Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Λεχώβου Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Λεχώβου

Τετ Μάης 01, 2019 11:06 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Λεχώβου Κιάτου Κορινθίας

Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Λεχώβου Lexoba10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

Τῇ Θεοτόκῳ εὐσεβῶς ἐκβοῶμεν, οἱ προσερχόμενοι ἐν πίστει καὶ πόθῳ, τῇ ἱερᾷ καὶ θείᾳ Εἰκόνι τῆς Μονῆς, Λέχωβα πανύμνητε, ἐξ ἐχθρῶν τὰς ψυχὰς ἡμῶν, φύλαξον καὶ λύτρωσαι, ἐν ἀγῶνι ἀτρώτους· Σὺ γὰρ ὑπάρχεις πάντων τῶν πιστῶν, Μήτηρ καὶ σκέπη, καὶ δύναμις ἄμαχος.

Δόξα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Πανάγνου τὴν δόξαν πιστοὶ ὑμνήσωμεν, καὶ τῶν θαυμάτων τὸν πλοῦτον ὃν τοῖς πιστοῖς ὡς πηγή, ἀναβλύζει κρουνηδὸν ἡ Λεχωβίτισσα· πάθη ἀνίατα σαρκός, καὶ νοσήματα ψυχῆς, ἰᾶται τοῖς προσιοῦσι, καὶ παρέχει τοῖς ἐν ἀνάγκαις, τὴν προστασίαν καὶ τὴν χάριν Αὐτῆς.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τὴν Λεχωβίτισσαν ἐν ὕμνοις τιμῶμεν, καὶ μεγαλύνομεν αὐτὴν ἐκβοῶντες, τὴν Ἐκκλησίαν στήριξον Παρθένε σεμνή, φρούρησον ἐν τῇ δυνάμει Σου, Ὀρθοδόξων τὰς φάλαγγας, σῶσον τοὺς τιμῶντάς Σε, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἐκ κινδύνων πλείστων χαλεπῶν, Σὺ γὰρ ὑπάρχεις, βροτῶν ἡ ἀντίληψις.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Τῇ Θεομήτορι Λεχώβῃ ἱκεσία. Νικοδήμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Τιμῶμεν ἐν ὕμνοις θεοπρεπῶς, Παρθένον Μητέρα, Θεοῦ Λόγου Υἱοῦ Πατρός, προστάτιν τοῦ γένους τῶν ἀνθρώπων, καὶ ἀσθενούντων δεινῶν τὴν ἀντίληψιν.

Ἡ μόνη παρήγορος τῶν πιστῶν, Σὺ πέλεις Παρθένε, καὶ μεσίτρια πρὸς Θεόν, δυσώπει ἁγνὴ Θεοκυῆτορ, ὑπὲρ ἡμῶν τῶν πιστῶς δεομένων Σου.

Θεράπευσον Λέχωβα ἐκ παθῶν, ψυχὰς προστρεχόντων, τῇ Εἰκόνι Σου τῇ σεπτῇ, καὶ δὸς θεραπείαν τῶν σωμάτων, τῶν προσκυνούντων Παρθένε τὴν χάριν Σου.

Ἐτέχθης Μαρία πανθαυμαστῶς, καὶ τέτοκας Κόρη, Θεὸν Λόγον ὑπερφυῶς, μεσίτευσον Μῆτερ τῷ Υἱῷ Σου, ὑπὲρ ἀτέκνων συζύγων Πανάχραντε.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁλοψύχως βοῶ Σοι ἐκ τῶν δεσμῶν λύτρωσαι, τὴν ἐμὴν καρδίαν Παρθένε, καὶ περιφρούρησον, ὑπὸ τὴν σκέπην τὴν Σήν, τὴν ἀσθενοῦσαν ψυχήν μου, Σὺ γὰρ πέλεις Λέχωβα, ταμεῖον χάριτος.

Μεγαλύνω Παρθένε τὰ παμπληθῆ θαύματα, ἃ ἐπιτελεῖς θαυμασίως, τοῖς προσκυνοῦσί Σου, ἐν τῇ ἁγίᾳ Μονῇ, ἣν θαυμαστῶς περισκέπεις, ὦ Παρθένε Λέχωβα, Εἰκόνα πάντιμον.

Ἡ ἁγία Εἰκών Σου ὡς θησαυρὸς ἄσυλος, ἐν τῇ Σῇ Μονῇ τῆς Λεχώβης, διαφυλάσσεται, καὶ ὡς πηγὴ θαυμαστῶς, τῶν προσκυνούντων καρδίας, καταρδεύει πάντοτε, τῇ θείᾳ χάριτι.

Τὴν τεκοῦσαν ἀσπόρως τὸν οὐρανοῦ Κύριον, ὡς Θεοῦ Μητέρα τιμῶμεν, καὶ μεγαλύνομεν, ἐκλιπαροῦντες θερμῶς, τοῦ μεσιτεῦσαι Κυρίῳ, τοῦ λυθῆναι ἅπαντας, δεσμῶν ἀλάστορος.

Περίσωζε, ἐκ πολεμίων τοὺς δούλους Σου Θεοτόκε, ὅτι πάντες οἱ γηγενεῖς εἰς Σὲ καταφεύγομεν, ὡς ἔχουσαν μητρικὴν παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις και το Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν...

Παρθένε σεμνή, Εἰκόνα τὴν ἁγίαν Σου, τιμῶμεν πιστῶς, κηρύττοντες τοῖς πέρασι, τὰ ἐξαίσια θαύματα, καὶ σημεῖα Λέχωβα ἔνδοξε, ἃ παρέχεις δαψιλῶς, τοῖς πόθῳ αἰτοῦσι, τὴν Σὴν χάριν Ἁγνή.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Οὐρανίων δυνάμεων, ὑπερτέρα πέφυκας Παντευλόγητε, ὡς γεννήσασα τὸν Κύριον, καὶ Θεὸν τοῦ σύμπαντος Πανάχραντε.

Ῥαντιστήριον χάριτος, Ἱερᾶς Μονῆς Λεχώβης καὶ στήριγμα, ἀνεδείχθης Παμμακάριστε, καὶ τῶν ἀσθενούντων ἡ ἀντίληψις.

Ἱκετήρια πρόσδεξαι, ἐξ εὐγνωμονούσης καρδίας Δέσποινα, καὶ χαρίτωσον τὸν δοῦλόν Σου, τῇ Σῇ ἀντιλήψει Θεοδόξαστε.

Λεχωβίτισσα Δέσποινα, τὴν ἐμὴν καρδίαν ἐκ πάσης θλίψεως, ἐλευθέρωσον καὶ κράτυνον, ἐν ἐλπίδι θείᾳ τοῦ Κυρίου Σου.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔκπτωτον σατάν, καταδίωξον Πανάχραντε, καὶ τὰς αὐτοῦ ἐνέδρας πανθαυμαστῶς, τῇ Σῇ δυνάμει κατάστρεψον πάντας σώζουσα.

Χάριτι Χριστός, Ὃς ἐκ σπλάγχνων Σου ἀνέτειλε, καταφωτίζει Κόρη τοὺς γηγενεῖς, ἐν τῷ ἀκτίστῳ φωτὶ τῆς Αὐτοῦ Θεότητος.

Ὤφθης τὸν Χριστόν, ἐν ἀγκάλαις Σου βαστάζουσα, καὶ γαλουχοῦσα Ἁγνὴ ὑπερφυῶς, τὸν τροφοδότην τοῦ κόσμου Θεοχαρίτωτε.

Βίον τῶν πιστῶς, προσκυνούντων τὴν Εἰκόνα Σου, πρὸς τὴν ζωὴν τὴν θείαν τοῦ οὐρανοῦ, Θεογεννῆτορ κατεύθυνον ταῖς πρεσβείαις Σου.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἡ δέησις, τῆς ψυχῆς μου Δέσποινα, Σαῖς πρεσβείαις ἀναβαίνει τῷ Κτίστῃ, καὶ ἡ ψυχή μου πληροῦται γαλήνης, καὶ εὐφροσύνης ἐνθέου Πανάμωμε, Σὺ πέλεις ὄντως Ἀγαθή, τῶν πιστῶν βακτηρία καὶ δύναμις.

Ἱκέται Σου, ἐν Μονῇ προστρέχομεν, τῆς Λεχώβης Θεοτόκε ἐν πίστει, ὅτι πολλῶν, τὰς αἰτήσεις προδέχῃ, καὶ θαυμαστῶς ἰατρεύεις τοὺς πάσχοντας· διὸ πᾶσιν ὁμολογῶ, μεγαλεῖα τὰ Σὰ Λεχωβίτισσα.

Κραταίωσον, τὴν ψυχήν μου Δέσποινα, ποντουμένην ἐν ταῖς ζάλαις τοῦ βίου· ὅτι πιστῶς, ἐν Εἰκόνι Σου κλίνω, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος γόνατα, καὶ δέομαι ἐν πειρασμοῖς· ἐκ παθῶν ἐνοχλούντων με σῶσόν με.

Ἐπίσκεψαι, τὸν λαόν Σου Ἄχραντε, συνεχόμενον ἐν θλίψει καὶ πόνῳ, ὅτι πολλῆς, ἀνομίας ἐπλήσθη, τῶν γηγενῶν ἡ ζωὴ καὶ προσήγγισε, Σοδόμων τὴν διαφθοράν, καὶ Γομόῤῥας τὰ πάθη τὰ ἄνομα.


Κραταίωσον, τεταραγμένας καρδίας Θεοκυῆτορ, ὅτι πάντες ἐν πειρασμοῖς κλονούμεθα Λέχωβα, καὶ δίωξον πολεμούντων τὰ στίφη.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις και το Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Λεχωβίτισσα μοναζουσῶν τὸ κεφάλαιον, τῶν πιστῶν δὲ ἀσφαλέστατον καταφύγιον, Σὺ ὑπάρχεις παναληθῶς γεννήσασα Χριστόν, καταξίωσον πάντας ἡμᾶς, τοῦ πορευθῆναι ἀσφαλῶς, τὴν ὁδὸν τῆς λυτρώσεως, λύουσα τὰς ἐνέδρας, σατὰν ἐχθροῦ παγκακίστου, ἡ προστασία τῶν πιστῶς, Θεοτόκε ἀνυμνούντων Σε.


Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σου, καὶ ἐπιλάθου τοῦ λαοῦ Σου, καὶ τοῦ οἴκου τοῦ πατρός Σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους Σου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στ. Έλεήμον, ελέησόν με, ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Πάντες προσερχόμενοι, τῇ Σῇ Εἰκόνι Παρθένε, καὶ κατασπαζόμενοι, τὴν μορφήν Σου, ἄχραντε Λεχωβίτισσα, τῶν παθῶν ἄφεσιν, πειρασμῶν τὴν λύσιν, νοσημάτων ἀπολύτρωσιν, δαιμόνων δίωξιν, καὶ τῶν λυπηρῶν τὴν διόρθωσιν, αἰτούμεθα οἱ δοῦλοί Σου, Σαῖς λιταῖς λαβεῖν Παμμακάριστε· ἵνα λυτρωθέντες, κηρύξωμεν τὴν χάριν Σου Ἁγνή, καὶ τοῦ Υἱοῦ Σου τὴν δύναμιν, ἐν πᾶσι τοῖς πέρασιν.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σεμνὴ Παρθενομῆτορ, ἡ Μονὴ τῆς Λεχώβης ἐγκαυχωμένη τιμᾷ, τὴν Σὴν σεπτὴν Εἰκόνα, καὶ ψάλλει τῷ Υἱῷ Σου, ἐπινίκια λέγουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἰδεῖν τὰ μεγαλεῖα, οὐρανῶν Βασιλείας ἀξίωσόν με Ἁγνή, πρεσβεύουσα ἀπαύστως, τῷ Κτίστῃ καὶ Υἱῷ Σου, ἐν ᾯ ᾄσμασι μέλπομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἁγία Θεοτόκε, τῶν θαυμάτων τὰ ῥεῖθρα ἐν τῇ Λεχώβης Μονῇ, παρέχεις τοῖς τιμῶσι, τὸν τόκον Σου τὸν θεῖον, πρὸς Ὃν ἅπαντες ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νεολαίαν Κυρίου, καταρδεύεις Παρθένε σημείοις πολλοῖς, ἐν οἷς προσάγεις ταύτην, Σωτῆρι Θεανθρώπῳ, καὶ διδάσκεις συμψάλλειν Σοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱερωτάτως, ὑπὸ Ἀγγέλων ὑμνεῖται, ὁ Υἱὸς τῆς Πανάγνου ἀπαύστως, καὶ ὑπερυψοῦται, εἰς πάντας τοὺς αἰῶνας.

Καταλαβόντες, τὴν οὐρανῶν Βασιλείαν, στρατιαὶ τῶν Ἁγίων ὑμνοῦσι, σὺν τῇ Θεοτόκῳ, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὁμολογοῦμεν, τὴν Μαριὰμ ὡς Παρθένον, καὶ τιμῶμεν Αὐτὴν σὺν τῷ Λόγῳ, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Δεδοξασμένη, ἐκ γηγενῶν Σὺ ὑπάρχεις, Θεοτόκε ὡς Μήτηρ τοῦ Κτίστου, Οὗ τὴν θείαν δόξαν, ὑμνεῖς εἰς τοὺς αἰῶνας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡ χάρις τῆς Λεχώβης, ἴασιν παρέχει, τοῖς προσιοῦσιν ἐν πίστει Εἰκόνι σεπτῇ, καὶ μεγαλύνουσι ταύτης, θαυμάτων πέλαγος.

Μαρία τὸν Υἱόν Σου, τὸν Θεὸν καὶ Λόγον, ἐκ τοῦ Πατρὸς γεννηθέντα ἀχρόνως Σεμνή, ἀδιαλείπτως τιμῶντές Σε μεγαλύνομεν.

Ὁ Κύριος τῆς δόξης, ἐκ Σοῦ ἐσαρκώθη, ἵνα λυτρώσηται γένος βροτῶν ἐκ παθῶν, καὶ ἐξαρπάσῃ Παρθένε πάντας ἐκ δράκοντος.

Ὑμνοῦμέν Σε Παρθένε, ὡς Χριστοῦ Μητέρα, καὶ γηγενῶν προστασίαν καὶ σκέπην Μονῆς, ἣν περιφρούρει Μαρία, καὶ διαφύλαττε.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Πάντες, ἀνυμνήσωμεν οἱ πιστοί, Μονῆς τῆς Λεχώβης, τὴν προστάτιν τε καὶ φρουρόν, τὴν προσκυνουμένην, ἐν τῇ σεπτῇ Εἰκόνι, ὡς μόνην Θεοτόκον, κόσμου μεσίτριαν.

Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, Εἰκόνα ἁγίαν, θαυματόβρυτον καὶ σεπτήν, τὴν φυλασσομένην, ἐν τῇ Μονῇ Λεχώβης, καὶ πᾶσι χορηγοῦσαν, χάριν σωτήριον.

Οἱ ἐν ἀσθενείαις καὶ συμφοραῖς, ποικίλαις ἀνάγκαις, διαφόροις δὲ πειρασμοῖς, πρὸς τὴν Θεοτόκον, προσπέσωμεν αἰτοῦντες, Αὐτῆς τὴν μεσιτείαν, πρὸς τὸν Θεάνθρωπον.

Φύλαττε καὶ σκέπε τὴν Σὴν Μονήν, τὴν πιστῶς τιμῶσαν, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ὦ Λέχωβα Μῆτερ, πιστῶν πάντων ἡ σκέπη· καὶ δώρησαι εἰρήνην, καὶ ἀπολύτρωσιν.

Δός μοι Λεχωβίτισσα τοῦ Χριστοῦ, σωτήριον χάριν, πρὸς μετάνοιαν ἀληθῆ καὶ ἄνοιξον Μῆτερ, κρουνοὺς θείων δακρύων, ὡς τέξασα Σωτῆρα, βροτῶν Πανάμωμε.

Μεσίτευσον Κόρη τῷ Σῷ Υἱῷ, τὴν τοῦ Παραδείσου, πανευφρόσυνον ἡδονήν, δωρήσασθαι πᾶσι, τοῖς πόθῳ προσκυνοῦσιν, Εἰκόνα Σου τὴν θείαν, καὶ χαριτόβρυτον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

ὡς συνήθως τά παρόντα Τροπάρια.

Ἦχος πλ. β΄. Ἐλέησον ἡμᾶς.... Δόξα.... Κύριε, ἐλέησον ἡμᾶς....
Καὶ νῦν... Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Εἶτα ’Εκτενής καί Άπόλυσις, μεθ’ ή'ν ψάλλομεν τό έξης:

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, προσκυνήσωμεν πιστοί, τὴν σεπτὴν Εἰκόνα Λεχώβης, ἐν τῇ πανσέπτῳ Μονῇ, χάριν ἀναβλύζουσαν, τοῖς πόθῳ κράζουσι· Παναγία Μητρόθεε, ἐν θαύμασι σπεῦσον, σώματος ἀσθένειαν, ψυχῆς δὲ τραύματα, πάντα, θεραπεῦσαι ἐν τάχει, Μῆτερ Λεχωβίτισσα ὅπως, δόξαν Σοι προσφέρωμεν ἐν ᾄσμασιν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης