Παρασκεύη Πάσχα. Ζωοδόχος Πηγή Κανών
Τρι Απρ 30, 2013 8:05 am
ΠΑΡΑΣΚΕΥΗ ΠΑΣΧΑ.ΖΩΟΔΟΧΟΣ ΠΗΓΗ ΚΑΝΩΝ
Μανουὴλ Μεγάλου Ῥήτορος.
ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Ἀναστάσεως ἡμέρα τοῦ Υἱοῦ σου ἁγνή, πάντες νῦν συνελθόντες, ἀγαλλιάσει ψυχικῇ, ἀνυμνοῦμεν τὴν πηγήν, θαυμάτων των σῶν, ἥνπερ καὶ ἀνέδειξας, ἰατρεῖον ἀένναον.
Καθαρθῶμεν τὰς αἰσθήσεις καὶ ὀψόμεθα, θείων χαρίτων πηγήν, τῶν ἰαμάτων ποταμούς, ἐκπροχέουσαν ἀφθόνως καὶ νέμουσαν, πᾶσι τοῖς δοξάζουσι, τὴν κυρίαν τῆς κτίσεως.
Οὐρανοὶ μὲν τὸν ἀστέρα ἐν τῷ τόκῳ σου, σὲ ἀνυμνοῦντες Κόρη, ἀνατετάλκασι φαιδρῶς, ἡ δὲ γῆ σοι τὴν πηγὴν τὴν ἄπλετον νῦν, ἥνπερ καὶ ἀνέδειξας, ἰατρεῖον ἀδάπανον.
ᾨδὴ γ΄. Δεῦτε πόμα.
Δεῦτε πόμα πίωμεν πιστοί, ἐκ Πηγῆς Ζωηφόρου ἀναῤῥοιβδούμενον, καὶ ἰαμάτων πληθύν, τοῖς πᾶσι πλουσίως ἐφαπλοῦν, εἰς δόξαν τῆς πίστεως.
Νῦν πάντα πληροῦνται χαρμονῆς, οὐρανῶν αἱ Δυνάμεις, βροτοί τε ξύμπαντες, ὕδωρ θαυμάτων πληθύν, κλήσει καθορῶντες ἐνεργοῦν, τῆς μόνης Θεόπαιδος.
Χθές σοι ἐν τῷ πάθει τοῦ Υἱοῦ, καὶ Θεοῦ σου ἡ κτίσις Κόρη συνέπασχε, συγχαίρει σήμερον δέ, καὶ ὡς βασιλίδι δουλικόν, σέβας ἀπονέμει σοι.
ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Ἐπὶ τῆς θείας σου πηγῆς, στάντες ναμάτων ζωηρῶν, πάντες ἀπολαύομεν Κόρη, Χριστὸν μεγαλύνοντες, δόξης τὸν μέγαν ἥλιον, τὸν σὲ ἀκένωτον πηγὴν πᾶσι, τοῦ Παρακλήτου τῶν φώτων ἀναδείξαντα.
Ἄρσεν προῆλθεν ἐκ τῆς σῆς, νηδύος Κόρη ὁ τὸ πᾶν, νεύματι σαφῶς οὐσιώσας, καὶ φύσιν ἡγίασε τὴν βρότειον πανύμνητε, ἀρᾶς τῆς πρώην ἐλευθερώσας, ὃν προσκυνοῦντες ἀεί, σὲ μεγαλύνομεν.
Ὡς ἐνιαύσιον ἀμνόν, καὶ ἱερεῖον τῷ Πατρί, ἑαυτὸν ὁ Λόγος προσῆξεν, ὑπὲρ ἡμῶν ῥύσιον, καὶ αὐτῶν κατηλλάξατο, δυσμενεῖς ὄντας τῇ ἁμαρτίᾳ, καὶ διὰ σοῦ σωτηρίαν ἁγνὴ εὕρομεν.
Ὁ Θεοπάτωρ διά σέ, τοῦ παντὸς Δέσποινα Δαβίδ, σαφῶς σοι προλέγει τὴν δόξαν, ἣν ἔσωθεν ἔσχηκας, καὶ γὰρ τῆς θείας φύσεως, ἔσοπτρον φωταυγὲς ἀνεδείχθης, καὶ κτίσιν πᾶσαν ἐνθέως κατεφώτισας.
ᾨδὴ ε΄. Ὀρθρίσωμεν.
Ὀρθρίζοντες οὐκ ἐξαρκοῦμεν τὰ μεγαλεῖα τὰ σά, ἐξυμνῆσαι Παρθενομῆτορ, νόσοι γὰρ διώκονται, καὶ πάθη τὰ ἀνίατα, τῷ ῥαντισμῷ σου τοῦ ὕδατος.
Προσέλθωμεν μετ’ εὐλαβείας πηγὴν ναοῦ σῇ, ῥεῖθρα ἰαμάτων τε καὶ θαυμάτων, καὶ ῥῶσιν πλουτήσαντες κατ’ ἄμφω μεγαλύνομεν, τὴν Θεοτόκον ἐν ᾄσμασιν.
Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, τίς πρὸς ἀξίαν ὑμνῆσαι συνήσεται Θεοτόκε; Πάντων γὰρ προσφύγιον σκέπη, λιμὴν βοήθεια, Χριστιανῶν ἀναδέδειξαι.
ᾨδὴ στ΄. Κατῆλθες.
Κατῆλθε καὶ ἐκ σοῦ γεννηθείς, ὑπὲρ νοῦν ὁ τῶν ὅλων Βασιλεύς, τὴν ἡμῶν ἐκαινούργησε φύσιν Δέσποινα, καὶ ἀνέδειξεν, εὐσπλαγχνίας σε πηγήν, καὶ ποταμὸν ἐλέους.
Φυλάξας παρθενίαν ἀμείωτον σήν, παντευλόγητε ἁγνή, σαρκοφόρος προῆλθεν, ἐκ σοῦ ὁ πάντα πληρῶν, ὃς μὴ λύσας νῦν, τὰς σφραγίδας τῆς σωροῦ, θεοπρεπῶς ἀνέστη.
Σῶτέρ μου τὸ φῶς τὸ ἀνέσπερον, καὶ ψυχῶν ὁ γλυκασμός, μὴ παρίδῃς προστρέχοντα σοῖς πολλοῖς οἰκτιρμοῖς, ἀλλὰ δέξαι με, ταῖς λιταῖς τῆς σὲ φρικτῶς κυησάσης Παρθένου.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὁ Παντοκράτωρ Θεὸς Λόγος, ἐκ σοῦ ἄχραντε, ἀνερμηνεύτως σαρκωθεὶς δι’ οἶκτον ἄφατον, κατεφώτισε τὸν κόσμον θεογνωσία, ὡς οὖν ἔχουσα ἐλέους, κράτος ἄπειρον, σοῦ δεόμενον ταχύ με, κατοικτείρησον, ἵνα μέλπω σοι· Χαῖρε κόσμου φῶς ἄδυτον.
Ἕτερον. Ὅμοιον.
Μεγίστης χάριτος τυχόντες ἐκ σοῦ πάναγνε, ἀνακληθέντες ἐκ τῆς πρώην καταπτώσεως, κατὰ χρέος σε διηνεκῶς ἀνυμνοῦμεν, ἀλλ’ ὡς ἔχουσα φύσει τὸ εὐσυμπάθητον, ἐκ παντοίας ἡμᾶς λύτρωσαι κακώσεως, ἐκβοῶντάς σοι· Χαῖρε κόσμου φῶς ἄδυτον.
Οἱ Οἶκοι.
Ἔνθες μου τῇ καρδίᾳ, τὸν ἀγνότατον φόβον, τοῦ σοῦ Υἱοῦ πανύμνητε Κόρη, καὶ πάσης ἐπιχθονίου τε καὶ ζοφερᾶς περιπλανήσεως, ἀπαλλάξασα, ἐν ἡσυχίᾳ βοᾶν σοι διὰ παντὸς καταξίωσον·
Χαῖρε, λαμπρὸν τέμενος τοῦ Λόγου·
χαῖρε, βροτῶν καύχημα τοῦ γένους.
Χαῖρε, προηγόρων τὸ θεῖον ἐκπλήρωμα·
χαῖρε, τῶν Μαρτύρων τὸ στεῤῥὸν στεφάνωμα.
Χαῖρε, θρόνου ἡλιόμορφε, τοῦ παντάνακτος Θεοῦ·
χαῖρε δίσκε φωτὸς πλήσμιε, ἀστεράρχου νοητοῦ.
Χαῖρε, ὅτι ἡ κτίσις ἐν σοὶ ἀνεκαινίσθη·
χαῖρε, ὅτι ἡ φύσις ἐπὶ σοὶ ἀνεπλάσθη.
Χαῖρε, λαβὶς φέρουσα τὸν ἄνθρακα·
χαῖρε, δι’ ἧς ηὔγασται τὰ σύμπαντα.
Χαῖρε, Θεοῦ πρὸς ἀνθρώπους εἰρήνη·
χαῖρε, πιστῶν τῶν ἐν ζάλῃ γαλήνῃ.
Χαῖρε κόσμου φῶς ἄδυτον.
Γέγηθε πᾶσα κτίσις διὰ σοῦ Θεοτόκε, μεγάλων ἐντυχοῦσα χαρίτων, ἥ τε γὰρ ἅμα αἰσθητή τε καὶ νοητή, τὸ μέγα καὶ ἀπόκρυφον, τῆς ὑπερθέου Τριάδος, καταλλαμφθεῖσα μυστήριον, ἐν ἀγαλλιάσει βοᾷ·
Ἀλληλούϊα.
ᾌσματι τῶν ᾀσμάτων Σολομῶν σε ὁ θεῖος, ἀνύμνησεν ἁγνὴ κρίνων ἄνθος, ἐξ οὗ ὁ τῆς ζωῆς προελθών, τῆς ἀλήκτου καρπός, καὶ μερόπων ἀναζωώσας τὸ γένος, ἀσιγήτως μέλπειν σοι παρεσκεύασε·
Χαῖρε, Μωσέως ἡ φρικτὴ βάτος·
χαῖρε, ὁ θεῖος Γεδεὼν πόκος.
Χαῖρε, τοῦ Δαβὶδ ἅρμα μυριοπλάσιον·
χαῖρε, Ἀββακοὺμ ὄρος τὸ θεοδόξαστον.
Χαῖρε, ῥάβδος ἡ βλαστήσασα, ἀποῤῥήτως Ἀαρών·
χαῖρε, κλίνη ἣν ἑξήκοντα, θεωροῦσι Σολομών.
Χαῖρε, Παρθένε ἥνπερ προΰλεξεν Ἡσαΐας·
χαῖρε, ἧς τόκον εἶπεν ἐν Βηθλεὲμ Μιχαίας.
Χαῖρε, πτυχὴ ἣν Θεὸς διώδευσε·
χαῖρε, στολὴ ἡ βροτοὺς ἐφαίδρυνεν.
Χαῖρε, καὶ γὰρ Δανιὴλ ὄρος εἶδεν·
χαῖρε, ἐξ οὗ λίθος Χριστὸς προῆλθε.
Χαῖρε κόσμου φῶς ἄδυτον.
Σύμμορφος τῇ χοώδει ἡμῶν ὤφθης οὐσία Χριστὲ Παμβασιλεῦ ἐκ Παρθένου, ὅλον γὰρ ἐν τῷ θείῳ σου προσλήμματι ἀνέλαβες τὸν ἄνθρωπον, ἵν’ ὅλῳ τὴν σωτηρίαν ὑπερφυῶς ἐργασάμενος, ἀκούεις παρὰ πάντων·
Ἀλληλούϊα.
Ῥεύμασι τῶν δακρύων τῆς ταλαίνης ψυχῆς μου, εὐσπλάγχνως δυσωπήθητι Κόρη, καὶ ἐλέους μοι χεῖρα ἐκτείνασα πανυπέραγνε, ἐπανόρθωσον, τῇ δόξῃ σου προθύμως ἀναφωνοῦντα·
Χαῖρε, ἐλπὶς τῶν ἀπηλπισμένων·
χαῖρε, ἰσχὺς καταπονουμένων.
Χαῖρε, τῆς ψυχῆς μου ἡ θεῖα παράκλησις·
χαῖρε, τῆς ζωῆς μου εὐθεῖα κυβέρνησις.
Χαῖρε, ἥλιον κυήσασα δικαιοσύνης ἡμῖν·
χαῖρε, ἄπειρον ἐκβλύσασα τῆς εὐσπλαγχνίας πηγήν.
Χαῖρε, ὅτι ἐλέους ποταμοὺς ἐκπροχέεις·
χαῖρε, ὅτι χειμάῤῥους πειρασμῶν ἀναστέλλεις.
Χαῖρε, ζωῆς τῆς θείας ἡ πρόξενος·
χαῖρε, πιστοῖς σωτηρίας αἴτιος.
Χαῖρε, δι’ ἧς θάνατος κατεπόθη·
χαῖρε, δι’ ἧς ἔγερσις ἐπιστώθη.
Χαῖρε κόσμου φῶς ἄδυτον.
Ἤστραψεν πᾶσαν κτίσιν τῆς θεότητος αἴγλαις, ἐν σοὶ ὡς ἐν ἐσόπτρῳ σκηνώσας, Θεὸς ὢν γὰρ παντέλειος, δι’ οἶκτον καθ’ ἡμᾶς ἐκ σοῦ γέγονε. Καὶ πάντας σοι ἁγνὴ παντευλόγητε, μετὰ δέους ψάλλειν ἐδίδαξεν·
Ἀλληλούϊα.
Τεῖχος γενοῦ μοι Κόρη καὶ προσφύγιον θεῖον, καὶ σκέπη κραταιὰ τῷ σῷ δούλῳ. Μετὰ γὰρ τὸν ὄντως Δημιουργὸν τοῦ παντός, καὶ τὸν τῆς δόξης Κύριον, εἰληφυῖα τὸ κράτος, ἐν ἐξουσίᾳ σώζεις τοὺς σέ, τοιοῖσδε λιγαίνοντας·
Χαῖρε, χαρὰ τῶν λελυπημένων·
χαῖρε, λαμπὰς τῶν ἐσκοτισμένων.
Χαῖρε, τῶν πιπτόντων θερμὴ ἐξανάστασις·
χαῖρε, ἀπωσμένων ταχεῖα ἀνάκλησις.
Χαῖρε, καὶ γὰρ ὑπερβέβηκας ἀσυγκρίτως Σεραφίμ·
χαῖρε, καὶ γὰρ ἀπεκύησας τῶν ἐν νώτοις Χερουβίμ.
Χαῖρε, σῶν δούλων σκέπη οὐρανοῦ εὐρυτέρα·
χαῖρε, βοήθειά μου τοῦ νοὸς ὀξυτέρα.
Χαῖρε, Θεοῦ τῆς φύσεως σκήνωμα·
χαῖρε, καλῶν παντοίων θησαύρισμα.
Χαῖρε, πνοὴ τῆς ἀθλίας ψυχῆς μου·
χαῖρε, ὀδμὴ νοητοῦ Παραδείσου.
Χαῖρε κόσμου φῶς ἄδυτον.
Ὢ Παντάνασσα μόνη θεοδόξαστε Κόρη, συμπαθῶς με προσπίπτοντα δέξαι, καὶ τὴν οἰκτρὰν προσδεξαμένη μου ἔντευξιν, τῆς σῆς δέομαι τῶν οἰκτιρμῶν σου καταξίωσον χάριτος, ἵνα ἐκ βάθους ἀεὶ ἀνακραυγάζω σοι·
Ἀλληλούϊα.
Ῥώμην τῇ παρειμένῃ ἐκ πταισμάτων ψυχῇ μου παράσχου εἰς μετάνοιαν θᾶττον, οὐκ ἰσχύει γὰρ βρότειος νοῦς πρὸς πόθον ἀνιέναι Θεοῦ, τῆς σῆς ἄνευθεν ῥοπῆς τε καὶ χάριτος, ἐν ᾗ με ἄχραντε στήριξον ἐκβοῶντάς σοι·
Χαῖρε, τὸ φῶς τῶν ἐμῶν ὀμμάτων·
χαῖρε, βυθὸς τῶν σοφῶν ῥημάτων.
Χαῖρε, θλιβομένων ταχεῖα μετάβλησις·
χαῖρε, ἀσθενούντων ἱλαρὰ ἰάτρευσις.
Χαῖρε, πέλαγος ἀνείκαστον, οἰκτιρμῶν τῶν τοῦ Θεοῦ·
χαῖρε, ἄμετρος συμπάθεια, τῶν πεφευγότων εἰς σέ.
Χαῖρε, ἡ παρορῶσα ἀφροσύνης μου πλήθος·
χαῖρε, ἡ χορηγοῦσα γηθοσύνως μοι φέγγος.
Χαῖρε, ἐμὴ βεβαία πεποίθησις·
χαῖρε, σεπτὴ ἐλέους ἐπίτευξις.
Χαῖρε, καὶ γὰρ ῥάβδος σὺ βασιλείας·
χαῖρε, καὶ γὰρ ὀδὸς σὺ μετανοίας.
Χαῖρε κόσμου φῶς ἄδυτον.
ᾨδὴ ζ΄. Ὁ Παῖδας.
Ὁ παῖδας τῆς φλογὸς ἐκσωσάμενος, Σιλωὰμ ἀνέδειξεν, ἄχραντε πηγήν, τῇ ἐπικλήσει σου σαφῶς, ἰωμένην ἀνθρώπων πλῆθος ἀμέτρητον, ὁ μόνος Εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Γυναῖκες μετὰ πόθου προστρέχουσαι, πηγὴ τῶν χαρίτων σου, Δέσποινα Ἁγνή, ἐκ νοσημάτων χαλεπῶν, καὶ θανάτου πυλῶν ἀπαλλάττονται, τὸν μόνον Εὐλογητὸν ἀνυμνῆσαι, Χριστὸν τὸν ὑπερένδοξον.
Θανάτου ἀναιρέτις τῷ τόκῳ σου, πανύμνητε γέγονας, καὶ νῦν ῥαντισμῷ τῆς ζωηφόρου σου πηγῆς, ἐξεγείρεις νεκροὺς Κόρη Δέσποινα, ὡς Μήτηρ γὰρ τῆς ζωῆς, τὴν ζωὴν χορηγεῖς τοῖς σὲ δοξάζουσιν.
Ὡς ὄντως ἱερὰ ἡ πανήγυρις, τῆς χαριτοβρύτου σου, ἔλλαμψε πηγῆς, καὶ πάντας Κόρη τοὺς πιστούς, χαρμοσύνης ἐνθέου ἐπλήρωσε τὸν μόνον Εὐλογητὸν ἀνυμνοῦσα, Χριστὸν τὸν ὑπερένδοξον.
ᾨδὴ γ΄. Αὕτη ἡ κλητή.
Αὕτη ἡ κλητὴ καὶ φωσφόρος ἡμέρα, ἐν ᾗ συναθροισθέντες, ἐν εὐφροσύνῃ ἀῤῥήτῳ, ἀνυμνοῦμεν ἁγνή, δωρεῶν σου τῶν ἀπείρων τὸ πέλαγος, ἃς πᾶσι παρέχεις, ἐξ ἀεννάου κρήνης.
Δεῦτε τὰς σεπτὰς δωρεὰς τῆς πανάγνου, ὑμνήσωμεν συμφώνως, λεπροὺς τυφλοὺς γὰρ ἰᾶται, καὶ ἀπείρων ἐσμόν, ἐκδιώκει νοσημάτων καὶ δαίμονας, νάματι τῆς κρήνης, ἣν ἐπήγασε κόσμῳ.
Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, ὦ τλῆμον πόλις, κάλεσόν σου τὰ τέκνα, καθιλέωσαι θρήνοις τὴν Παρθένον ἁγνήν, ᾗ σε ἄναξ Κωνσταντῖνος ἀνέθετο, καὶ τῆς συνεχούσης, ῥύσεταί σε ὀδύνης.
Τριαδικόν.
Πάτερ Παντοκράτωρ, Υἱὲ καὶ θεῖον Πνεῦμα, ἡ συμφυὴς ταυτότης καὶ ἀμερὴς τῇ οὐσίᾳ, μεριστὴ δὲ ταῖς ὑποστάσεσι, Θεὸς εἷς ἀΐδιος, σὲ δοξολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.
Φωτίζου, φωτίζου, Κόρη ὁ νέος οὐρανός, ὁ ἀῤῥήτῳ δινήσει, ἀνατείλας ἥλιον, ὃς ἐκ τοῦ τάφου ἐξέλαμψε νῦν, καὶ τοὺς πιστούς, θείαις ἀγλαΐαις, τῆς Ἀναστάσεως ηὔγασεν.
Ὢ θείας, ὦ φίλης, ὦ προφητείας ἐναργοῦς, ἰδοὺ γὰρ γενεαὶ σε, πᾶσαι μακαρίζουσι, καὶ μετὰ πόθου δοξάζουσι, τὰ ὑψηλὰ Κόρη μεγαλεῖα, ἅ σοι ἐποίησε Κύριος.
Ὢ Πάσχα τὸ ὄντως, ὦ παμβασίλεια σεμνή, τῶν Ἀγγέλων ἡ δόξα, τῶν πιστῶν τὸ καύχημα τὸ τῆς θεότητος σκήνωμα, σύ μου ζωή, σύ μου σωτηρία, σύ μου ἐλπὶς καὶ κραταίωμα.

Πηγή
voutsinasilias.blogspot.gr
π. Νεκτάριος Μαμαλοῦγκος, nektarios.gr
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης