Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Σουμελιώτισσαν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Σουμελιώτισσαν

Παρ Απρ 26, 2013 1:05 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Σουμελιώτισσαν

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Σουμελιώτισσαν Soumel10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τα παρόντα τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ...

Ὡς καταφύγιον θερμόν, Θεοτόκε, πάντες οἱ Πόντιοι τήν σήν προστασίαν, κατέχοντες βοῶμεν σοί ἐκ βάθους ψυχῆς Σκέπε καί διάσωζε, ἀπό πάσης ἀνάγκης, πάντας τούς προστρέχοντας, τή σεπτή σου Εἰκόνι, ἐξ ἤς πηγάζει πάσι μυστικῶς, Σουμελιώτισοα, χάρις καί ἔλεος.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
'Ὅμοιον.

Ἐξ Ἀθηνῶν ἡ σή εἰκών παραδόξως, πάλαι μετήχθη Σουμελά εἰς τό ὅρος, νῦν δέ ἀρτίως Κόρη μετενήνεκται, πλοῦτος ὡς οὐράνιος, καί κειμήλιον μέγα, εἰς τό ὅρος Βέρμιον, Θεοτόκε Παρθένε, ἡ προσιόντες πίστει ἀληθεῖ, τήν πρός ἠμᾶς σου, κηρύττομεν πρόνοιαν.

Εἶτα ὁ  Ψαλμὸς Ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Καί εὐθύς ψάλλεται ὁ Κανών οὐ ἡ ἀκροστιχίς
«Δέχου ἠμῶν τήν δέησιν Κόρη Γερασίμου»

Ὠδή Α΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Δυνάμωσον Κόρη τό ἀσθενές, ἠμῶν τῆς καρδίας, τή ἰσχύϊ τή θαυμαστή, τή ἐκ τῆς ἁγίας σου Εἰκόνος, ἀναβλυζούση Ἁγνή Σουμελιώτισσα.

Ἐτύπωσε πάλαι νεύσει τή σή, Λουκᾶς ὁ Θεοφρων, τήν Εἰκόνα σου τήν σεπτήν, ἤν πέρ ἐνδιαίτημα εἰργάσω, Θεογεννῆτορ τῆς σῆς ἀγαθότητος.

Χαρίτων πηγάζουσα δωρεᾶς, ἡ θεία Εἰκών σου, Σουμελιώτισσα Μαριάμ, ἐν τή σή Μονή τή ἐν Βερμίω, ἐναπετέθη ἠμᾶς ἁγιάζουσα.

Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, Σουμελιώτισσα Μαριάμ, λύσον τῶν παθῶν μου τήν ὁμίχλην, μαρμαρυγαῖς τῆς σῆς χάριτος Ἄχραντε.


Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Ὑπέρ φύσιν μετήχθη, ἐξ Ἀθηνῶν Δέσποινα, τή σή εὐδοκία Εἰκών σου, ἡ χαριτόβρυτος, καί ἐπεδήμησε, τοῖς ἐν τῷ Πόντω οἰκούσιν, ὡς πηγή Ἀκένωτος, θείας χρηστότητος.

Ἠγιάσθη ὁ Πόντος, ὡς ἀληθῶς Ἄχραντε, πάλαι ἐπελεύσει τῆς θείας, Ἁγνή Εἰκόνος σου, νῦν δέ τό Βέρμιον, καί ἡ περίοικος πάσα, χαρμονῆς πεπλήρωνται, ταύτην κατέχοντες.

Μητροπάρθενε Κόρη, τῶν εὐσεβῶν στήριγμα, ἴδε μητρική συμπαθεία, τούς πίστει σπεύδοντας, ἐν τή Εἰκόνι σου, καί τάς αἰτήσεις ἁπάντων, πλήρου Σουμελιώτισσα, ἐκδυσωποῦμεν σέ.

Ὡς ἐρρύσω τό πάλαι, τόν εὐσεβῆ ἄνακτα, ὄντως χαλεποῦ ναυαγί. οὔ, οὕτω διάσωζε, ἠμᾶς δεόμεθα, ἐκ συμφορῶν καί κινδύνων, καί πάσης κακώσεως, Παρθένε Ἄχραντε.


Διάσωζε Σουμελιώτισσα Κόρη Θεογεννῆτορ, πάσης βλάβης καί πειρασμῶν τέ καί θλίψεων, τούς ἀδιστάκτω καρδία σοί προσιόντας.

Ἐπιβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία Θερμή.

Πρεσβεία τή σή, προστρέχοντες ἑκάστοτε, ἐκ πάσης ὀργῆς, καί θλίψεως λυτρούμεθα, Παρθένε Σουμελιώτισσα, καί χαρᾶς καί εἰρήνης πληρούμεθα σύ γάρ παρέχεις τοῖς πάσιν ἀεί, τῶν σῶν ἀντιλήψεων τάς χάριτας.


Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Ναόν θεῖόν σου ἤγειραν, Κόρη ἐν Βερμίω ἔνθα ἀπέθεντο, τήν ὑπέρτιμον Εἰκόνα σου, ὡς ἁγιαστήριον σωτήριον.

Τόν Θεόν σωματώσασα, πάσης ἀσθενείας ψυχῆς καί σώματος, Θεοτόκε ἀπολύτρωσαι, τούς εἰλικρινῶς σέ μεγαλύνοντας.

Ἡ Εἰκών σου ἡ παντιμος, ἦκεν ἐκ τοῦ Πόντου τή εὐδοκία σου, Σουμελιώτισσα Παντάνασσα, καί παρέχει χάριν ἠμίν ἄφθονον.

Νοσημάτων καί θλίψεων, καί πολυειδῶν ἠμᾶς περιστάσεων, ἀσινεῖς Κόρη διάσωζε, τούς ὑπό τήν σκέπην σου προστρέχοντας.


Ὠδή ἐ΄. Φώτισον ἠμᾶς.
Δόξης τοῦ Πατρός, τό ἀπαύγασμα κυήσασα, τῆς σῆς δόξης στήλην ἔδειξας ἠμίν, τίν Εἰκόνα σου Παρθένε Σουμελιώτισσα.

Εἶχε μέν τό πρίν, Σουμελά τό ὅρος Ἄχραντε, τήν Εἰκόνα σου ὡς θεῖον θησαυρόν, νῦν τό Βέρμιον κατέχον ταύτην γάνυται.

Ἥλιον Χριστόν, μετά σώματος κυήσασα, ταῖς ἀκτίσι τῆς θερμῆς σου ἀρωγῆς, τῶν παθῶν ἠμῶν Ἁγνή τόν ζόφον δίωξον.

Σκέπη ἀσφαλής, τῆς Ἑλλάδος ἔσο πάντοτε, ὡς τόν Πόντον πάλαι ἔσκεπες Ἁγνή Σουμελιώτισσα τή θεία προστασία σουυ.


Ὠδῆς στ΄. Τήν δέησιν.
Ἰλέω βλέμματι βλέψον Παρθένε, τούς ἐκ πάσης προσελθόντας Ἑλλάδος, τή ἐν Βερμίω ἁγία Μονή σου, καί προσκυνοῦντας τήν θείαν Εἰκόνα σου, καί δίδου ταύτοις συμπαθῶς, αἰτημάτων ἁπάντων τήν πλήρωσιν.

Ναόν σοί, αἵ τῶν Ποντίων χορεῖαι, καί Μονήν ἐν τῷ Βερμίω τῷ ὄρει, ἀνωκοδόμησαν πίστει Παρθένε, καί τήν σεπτήν σου Εἰκόνα ἀπέθεντο, ἡ προσιόντες εὐλαβῶς, κατανύξεως χέομεν δάκρυα.

Κινδύνων, ὥσπερ τό πάλαι ἐρρύου, Θεοτόκε τῶν Ποντίων τήν χώραν, οὕτω καί νῦν συμφορῶν ἀνηκέστων, Μακεδονίαν ἁπάλλαττε Δέσποινα, τή κραταιά σου ἀρωγή, καί Ἑλλάδα Παρθένε τήν σύμπασαν.

Οἱ νόσοις, κατατρυχόμενοι πλείσταις, καί πικροῖς περιστατούμενοι πόνοις, τή θαυμαστή της Παρθένου Εἰκόνι, πανευλαβῶς καταφύγωμεν κράζοντες Σουμελιώτισσα Ἁγνή, τάς ὀδύνας ἠμῶν ἀνακούφισον.


Διάσωζε Σουμελιώτισσα Κόρη Θεογεννῆτορ, πάσης βλάβης καί πειρασμῶν τέ καί θλίψεων, τούς ἀδιστάκτω καρδία σοί προσιόντας.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἥμερων τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αῖτησις καὶ το Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τήν κραταιάν προστασίαν σου Ἄχραντε, ὡς ὀχυρώτατον τεῖχος κατέχοντες, ἐχθροῦ τάς ὁρμᾶς ἀποτρέπομεν, καί οὐρανίου γαλήνης πληρούμεθα, ὑμνοῦντες Παρθένε τήν δόξαν σου.


Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάση γενεά καί γενεά. (Δίς)
Στίχ. Ἄκουσον, Θύγατερ, καί ἴδε, καί κλῖνον τό οὖς σου, καί ἐπιλάθου τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου μνησθήσομαι, ἐν πάση γενεά καί γενεά.

Ἐκ τοῦ κατά Λουκᾶν. Εὐαγγέλιον (Κέφ. Ἅ΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστάσα Μαριάμ, ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς, εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου, καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τή κοιλία Αὐτῆς καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καί ἀνεφώνησε φωνή μεγάλη καί εἶπεν Εὐλογημένη Σύ ἐν γυναιξί, καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας Σου. Καί πόθεν μοί τοῦτο, ἴνα ἔλθη ἡ μήτηρ τοῦ Κυρίου μου πρός μέ; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ Σου εἰς τά ὠτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τή κοιλία μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτή παρά Κυρίου. Καί εἶπε Μαριάμ Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον, καί ἠγαλλίασε τό πνεῦμά μου ἐπί τῷ Θεῶ τῷ Σωτήρί μου.Ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης Αὐτοῦ ἰδού γάρ ἀπό τοῦ νῦν μακαριούσι μέ πᾶσαι αἵ γενεαί. Ὅτι ἐποίησε μοί μεγαλεία ὁ Δυνατός, καί γιόν τό ὄνομα Αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτή ὡσεί μήνας τρεῖς, καί ἐπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.

Δόξα
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν
Ταῖς τῆς Παναχράντου, πρεσβείαις, ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλέησον μέ ὁ Θεός...
Προσόμοιον
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Στάμνος ὡς χρυσήλατος, ἡ σή Εἰκών καθορᾶται, ὥσπερ μάννα φέρουσα, γλυκασμόν τόν αὖλον τῆς σῆς χάριτος ἡ πιστῶς σπεύδοντες, πάσης δυσχερείας, τήν πικρίαν ἀποβάλλομεν, καί πάσης θλίψεως, καί ἀσθενειῶν ἐκλυτρούμεθα, κηρύττοντες Πανάμωμε, τά ὑπερφυή μεγαλειά σου σύ γάρ ἐν τῷ Πόντω, καί ἤδη ἐν Βερμίω χορηγεῖς, Σουμελιώτισσα Δέσποινα, τάς εὐεργεσίας σου.


Σῶσον ὁ Θεός τόν λαόν σου...
Ὁ χορός τό «Κύριε, ἐλέησον» Ἴβ΄ (12)
Καί ἀποπληροῦμεν τάς λοιπᾶς ὠδᾶς τοῦ κανόνος

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ράβδω Κόρη παιδείας, τόν δυνάστην λαλήσαντα ρῆμα βλάσφημον, κατά τῆς θεολέκτου, ἐπαίδευσας Μονῆς σου, ὅς γνωρίσας τήν δόξαν σου, ἀνακηρύττει τήν σήν, ἐν δώροις δυναστείαν.

Ἡ σωτήριος χάρις, πανταχοῦ Θεοτόκε διαβεβόηται, τῆς θείας σου Εἰκόνος διό καί ἐν Βερμίω, οἱ πιστοί καταφεύγοντες, λαμβάνουσιν ἐξ αὐτῆς, σωτηριώδεις δόσεις.

Γόνυ κλίνοντες Κόρη, τῶν Ποντίων τά πλήθη πρό τῆς Εἰκόνος σου, ἐν δάκρυσι βοωσι Μή δώης ἀπολέσθαι, τόν λαόν σου Πανύμνητε ὅτι πίκρων ἐτασμῶν, διήλθομεν τήν φλόγα.

Ἔθ καί πόρρω Παρθένε, τῆς πατρώας γεγόναμε γής οἱ τάλανες, ἀλλά τήν σήν Εἰκόνα, πλουτοῦντες προστασίαν, καί γλυκείαν ἀντίληψιν, οἱ τῶν Ποντίων χοροί, προστρέχομεν σοί πίστει.


Ὠδή Η΄. Τόν Βασιλέα.
Ρῶσιν παρέχει, κατά ψυχήν τέ καί σῶμα, καί τήν ἄνωθεν παραμυθίαν Κόρη, τοῖς ἐν θλίψει οὔσιν, Εἰκών σου ἡ ἅγια.

Ἀθῆναι πάλαι, τήν σήν κατεῖχον Εἰκόνα, καί ὁ Πόντος δέ ἐν ταύτη ἐκαυχάτο, νῦν Μακεδονία, φέρει αὐτήν ὡς γέρας.

Συντριψον Κόρη, τήν καθ’ ἠμῶν δυναστείαν, τοῦ ἀλάστορος δεινῶς φρυαττομένου, καί παρασχου πάσι εἰρήνην ἐν τῷ βίω.

Ἰάσεις νέμει, Σουμελιώτισσα Κόρη, τή σή χάριτι Εἰκών σου ἡ ἅγια ὅθεν ἴασαι μέ, κατά ψυχήν καί σῶμα.


Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Μητράνανδρε Παρθένε, πάσης δυσπραγίας, τόν περιούσιον κλῆρόν σου λύτρωσαι, ὡς κραταιά προστασία ἠμῶν καί ἔφορος.

Οὐδόλως Θεοτόκε, οἱ Ποντίων δῆμοι, τήν προστασίαν τήν σήν σιωπήσομεν, ἀλλά τοῖς πάσιν εὐτόνως αὐτήν κηρύττομεν.

Ὑγείαν καί γαλήνην, δρέπονται Παρθένε, οἱ τή σεπτή σου Εἰκόνι προσπίπτοντες, καί πανταχοῦ τήν σήν δόξαν Κόρη κηρύττουσιν.

Ὑδάτων ζωηφόρων, βλύσον μοί σταγόνα, τῷ φλεγομένω τοῖς πάθεσιν Ἄχραντε, Σουμελιώτισσα Κόρη ψυχῆς μου στήριγμα.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν.Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

καὶ τὰ παρόντα Μεγαλυνάρια.

Ἦκεν ἐν τῷ Πόντω ἡ σή Εἰκών, ἐξ Ἀθηνῶν πάλαι, Θεομῆτορ ὑπερφυῶς, πάσιν ἐφαπλοῦσα, θαυμάτων ἐνεργείας, καί νέμουσα Παρθένε, χάριν ἀέναον.

Τόν κατατολμήσαντα ἀναιδῶς, συλῆσαι Παρθένε, τήν Εἰκόνα σου τήν σεπτήν, ἰτασμῶ ἐνδίκω, ἠνάλωσας σωφρόνως, παιδεύουσα τούς πάντας, πρός φόβον ἔνθεον.

Ἐν Βερμίω Κόρη ἡ σή Εἰκών, τῷ ἐκεῖ ναῶ σου, ἀπετέθη πανευλαβῶς, παρά τῶν Ποντίων, τῶν εὐσεβῶν Παρθένε, εὐσήμως κηρυττόντων, τά σᾶ θαυμάσια.

Ὥσπερ βασιλέα τόν εὐσεβῆ, ἔσωσας Παρθένε, ναυαγίου τοῦ χαλεποῦ, οὕτω ἠμᾶς σῶζε, τρικυμιῶν τοῦ βίου, τούς πόθω σέ ὑμνοῦντας, Σουμελιώτισσα.

Δίκη τή δίκαιη τιμωρηθεῖς, ὁ δυσσεβῆς ἄναξ, ὁ ὑβρίσας τήν σήν Μονήν, ὑμνητής ὤφθη, τῆς χάριτός σου Κόρη, λαβῶν τήν θεραπείαν, τή σή χρηστότητι.

Σκέπε τήν Ἑλλάδα πάσαν Ἁγνή ὡς τόν Πόντον πάλαι, περιέσκεπες θαυμαστῶς, τήν εἰσδεξαμένην, ὡς δώρημά σου μέγα, τήν θείαν σου Εἰκόνα, Σουμελιώτισσα.

Ἔιχε πρίν τό ὅρος τοῦ Σουμελᾶ, ὥσπερ θεῖον πλοῦτον, τήν Εἰκόνα σου τήν σεπτήν, νῦν δέ ταύτην Κόρη, τό Βέρμιον πλουτῆσαν, ἀγαλλιᾶται μέλπον, τά μεγαλείά σου.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγίοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.


Τὸ Τρισάγιον
Ἀναγνώστης. Ἀμήν. Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἠμᾶς (τρίς).
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριά ἐλέησον ἠμᾶς, Κύρις ἰλάσθητι τάς ἁμαρτίας ἠμῶν, Δέσποτα συγχώρησον τάς ἀνομίας ἠμίν, Ἅγιε ἐπισκεψαι καί ἴασαι τά ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῶ καί ἐπί τῆς γής, τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Χορός. Ἀμήν.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἴτα τά κάτωθι Ἀπολυτίκια τῆς Ὑπεραγίας Θεοτόκου Σουμελιωτίσσης
Ἦχος ἅ΄. Τῆς ἐρήμου πολίτης

Σουμελά ἐκ τοῦ ὅρους τοῦ ἐν Πόντω Πανύμνητε, ἡ ἁγία Εἰκών σου ὥσπερ θεῖον κειμήλιον, εἰς Βέρμιον μετήχθη εὐλαβῶς, πηγάζουσα ἠμίν ἁγιασμόν ἡ προσπίπτοντες Παρθένε πανευσεβῶς, ἀπό ψυχῆς βοῶμεν σοί δόξα τή παρθενία σου Ἁγνή, δόξα τοῖς μεγαλείοις σου, δόξα τή πρός ἠμᾶς σου χρηστότητι Δέσποινα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Ἐκ Πόντου μετήγαγον, ἐκ τῆς ἐκεῖσε Μονῆς, τήν θείαν Εἰκόνα σου, ὡς θησαυρόν ἀληθῆ, εἰς Βέρμιον Ἄχραντε ἡ πέρ ἐν εὐλαβεία, οἱ πιστοί προσιόντες, λαμβάνομεν πάσαν χάριν, Θεοτόκε βοῶντες  χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σου.

Εἴτα ὑπό τοῦ Ἱερέως ἡ Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου

Πάντων εὐσεβούντων οἱ χοροί, καί τῶν Ὀρθοδόξων Ποντίων, ἅπαν τό σύστημα, πίστει προσκυνήσωμεν, τῆς Θεοτόκου Ἁγνῆς, τήν Εἰκόνα τήν πάνσεπτον, πρός αὐτήν βοῶντες Κόρη Σουμελιώτισσα, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, δέχου τάς ἠμῶν ἱκεσίας, καί τοῖς πάσι δίδου ἀπαύστως, τῶν σῶν ἀντιλήψεων τάς χάριτας.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πάσαν ἔλπιδά μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Δίδου Σουμελιώτισσα τώ Γερασίμω
Θείον Φωτισμόν και κατ΄άμφω υγείαν.



Κατεβάστε την Παράκληση


Έχει επεξεργασθεί από τον/την Γιώργος στις Τετ Μάης 08, 2019 9:19 am, 2 φορές συνολικά
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης