Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1634
https://www.proseyxi.com

Παρακλητικός Κανών Παναγίας Φανερωμένης Νέας Ηρακλείτσας Νο1 Empty Παρακλητικός Κανών Παναγίας Φανερωμένης Νέας Ηρακλείτσας Νο1

Την / Το Κυρ Απρ 28, 2019 9:09 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών Παναγίας Φανερωμένης Νέας Ηρακλείτσας Νο1

(Ποίημα Πορφυρίου Μοναχοϋ Σιμωνοπετρίτου)

Παρακλητικός Κανών Παναγίας Φανερωμένης Νέας Ηρακλείτσας Νο1 Fanero10

Εύλογήσαντος τού ίερέως άναγινώσκομεν το
ΨΑΛΜΟΣ ΡΜΒ ' (142)

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.


Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν….


Άπολυτίκιον Ήχος δ'.
Από μακρόθεν προσελθόντες, Παρθένε, και οί εγγύς έν ταπεινώσει καρδιάς προσπίπτομεν έν δάκρυσιν, πανάμωμε, έχοντες παράκλησιν τρικυμίαις τοϋ βίου την σεπτήν εικόνα Σου την έκ Θράκης έλθοϋσαν έν Ήρακλείτση κώμη προσφυώς καί πάντας, Μήτερ φρουρούσα τη σκέπη Σου.


Δόξα ό αυτός.

Εν τω ναω σου προσελθόντες σπουδαίως μεγαλομάρτυς τοϋ Χριστού και προστάτα τήσδε της κώμης, άγιε Γεώργιε, σκέπε καί περίσωζε τούς τιμώντάς σε μάκαρ, καί τής Θεομήτορος την εικόνα προθύμως έν κατανύξει σπεύδειν προσκυνεΐν έν Ήρακλείτση τη κώμη την σήμερον.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Εΐτα ό Ν ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Και ευθύς ο Κανών, ου η ακροστοιχις:
«Σθένος παρακλήσεως παράσχου, Θεοτόκε. Πορφύριος»

Ώδή α '. Ήχος πλ. δ '. Υγραν διοδεύσας.

Ύπεραγία Θεοτόκε, σώσον ημάς.
Σωρείαν θαυμάτων σου έξειπεΐν προτίθεμαι, Μήτερ• φωτισμόν μοι όθεν,
Αγνή, παράσχου και λύσιν των πταισμάτων εκ τού υιού σου, Παρθένε χορήγησον.

Ύπεραγία Θεοτόκε, σώσον ήμας.
Θαυμάξει νυν πάσα βροτών ψυχή τη σή άντιλήψει και ταχεία σου αρωγή, δι’ ών Θεοτόκε, θεραπεύεις των προστρεχόντων σοι πάντα τα τραύματα.

Δόξα.
Ε λάχιστος σπεύδω, Μήτερ, κάγώ πολλαΐς άσωτείαις καί άθέσμοις εν λογισμοϊς ταράττων τον βίον μου, Παρθένε, άλλ’ ως λιμένα σε εύρον σωτήριον.

Και νυν.
Νυστάξω Παρθένε, καί ραθυμω έκφεύγων έκθύμως πάσαν άσκησιν αρετής καί κλείω τα ώτα τής καρδίας• άλλα θαρρών, ώς Μητρί, άναστήσομαι.



Ωδή γ '. Ουρανίας άψϊδος.
Ύπεραγία Θεοτόκε, σώσον ημάς.
Ο άχρεϊός σου δούλος έν συμφοραϊς τήκομαι καί έν τρικυμία, Παρθένε, καταποντίξομαι, άλλ’ ώς σανίδα σε κρατών έν πόθω ελπίζω τοϋ εύρεϊν και άνεσιν καί άπολύτρωσιν.

Ύπεραγία Θεοτόκε, σώσον ημάς.
Σελασφόρος ή μνήμη τοϋ σοϋ ονόματος πέφυκεν, ώσπερ καταιγίδι φυγούση ήλιος έρχεται, όθεν το Χαϊρέ σοι βοώ έκ μέσης καρδίας, Χαϊρε, Θεονύμφευτε,'Ήλιον τέξασα.

Δόξα.

Παρειμένους τούς πόδας έχων, Θεοτόκε, προς σέ κατέφυγον, ώσπερ παράλυτος προς κολυμβήθραν την νέαν Σιλωάμ τής χάριτος έν τώ τεμένει σου.

Καί νΰν.
Απειράνδρως τεκοϋσα Λόγον τον προάναρχον σάρκα φορέσαντα έκ τών αίμάτων σου, καρδιακάς άμαυρώσεις αίματος θεράπευσον τών προστρεχόντων σοι.


Διάσωσον, Θεοκυήτορ Παρθένε, Ήρακλείτση τώ ναώ σου έλθόντας και πόθω πολλώ την εΙκόνα σου σέβοντας.

Επίβλεψον έν εύμενεία πανύμνητε Θεοτόκε, επί την έμήν χαλεπήν τοϋ σώματος κάκωσιν, και ιασαι της ψυχής μου το άλγος.


Κάθισμα. Hxos β '. Τά άνω ζητών.
Προστάτις δεινών και ταμεΐον τής χάριτος, φρουρούσα δεινών λαόν κάι κώμην, Άχραντε. Έκτενώς βοώμέν σοι, Ήρακλείτσης καύχημα καί σέμνωμα, καί ασθένειας λύτρωσαι, Αγνή, τούς προσελθόντας πίστει τώ τεμένει σου.


Ωδή δ ' Είσακήκοα, Κύριε.
Ύπεραγία Θεοτόκε, σώσον ημάς.
Ρυπαραϊς άμαρτίαις βορβορωθείς έν τώ βίω μου, σοι προστρέχω, ινα πλύνης με όχετοϊς δακρύων, θεονύμφευτε.

Ύπεραγία Θεοτόκε, σώσον ήμάς.
Απαλάττεΐς, Πανάμωμε, πάσης άθυμίας και άσθενείας με. Την χαράν γάρ άπεκύησας, όθεν χαρμοσύνως σοι προστρέχομεν.

Δόξα.
Κατατρύχομαι πόνοΐς σώματος δεινοϊς υπάρχων τρισάθλιος. Άλλ’ έλπίζων τη πρεσβεία σου έρχομαι Ικέτης τη εικόνι σου.

Και νϋν.
Λυτρουμένη τον κόσμον, τέξασα Θεόν τον άναρχον, βουλήματι γεννηθέντα, τούτον πρέσβευε, ινα ό Πατήρ έν Πνεύματι σώση με.


Ώδη ε '. Φώτισον ήμάς.
Ύπεραγία Θεοτόκε, σώσον ήμάς.
Ηλθε πρόδ ήμάς διά πλοίου έκ τοΰ Άθωνος ή εικόνα σου, Παρθένε Άγνή, όθεν πρός όρμον Παραδείσου πάντας ιθυνον.

Ύπεραγία Θεοτόκε, σώσον ήμάδ.
Σόφισον τον νουν των υμνουντων σε, πανάμωμε, λογισμούς φωτι τω νοητω, άποκαθαίρουσα καί διδάσκουσα τα πρέποντα.

Δόξα.
Εσβεσας, Αγνή, φρυγανώδη άμαρτήματα καί διέσωσας πρός κόλπον γαληνόν τους προφωνοϋντάς σοι τό Χαϊρε, Αειπάρθενε.

Και νΰν.
Ω τών υπέρ νουν θαυμάσιων σου, Θεόνυμφε, εν τεμένει Γεωργίου προσφυώς παρισταμένη ώς Χριστόν ή γεωργήσασα.


Ώδή ς'. Την δέησιν.
Ύπεραγία Θεοτόκε, σώσον ήμάς.
Σεσάλευται ή καρδία μου τρόμω εννοϋσα τάς νοητάς έπιθέσεις των φθονερώς πολεμούντων δαιμόνων, ινα άρπάσωσιν άρνας της ποίμνης σου και πνίξωσιν αμαρτιών τώ βορβόρω έξ ών με έξαρπασον.

Ύπεραγία Θεοτόκε, σώσον ήμαδ.
Πεπλήρωται χαρμοσΰνως βοώσα ή πληθϋς των έκ σοϋ σεσωσμένων εκ των παθών και ποικίλων, Παρθένε, άρρωστημάτων ψυχης τε καί σώματος καί ψάλλουσι χαρμονικώς γηθοσύνως ωδάς παρακλήσεως.

Δόξα.
Αγάλλoμαι έκφυγών τάσ παγίδας περιστάσεων, Παρθένε, τοϋ βίου καί τάς πολλάς άκανθώδείς μερίμνας, άς καταφλέγει ό πόθος σου, Δέσποινα όσάκΐς αν έν προσευχή δεηθώ τη άγια είκόνι σου.

Καί νϋν.
Ρομφαία σου άκατάβλητος, Μήτερ, καταβάλλει νοητάς έπιθέσεΐς καί νοεράν έν καρδίαις εισβάλλει την σην ένθυμησιν, όταν τα τέκνα σου δεινών όρώσιν άπειλάς, ών ταχέως αυτών με άπάλλαξον.

Διάσωσον από κινδύνων τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.

Αχραvτε, ή διά λόγου τον Λόγον άνερμηνεύτως επ’ εσχάτων των ήμερων τεκοϋσα δυσώπησον ώς εχουσα μητρικήν παρρησίαν.


Κοντάκιον.
Ήχος δ '. Προστασία φοβερά.

Προστασία κραταιά, άκαταίσχυντος καί έλπίς πρός Χριστόν άπαράτρεπτος Σύ υπάρχεις, προσδεχομένη πάντας τούς πρός σέ. Δι’ δ σπεϋσον νοητώς παρακαλοΰσα έν χαρά τάς ψυχάς των βοώντων σου ήλθομεν γάρ, Παρθένε, ταύτην Σου τήν εικόνα προκυνοΰντες και λέγοντες ή χαρμονή Χριστιανών, μή έπιλάθου τών τιμώντων σε.

ΕΥΑΓΓΕΑΙΟΝ
Έκ τοΰ κατά Λουκάν Αγίου Ευαγγελίου τό Ανάγνωσμα

Εν ταΐς ήμέραΐς έκείναΐς άναστάσα Μαριάμ, έπορεύθη είς την ορεινήν μετά σπουδη, είς πόλιν Ιούδα• και είσηλθεν είς τον οίκον Ζαχαρίου, καί ησπάσατο την Ελισάβετ. Καί έγένετο, ώς ηκουσεν ή ’Ελισάβετ τον ασπασμόν της Μαρίας, έσκίρτησε το βρέφος εν τη, κοιλία αύτης• καί έπλήσθη Πνεύματος Αγίου ή’Ελισάβετ, καί άνεφώνησε φωνή μεγάλη καί είτιεν Ευλογημένη σύ εν γυναιξί καί εύλογημένος ό καρπός της κοιλίας σου. Καί πόθεν μοι τούτο, ίνα έλθη ή Μήτηρ τού Κυρίου μου πρός με; Ιδού γάρ, ώδ έγένετο, ή φωνίι τού ασπασμού σου είς τα ώτά μου, έσκίρτησε τό βρέφος έν αγαλλιάσει έν τη, κοιλία μου. Καί μακαρία ή πιστεύσασα, ότι έσται τελείωσις τοΐς λελαλημένοΐς αύτη παρά Κυρίου. Καί είπε Μαριάμ• Μεγαλύνει ή ιμυχή μου τον Κύριον, καί αγαλλίασε τό πνεύμά μου έπί τω Θεω τω Σωτηρί μου. Ότι έπέβλεψεν επί την ταπείνωσιν της δούλης αύτοΰ• ιδού γάρ, άπό τού νϋν μακαριούσί με πάσαι αΐ γενεαί. Ότι έποίησέ μοι μεγαλεία ό Δυνατός, και άγιον τό όνομα αυτού.Έμεινε δε Μαριάμ σύν αύτη, ώσει μήνας τρεις, και ύπέστρεψεν εις τον οίκον αύτης.


Δόξα.
Πάτερ, Λόγε, Πνεύμα...

Καί νϋν.
Ταϊς τίϊς Θεοτόκου...

’Ηχος πλ. β '. Όλην άποθεμένοι.

Έλεήμον, έλέησόν με ό Θεός...


Όλον εκ νεότητος άνατεθέντα σοι, Κόρη, μητρικαϊς δεήσεσι, σπεΰσον ούν
και σώσον με έκ τού κλύδωνος. Κύματα πνίγει με, φέρων άπέκαμνον πολεμειν τούς πολεμοΰντάς με, σάρκα καί κόσμος γάρ σύν Σατάν όρμοϋσι καί θλίβουσι την ταπεινήν καρδίαν μου, θλίψει δέ πολλή, καταβάλλουσιν. Όθεν, Θεοτόκε, τη θεία σου είκόνι προσδραμών, εν Ήρακλείτση βοήθει μοι, τον άχρεΐον δοϋλόν σου.

Ούδείς προστρέχων επί σοί κατησχυμένος από σου εκπορεύεται, αγνή Παρθένε Θεοτόκε• άλλ’ αιτεΐται την χάριν και λαμβάνει τό δώρημα προς τό συμφέρον της αίτήσεως.

Μεταβολη των θλιβομένων, άπαλλαγη των άσθενούντων ύπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν και λαόν, των πολεμουμένων ή ειρήνη, τών χειμαξομένων ή γαλήνη, ή μόνη προστασία τών πιστών.



Ώδή ξ'. ΟΙ έκ της’Ιουδαίας.
Ύπεραγία Θεοτόκε, σώσον ημάς.
Ανυστάκτως πρεσβεύεις προς τον ποιητήν, υιόν σου καί Κύριον, όπως ρυσθώσι πάντες έκ φθοράς και θανάτου οι πιστώς, Αειπάρθενε, τη, θεία και θαυματουργώ καταφεύγουσι ταύτη είκόνι σου.

Ύπεραγία Θεοτόκε, σώσον ήμας.
Σωτηρίαν ποθοΰντες έκ προγόνων, Παρθένε, σοί καταφεύγομεν, ώδ τέκνα πρός μητέρα, τόν’Άχραντον σου τόκον προσκυνοϋντες καί λέγοντες• ό τών πατέρων ημών Θεός εύλογητός εί.

Δόξα.
Χαρισμάτων πλουσίων άπολαύοντες πάντοτε, Δέσποινα, ναόν εν τη πατρίδι άνήγειρον τώ πάλαι έκ προγόνων οί πρόκριτοι. Όθεν ώς τέκνα αυτών τον Κύριον ύμνουμεν.

Καί νϋν.
Ο άηρ καί τό ύδωρ αφροσύνη άνθρώπων ιδού μεμόλυνται, άλλά σύ, Θετοτόκε, τεκοΰσα τον Σωτηρα, ταϋτα καθάρισον, ϊνα βοώμεν Χριστώ ό Θεός εύλογητός εί.


’Ωδή η'.Τον βασιλέα.
Ύπεραγία Θεοτόκε, σώσον ημάς.
Υμνολογοϋντες τάς απείρους σου,Μήτερ, δωρεάς παρακαλοϋμεν έν φόβω καί ύπερυψοϋμεν τον άφραστόν σου τόκον.

Ύπεραγία Θεοτόκε, σώσον ήμας.
Θεραπευθέντες νοσημάτων παντοίων την εικόνα σου νυν περικυκλοϋμεν καί ύπερυψοϋμεν τον τόκον σου, Παρθένε.

Δόξα.
Εύχαριστοΰμεν έκ καρδίας βοώντες, Θεοτόκε, ωδάς ίκετηρίους καί ύπερυψοΰμεν τάς θείας δωρεάς σου.

Καί νϋν.
Ομολογοϋμεν έν συνειδήσει βοώντες άκαταπαυστως τό Χαΐρε σοι, Μαρία, Χαΐρε, Θεοτόκε, Αγνή εύλογημένη.


Ωδη  η'. Κυρίως Θεοτόκον.
Υπεραγία Θεοτόκε, σώσον ημας.
Τραφέντες έκ πατέρων τοϊς σοϊς, Θεοκυήτορ, τερατουργίαις, Παρθένε, βοώμεν τανΰν, ώσπερ τω πάλαι εκεί νοίς ίιμϊν βοήθησον.

Ύπεραγία Θεοτόκε, σώσον ήμάς.
Ουσίαις ψυχοφθόροΐς ή νέα γενεά σου έκ κακόβουλων άνθρώπων λυμαίνεται δαιμονικών ούν παγίδων ρϋσαί με, Άχραντε.


Δόξα.
Καρδίας άσθενούσης, νόσων δε πολυτρόπως νΰν κατατήκομαι, Κόρη,r ό άθλιος. Καρδιακοΐς ούν δακρύοις σβέσον τούς ρύπους μου.

Και νΰν.
Ελεύθερον, Παρθένε, πάσας έπαρείας τον ύμνητήν σου δαιμόνων άπάλλαξον καί βασκανίας τά βέλη ταχέως συντριψον.


Αξιόν έστιν ως άληθώς μακαρίξειν σέ την Θεοτόκον την άειμακάριστον και παναμώμητον, και Μητέρα τοϋ Θεοΰ ημών. Την τιμιωτέραν των Χερουβίμ, και ένδοξοτέραν άσυγκρίτως των Σεραφίμ, την άδιαφθόρως Θεόν Λόγον τεκοΰσαν, την όντως Θεοτόκον, σέ μεγαλύνομεν.


Kαιi ευθύς τά Μεγαλυναρια.

Πάντες τιροσφοιτώμεν είλικρινώς τώ σεπτώ τεμένει Γεωργίου καί εν σπουδη, σπεύδομεν κυκλοΰντες την θείαν σου εικόνα έν Ήρακλείτση ινα ελέους τύχωμεν.

Όλην την κακόνοιαν τοϋ εχθρού στρέψον, Θεοτόκε, εναντίων δαιμονικών πράξεων λυτροϋσα τον σέ παρακαλοΰντα έξ όλης της καρδίας, ψυχή καί πνεύματι.

Ρεύματα ύδάτων φθοροποιών καί μεμολυσμένων άποκάθαρον συμφοράς, ινα μετατρέψης ταχύ εις ευλογίαν υπέρ ήμαρτηκότος λαοϋ σου, Πάναγνε.

Φεύγει πασα πλάνη δαιμονική τη, ση έπικλήσει• ού γάρ δυναται ό άκουειν, Παρθένε, την σήν αγίαν κλήσιν, ήν άνυμνοΰσι κύκλω αγγέλων τάγματα.

Ύμνους σοι, Παρθένε, άναφωνεΐ κλήρos και λαός σου συνελθόντες είλικρινώς έν τωδε τεμένει μάρτυρος Γεωργίου έν Νέα Ήρακλείτση καί σέ γεραίρομεν.

Ρώσιν καχεξίας άποσοβεϊ ή θεία σου  κλήσις και παν νόσημα άτονεϊ τη θεία είκόνι σου προσκλαιόντων, Κόρη, καί σέ παρακαλούντων τέκνων σου, Άσπιλε.

Ιερεί εκ πόθου  σου ζωηρού θείαν ίκεσίαν έκτελοϋντι δίδου, Αγνή, πάντα τής καρδίας αιτήματα, Παρθένε, Θωμά τω σω λευίτη, ινα δοξάξη σε.

Όσους τω τεμένει σου εύλαβώς νϋν φιλοξενούνται καί εικόνα θαυματουργόν τής Μόνης Θεοτόκου, Γεώργιε κυκλοϋσι, Χρίστου μεγαλομάρτυς, φύλαττε πάντοτε.

Σέ παρακαλοϋμεν είλικρινώς, Γεώργιε μάρτυς, συν τοϊς άλλοΐς θαυματουργοϊς, ποιήσατε χορείαν ίκετικώς καί πάντας πιστούς είς σωτηρίαν καθοδηγήσατε.

Πάσαι των αγγέλων αί στρατιαί, Πρόδρομε Κυρίου Αποστόλων ή δωδεκάς, οί Άγιοι Πάντες μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν είς τό σωθήναι ήμάς

Αγιος ό Θεός, Άγιος Ίσχυρός, Άγιος Αθάνατος, έλέησον ήμάς (τρίς).

Δόξα Πατρί, καί Υίώ, καί άγίω Πνευμάτι, καί νΰν, καί άεί, καί είς τούς αίώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, έλέησον ήμάς. Κύριε, ίλάσθητι ταϊς άμαρτίαις ήμών. Δέσποτα, συγχώρήσον τάς άνομίας ήμϊν Άγιε, έπίσκεψαι καί ϊασαι τάς ασθενείας ήμών, ένεκεν του όνόματός σου.

Κύριε, έλέησον Κύριε, έλέησον• Κύριε, έλέησον.
Δόξα Πατρι, και Υιώ, και άγίω Πνεύματι, και νυν, και αεί, και εις τούς αιώνας των αιώνων. Αμήν.

Πατερ ημών ο εν τοις ουρανοις, αγιασθήτω τό όνομά σου. Έλθέτω ή βασιλεία σου• γενηθήτω τό θέλημά σου, ώς έν ούρανω, καί επί της γης. Τον άρτον ήμών τον έπιούσιον δός ήμϊν σήμερον και άφες ήμΐν τα όφειλήματα ήμών, ώς και ήμεΐς άφίεμεν τοΐς όφειλέταις ήμών και μη είσενέγκης ήμάς είς πειρασμόν, αλλά ρϋσαι ήμάς από τού πονηρού.

Εν δε τη προσκυνήσει της θαυματουργού αγίας εικόνος της Θεοτόκου λέγομεν τα παρόντα


Ήχος β΄ . Ότε εκ του Ξύλου σε.

Σπεύσον, Θεοτόκε, νοερώς, εκ του ουρανίου σου θρόνου, Παντοβασίλισσα, ίδε γαρ τα τέκνα σου, παρακαλοΰντα θερμώς και εικόνι προσπίπτοντα έν τη  Ήρακλείτση νέα κώμη, Δέσποινα, ώσπερ ποτέ παλαιά, ρϋσαι πάσης βλάβης, ανάγκης, τους έν όμονοία βοώντας και δεινών παντοίων έλευθέρωσον.

Βλέψον εύμενεία μητρική, μητερ τοϋ  Άχράντου Δεσπότου, νΰν προς τα τέκνα σου.Έχομεν ελπίδα γάρ και μη, έκπέσωμεν, ότι σπεύδεις έκάστοτε και φέρεις αιτήσεις προς  Εκείνον, Δέσποινα των δεόμενων σου. Αδελφός γάρ πρεσβύτερος, παθών υπέρ γένους των ανθρώπων πάντοτε Ιδίω αίματι σώζει εκ παντοίων κινδύνων τούς προσκαλουμένους Σε, Πανάμωμε.


Και κατά την τάξιν τοϋ Αγίου Όρους, προστίθεμεν καί τά παρόντα.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις των δούλων σου, καί λύτρωσαι ημάς άπό  πάσης άνάγκης καί θλίψεως.

Τηv πάσαν ελπίδα μου εις σε άνατίθημι, Μητερ τοϋ Θεοϋ, φύλαξόν με υπό την σκεπήν σου.

Και ό ίερευς επιλέγει το



Δι’ ευχών..



Εν τη Μονή τοϋ θείου Μυροβλύτου Σίμωνος τέκνον Πορφύριος άχρεΐος χαϊρε σοι κράξει εικόνι Ήρακλείτσης Θωμά αιτήσει ευλαβέστατου πρεσβυτερου 1η μηνός Δεκεμβρίου έλθόντος.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης