέτησας, ὑπὲρ ἡμῶν ἐκδυσώπει, Σοφία, Κύριον.

Θεοτοκίον.
Μυράλειπτρον ἁγνείας, Κεχαριτωμένη, σῆς περικλύστου Μονῆς θεῖον κόσμημα, χαρᾶς ἀφθίτου ἐν πόλῳ ἡμᾶς ἀξίωσον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, την ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, την ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.
Χαίροις, τῆς Χαλδίας σεπτὸς βλαστός, χαίροις, Πόντου κρίνον μυροβόλον καὶ εὐανθές, χαίροις, τῆς Κλεισούρας κιννάμωμον, Σοφία,
ἡ ἀκραιφνεῖ ἀσκήσει κόσμον ἡδύνασα.

Πάντας τοὺς προστρέχοντας εὐλαβῶς σαῖς θερμαῖς πρεσβείαις ῥῦσαι βλάβης τοῦ πονηροῦ, ἡ αὐτοῦ ἐνέδρας σαλότητι, Σοφία,
Μονῇ ἐν Παναγίας ἄρτι πατήσασα.

Χαίροις, καλλικέλαδε ἀηδὼν Πόντου καὶ στρουθίον παρ' ἑστίαν σεπτῆς Μονῆς Παναγίας ἄρτι, Σοφία, ἐν ὑπαίθρῳ τὸ καλιὰν ἀγώνων
πῆξαν, πανθαύμαστε.

Χαίροις, τῆς Παρθένου θεραπαινίς, ἡ σκληραγωγίᾳ, χαμευνίᾳ καὶ προσευχῇ ἐν ἐσχάτοις χρόνοις ἑλκύσασα τὴν χάριν τοῦ Πνεύματος, Σοφία, θεία ἀσκήτρια.

Χάρις ἐπεσκίασε δαψιλῶς Πνεύματος ἁγίου σέ, Σοφία θεοσεβές, καὶ ἀνέδειξέ σε ταμεῖον θαυμασίων καὶ ῥεῖθρον ἰαμάτων καὶ προοράσεως.

Δεῦτε, ἀσπασώμεθα εὐλαβῶς θήκην τῶν λειψάνων ἀσκητρίας τῆς θεαυγοῦς Θεοτόκου Μάνδρας, Σοφίας, τῆς ἀρτίως σαλότητι λαμψάσης καὶ ἀγαθότητι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείανεἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἐκ τοῦ Πόντου ἀρτίως ἐξανατείλασαν ὥσπερ νεόφωτον ἄστρον ἀσκητικῆς ἀγωγῆς καὶ Κλεισούραν Καστορίας καταυγάσασαν
φέγγει ἀόκνου προσευχῆς, κατατήξεως σαρκὸς ἐμπόνου σκληραγωγίας καὶ θαυμασίων, Σοφίαν, ἡμῶν ὡς πρέσβειραν ὑμνήσωμεν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Μάνδρας Παναγίας θησαυρὲ ἄσυλε καὶ πάντιμον γέρας ἐνθέων ἀσκητριῶν, ἡ σοφίας ἔμπλεως Θεοῦ καὶ σκήνωμα ἀρετῆς πολυτίμητον, Ὁσία Σοφία, σόφισον τοὺς σπεύδοντας ταῖς ἱκεσίαις σου καὶ ἀνευφημοῦντας ἐκθύμως τῆς σκληραγωγίας σου πόνους
πρὸς τὴν ὁλοκλήρωσιν καὶ θέωσιν.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις των δούλων σου και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου είς σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.



Δίστιχον.
Ἐφραιμίας Συνοδίαν φρούρει, εὖχος
Κλεισούρας, Σοφία, βοᾷ Χαραλάμπης.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.




Πηγή
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης