Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Κανών Παρακλητικός εις την Υπεραγίαν Θεοτόκον υπέρ των αδίκως φυλακισθέντων Empty Κανών Παρακλητικός εις την Υπεραγίαν Θεοτόκον υπέρ των αδίκως φυλακισθέντων

Τετ Οκτ 24, 2012 5:18 am
Κανών Παρακλητικός εις την Υπεραγίαν Θεοτόκον υπέρ των αδίκως φυλακισθέντων

(Ποίημα Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου Στυλιανοῦ Μακρῆ, Δρος Θ.)

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.

Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, δτι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

και τά Τροπάρια
Ἧχος δ΄.Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοῦ ἀδεκάστου Δικαστοῦ γεγονυῖα, Μήτηρ συνήγορος γενοῦ μοι Παρθένε, τῷ δικηφόρον κλήτευμα λαβόντι ποτέ, ἐν πλεκτάνῃ κατηγόρων μου, ἐκδοθὲν καὶ ἀσφάλισον, τὴν ἐμὴν ἀθῴωσιν, τῇ σῇ ἀνεπικλήτῳ, ὑπερασπίσει Δέσποινα Σεμνή, καὶ τῶν δυσφόρων, δεσμῶν μου τὴν ἄνεσιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ὑμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ• σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.


Ό Ν' (50) Ψαλμος.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα ψάλλομεν τὸν παρόντα κανόνα, οὗ ἡ ἀκροστιχίς:
Ἐξάγαγε, Μῆτερ, ἐκ φυλακῆς τὴν ψυχήν μου. Στυλιανού


Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.

Εἰργμένοις ἀδίκως ἐν φυλακῇ, Ἄχραντε ὡς πάλαι, ὁ Υἱός σου καὶ Λυτρωτής, ἄνεσιν δεσμῶν ταχὺ παράσχου, τῇ πρὸς Αὐτὸν κραταιᾷ ἱκεσίᾳ σου.

Ξηράνας σαρκός μου τοὺς ὀφθαλμούς, ἐν κλαυθμῷ καὶ στόνῳ, γοερῶς σοὶ ἀναβοῶ• Μνήσθητι κἀμοῦ τοῦ ταλαιπώρου, καὶ τῆς εἰρκτῆς μου Ἁγνὴ ἐλευθέρωσον.

Ἀγόρευσον Μῆτερ εἰς δικαστοῦ, ἀδεκάστου Λόγου, βῆμα ὄντως τὸ φοβερόν, ὑπὲρ τῶν ἀδίκως συλληφθέντων, ἀνασκευάζουσα ψεῦδος ἀντίδικον.

Γυρόθεν μου σίδηρος καὶ κιγκλίς, καὶ σκότος ὡς φίλοι, τῆς μονώσεως τῆς ἐμῆς•  ἀλλ’ Ἁγνὴ τοιαύτης με φιλίας, ὥσπερ κλειδοῦχος ἐλέους ἀπάλλαξον.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀντιβόλει ἐφέτιν, καὶ οἰκτιρμῶν Κύριον, ὑπὲρ τῶν καταδικασθέντων, ἀδίκως Δέσποινα, ἵνα ταχέως αὐτοῖς, ἐλευθερίας τὸ δῶρον, διὰ τῆς πρεσβείας σου, πᾶσι δωρήσηται.

Γειτνιόντων μοι χλεύην, καὶ ὑβριστῶν γέλωτα, καὶ τὸν καγχασμὸν Θεοτόκε, συγκαταδίκων μου, συνηγορίας τῆς σῆς, ὡς καθελοῦσα δυνάμει, κουφισμὸν παράσχου μοι, τῆς δικαιώσεως.

Ἑδωλίου δολίου, καὶ πονηρᾶς κρίσεως, δικαστῶν ἀδίκων Παρθένε, καὶ εἰσαγγέλσεως, κακεντρεχοῦς μυστικῇ, συναντιλήψει σου Κόρη, σῷζε τοὺς μηδέποτε, παρανομήσαντας.

Μηνυτῶν μου ἡ μῆνις, εἰς φυλακὴν ἔβαλεν, οἴμοι τὸν πιστόν σου οἰκέτην, τὸν ἀνυμνοῦντά σε, καὶ νῦν κατάδικος, πέλων προσφεύγω δικαίως, πρὸς ἐτυμηγόρον σου, Δέσποινα ἔφεσιν.

Δικαίωσον, τοὺς ἐν εἱρκτῇ παρανόμως ἐγκεκλειμένους, καὶ ἀθώους δεσμῶτας Μῆτερ αὐτεπαγγέλτῳ σου, ὑπὲρ ἱκετῶν σου συνηγορίᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Εἰς νόμου σαφῶς ἠρήσθησαν ἀσάφειαν, μετήλλαξαν δε τὸ ψεῦδος εἰς ἀλήθειαν, οἱ ἐμοὶ ἀντίδικοι, ἐν εἱρκτῇ ἰδεῖν με ἐφέμενοι, ἀλλ’ ἀνταπόδος Δέσποινα αὐτοῖς, τῆς πονηρίας αὑτῶν τὴν ἀντάμειψιν.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ τεκοῦσα τὸν Ἄρχοντα, τῆς δικαιοσύνης ἐπιμελήθητι, περὶ τῆς ἀνταποδόσεως, τοῦ ὄντως δικαίου τοῖς ἱκέταις σου.

Τὴν παράνομον κράτησιν, καὶ τὸν ἐγκλεισμόν μου εἰς δεσμωτήριον, δι’ ἀνύπαρκτα ἐγκλήματα, λῦσον Ἀγαθὴ χειρὶ ἐνδίκῳ σου.

Ἐφετεῖον τὸ ἔμψυχον, καὶ ἀλιτροδίκων ἡ ἀνεπίδικος, πέλεις Δέσποινα ἀναίρεσις, καὶ τῶν ὑποδίκων ὑπεράσπισις.

Ῥῆξον δύσθλαστον ἅλυσιν, ἀξιοπενθῆ τε καὶ ἀπαράκλητον, τοῦ δεσμώτου δεομένου σου, παύουσα τὴν θλίψιν μου Πανύμνητε.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔλεος Χριστοῦ, καθειργμένοις ὡς ἀεἰρυτος, θείας συγγνώμης κρήνη καὶ τῆς χαρᾶς, πηγὴ ἐκπόρισον πᾶσι, Νύμφη Ἀνύμφευτε.
Κλαίω ἐμαυτόν, τοῖς δεσμοῖς ὀλοφυρόμενος• ἀπὸ μακρόθεν ἔστησαν οἱ γνωστοί• οὐδεὶς πλησίον μου πλὴν σου, Θεομακάριστε.

Φίλτρῳ μητρικῷ, τοὺς ἀθώους ἐπισύναξον, ὥσπερ ἡ ὄρνις νοσσία τὰ ἑαυτῆς, ὑπὸ τὰς πτέρυγας Μῆτερ, τῆς προστασίας σου.

Ὕποπτον φυγῆς, ὡς με πάλαι ᾐτιάσαντο, εὐαγγελίου φυγάδες τῶν ἐντολῶν, ὑπὸ τὴν σὴν εὐσπλαχνίαν, Κόρη κατέφυγον.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Λιμώττοντας, τοὺς πεινῶντας χόρτασον, τὴν Χριστοῦ δικαιοσύνην καὶ ῥῶσιν, δίδου τὴν λύτρωσιν ἐκδεχομένοις, κἀπὶ τὴν σὴν δικηφόρον ἐλπίζουσι, χεῖρα τὴν τίνουσαν Ἁγνή, τοὺς ἀνόμως αὐτοὺς ἐκδικάσαντας.

Ἀκύρωσον, ψευδολόγων ἔλεγχον, τὸν ἀνόμιμον καὶ ἄδικον κρίσιν, τῶν ἐπιόρκων κριτῶν μου ἐνστάσει, ἀνεπικλήτῳ τῇ σῇ Ἀειπάρθενε, ἵνα Σεμνὴ ἐκ σκοτεινῆς, καὶ στενῆς φυλακῆς ἐξαγάγῃς με.

Κακούργημα, καὶ ἀνοσιούργημα, ποινατόρων δικαστῶν Θεοτόκε, ἡ καταδίκη ἀθώων καθάπερ, ὑπὸ Πιλάτου Σταυροῦ τὸ κατάκριμα, ἀλλ’ ἀνταπόδωμα αὐτοῖς, ἡ ποιναῖα τοῦ τόκου σου νέμεσις.

Ἡτοίμασαν, κατ’ ἐμοῦ καθείρξεως, τὸ ἀκάνθινον Πανάμωμε στέφος, ἠμφίεσάν με τὴν χλεύην ὡς χλαῖναν, καὶ ψευδομάρτυρας πλείστους ἐκάλεσαν, σὺ δὲ γενοῦ μοι βοηθός, καὶ φρουρά μου τῆς ὑπερασπίσεως.

Δικαίωσον, τοὺς ἐν εἱρκτῇ παρανόμως ἐγκεκλειμένους, καὶ ἀθώους δεσμῶτας Μῆτερ αὐτεπαγγέλτῳ σου, ὑπὲρ ἱκετῶν σου συνηγορίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα ἱκέτευε, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἐναγομένου ἐμοῦ οὐχ εὑρέθησαν, παρανομίας τινὸς τὰ πειστήρια, ἀλλ’ εἰ καὶ ἀθῷον ἑώρων με, οἱ δικασταὶ ἐν εἱρκτῇ με συνέκλεισαν, τὸν κράζοντα• Σῶσόν με Θεόνυμφε.

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (3 φορές)

Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
 
Εὐαγγέλιον (Λουκ. 1, 39-56)

Τῷ καιρῷ ἐκείνῳ, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὑτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν• Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου• Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με• Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου• Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ• Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῶ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὑτοῦ• Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί, ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὑτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὑτῆς.

Δόξα.
Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Εἶτα τὸ παρὸν τροπάριον.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος  πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴ καταπιστεύσῃς με, δεσμωτῶν Παραμυθία, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου, θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῆς καθείρξεως τὰ δέσμια, καὶ τὰς ἁλύσεις μου, καὶ τῶν μηνυτῶν μου τὰ πρόδηλα, χαλκεύματα καὶ δόλια, κατὰ τῆς ζωῆς μου βουλεύματα• Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν• τὸ συμφέρον ποίησον.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου.
Ἐλέει καὶ οἰκτιρμοῖς.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Συσσεισμῷ σαλευθῆναι, τὰ θεμέλια Κόρη δεσμωτηρίου παθῶν, ὡς ἂν διανοιχθῶσιν, αἱ θύραι παραχρῆμα, καρδιῶν καθικέτευε, τὸν τῶν πατέρων ἡμῶν, Θεόν τε καὶ Υἱόν σου.

Τιμωρὸς ἡ ἡμέρα, ἐπελθέτω Κυρίου ἡ φοβερὰ ἐν πυρί, τοὺς κρίνοντας κρινοῦντι, μὴ τὴν δικαίαν κρίσιν, καὶ δικάσοντι Δέσποινα, τοὺς δικαστάς μου ποτέ, Παρθένε γινομένους.

Ἡ Χριστοῦ δεομένη, ἀμνηστίαν καὶ χάριν τοῦ ἀπονεῖμαι πιστοῖς, ἑκάστου τῶν δεσμίων, Ἁγνὴ Παρθενομῆτορ, τὸ συμφέρον ἐξαίτησαι, ὅσα γὰρ θέλεις σαφῶς, δύνασαι τοῦ ποιῆσαι.

Νηπενθῆ με καὶ πάλιν, οἱ οἰκεῖοι καὶ φίλοι ἰδέτωσάν με Σεμνή, καὶ τῆς φρικτῆς εἱρκτῆς μου, ποσὶν ἀγαλλομένοις, ἐξερχόμενον Δέσποινα, καὶ σοὶ φωνῇ ἠχηρᾷ, θερμῶς εὐχαριστοῦντα.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ψαλμοῖς καὶ ὕμνοις, καὶ προσευχαῖς τῶν δεσμίων, φυλακαὶ κατασείονται πᾶσαι, ῥήγνυσι γὰρ τείχη, Ἁγνὴ τὸ ὄνομά σου.

Ὑλάκτησάν με, τῆς ψευδορκίας οἱ κύνες, ἀλλ’ ἐγὼ τῆς καρδίας μου στύλον, τὴν σὴν Θεοτόκε, ὑπῄρεισα πρεσβείαν.

Χρεὼν ὑμνεῖν σε, ὅτι χρεῶν παραγράφεις, πλῆθος Ἄχραντε δυσαποδότων , δωρεὰν καὶ πάντας, λυτροῖ χρεωφειλέτας.

Ἤγγισαν θλίψεις, ἤλασαν ἄλγη τὸ σῶμα, ᾔκησάν μου ἁλύσεις τὰς χεῖρας, ἀλλ’ ὡς Πέτρον πάλαι, σῶσόν με Θεοτόκε.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νοήματα θανάτου, αὐτοβούλου πάντῃ, κολαστικοῦ καὶ ἀπέλπιδος καὶ πονηροῦ, τῶν δεσμωτῶν ἀποσόβησον Παναμώμητε.

Μὴ παύσῃ δεομένη, ὑπὲρ τῶν ἀδίκως, ἐν φυλακαῖς ἐγκλεισθέντων Παρθένε Ἁγνή, καὶ τῆς ἐκείνων ἀμέσου ἀποδεσμεύσεως.

Οὐκ ἔστι μοι ἑτοίμη, πρὸς ἀπολογίαν, ἡ βορβορώδης ψυχή μου διόπερ Σεμνή, τὸν τῆς ἐμῆς μετανοίας χρόνον παράτεινον.

Δόξα.
Ὑπὸ τὴν προστασίαν, τὴν σὴν καταφεύγω, ὁ ἀντιδίκων ἀδίκων σαγήνῃ ἁλούς• μὴ οὖν Παρθένε ζωγρίαν, ἐγκαταλίπῃς με.

Καὶ νῦν.
Συνήγορος γενοῦ μοι, εἰς ἐσχάτην ὥραν, τῆς τελικῆς ἀνακρίσεως πάντων Ἁγνή, καὶ αἰωνίου με ῥῦσαι τῆς κατακρίσεως.


’Αξιόν έστιν ώς αληθώς, μακαρίζειν σε τήν Θεοτόκον, τήν άειμακάριστον καί τταναμώμητον, καί μητέρα τοΰ Θεοΰ ήμών. Τήν τιμιωτέραν τών Χερουβείμ, καί ένδοξοτέραν, άσυγκρίτως τών Σεραφείμ, την άδιαφθόρως Θεόν Λόγον τεκοΰσαν, τήν όντως Θεοτόκον, σε μεγαλύνομεν.

καὶ τὰ παρόντα μεγαλυνάρια

Χαῖρε ἡ ἐπίκλησις δεσμωτῶν• χαῖρε τῶν δικαίων, ἡ προστάτις καὶ βοηθός• χαῖρε ὑποδίκων, θερμὴ συνηγορία• ἐλπὶς ἀδικουμένων, χαῖρε Πανάχραντε.

Τῆς φωνῆς εἰσάκουσον τῶν πιστῶν, τῶν ἐκδεχομένων, ἱκεσίαν σου πρὸς Χριστόν, τὸν Δικαιοκρίτην, ὑπὲρ τῶν δικαζόντων, καὶ τῶν δικαζομένων, Ἄχραντε Δέσποινα.

Ὡς καρδίαν ἄδεσμος Ἀγαθή, ἀχείρωτος πνεῦμα, καὶ ἀνάλωτος τὴν ψυχήν, πρὸς σὲ καταφεύγων, προσπίπτω τοῖς ποσί σου, αἰτούμενος σαρκός μου, δεσμῶν ἀπάλλαξιν.

Δόλῳ καὶ πλεκτάνῃ δικαστικῇ, ἐπεδίκασάν μοι, κακοπάθειαν καὶ κλαυθμόν, σὺ δὲ μεταβάλλεις, ταῦτα εἰς θυμηδίαν, αὐτεπαγγέλτῳ Κόρη, παραμυθία σου.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὰ παρόντα Ἀπολυτίκια.

Ἐλέησον ἡμᾶς, Κύριε ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν Ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου, καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τὴν εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε. Ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσαιμεν• ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων Σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Εἶτα ἐκτενὴς καὶ ἐν τῇ ἀπολύσει τὸ παρόν

Ἦχος  β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ἴδε τὴν ταπείνωσιν Ἁγνή, τῶν ἐν φυλακαῖς ἐγκλεισθέντων, ὧνπερ ἑκάστου ταχύ, Ἄχραντε ἀπέργασαι, τὸ ἀπελεύθερον, ἐφετῶν γὰρ ἀκρότητα, τεκοῦσα ἀσπόρως, Λόγον τὸν Φιλάνθρωπον, πᾶσιν τὴν ἄφεσιν, δίδως δωρεὰν καὶ δωσμώταις, λύσιν τῶν ἁλύσων παρέχεις, ἀλκαιᾷ πρεσβείᾳ σου πρὸς Κύριον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τὴν σκέπην σου.


Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,  
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Αμήν.


Ἀσμένως τῷ ὑμνήσαντι σὲ Μῆτερ Θεοτόκε
χρυσοῦν ἀντίδος τάλαντον τὸ τῆς ὑμνογραφίας.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης