Μοιραστείτε
Πήγαινε κάτω
avatar
vasilis
Member
Αριθμός μηνυμάτων : 16

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Φανερωμένην (Ρόδου) Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Φανερωμένην (Ρόδου)

Την / Το Τετ Απρ 17, 2013 8:51 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Φανερωμένην (Ρόδου)

Ποίημα Μητροπολίτου Ρόδου Κυρίλλου

         
Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
και τά Τροπάρια

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

Ἐν τῷ ἁγίῳ Σου Ναῷ ὁμοφρόνως, Φανερωμένη οἱ πιστοὶ συνελθόντες, καὶ τῇ σεπτῇ Εἰκόνι Σου προσπίπτοντες, ᾄδομεν τῇ δόξῃ Σου, χαριστήριον αἶνον, καὶ ἀναβοῶμέν Σοι, ἐν πολλῇ ταπεινώσει˙ εὐλογημένη Μῆτερ τοῦ Θεοῦ, σῶσον ἡμᾶς μητρικαῖς ἱκεσίαις Σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ό Ν' (50) Ψαλμος.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς
ἐν τῷ δ´ Τροπαρίῳ ἑκάστης ᾠδῆς· Κυρίλλου.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Φωνῆς στεναγμοῦ μου ὡς εὐμενής, ἐπάκουσον Μῆτερ, ἐκ καρδίας Σε δυσωπῶ, καὶ ῥῦσαι Ἁγνὴ Φανερωμένη, τῆς ἐνεστώσης ἀνάγκης τὸν δοῦλόν Σου.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, προστρέχω ἐν πίστει, τῇ Εἰκόνι Σου τῇ σεπτῇ˙ μή με ὡς φιλεύσπλαγχνος ἀπώσῃ, Φανερωμένη τὸν ἄθλιον δοῦλόν Σου.

Ἡ ἄχραντος Μήτηρ τοῦ Λυτρωτοῦ, ὦ Φανερωμένη, Τούτῳ πρέσβευε ἐκτενῶς, ἵνα λυτρωθῶμεν τὴς γεέννης, οἱ ἀκορέστῳ στοργῇ ἀνυμνοῦντές Σε.

Κινδύνων Παρθένε παντοδαπῶν, ῥῦσαι τοὺς τιμῶντας, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἐξ ἧς ἀναβλύζουσιν ἀφθόνως, Φανερωμένη τὰ ῥεῖθρα τῆς χάριτος.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Τοὺς προστρέχοντας Μῆτερ, τῷ εὐαγεῖ οἴκῳ Σου, καὶ ἀνευφημοῦντας τὸ πλῆθος, τῶν θαυμασίων Σου, δίδου ἐλέους Σου, Φανερωμένη τὰς δόσεις, ὡς τὸν ἐλεήμονα, Λόγον κυήσασα.

Ἀπὸ πάσης ἀνάγκης, καὶ συμφορᾶς λύτρωσαι, τοὺς ἀνακειμένους ἐν πίστει, τῇ προστασίᾳ Σου, ἧς καὶ ἀνέδειξας, Φανερωμένη Παρθένε, τὴν σεπτὴν Εἰκόνα Σου, μέγα τεκμήριον.

Μυστικῶς ἀπαστράπτει, μαρμαρυγαῖς χάριτος, ἡ ἡγιασμένη Εἰκών Σου, τῇ εὐδοκίᾳ Σου, Θεοχαρίτωτε, Φανερωμένη Παρθένε, τὰς ψυχὰς φωτίζουσα, τῶν ὑμνολόγων Σου.

Ὑπερεύχου ἀπαύστως, τῶν ταπεινῶν δούλων Σου, τῶν ἀσπαζομένων τὴν θείαν, Μῆτερ Εἰκόνα Σου, ἣν ἐφανέρωσας, πάλαι Ἁγνὴ παραδόξως, τοῖς λεπροῖς ἐκφαίνουσα, τὴν εὐσπλαγχνίαν Σου.


Διάσωσον, Φανερωμένη Παρθένε Θεοκυῆτορ, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοῦ ἀλάστορος, τοὺς τὴν Εἰκόνα Σου πίστει ἀσπαζομένους.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα.Ἦχος β´. Πρεσβεία θερμή.
Παρθένε Ἁγνή, Φανερωμένη Ἄχραντε, Εἰκόνα τὴν Σήν, τιμῶμεν οἱ ἀνάξιοι, καὶ αὐτῇ προσπίπτοντες, μετὰ δέους πάντες βοῶμέν Σοι˙ ὡς εὐμενὴς ὑπάρχουσα ἡμῶν, ἐπάκουσον Μῆτερ τῆς δεήσεως.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Φανερώσασα Δέσποινα, πάλαι τὴν Εἰκόνα Σου τὴν ὑπέρτιμον, ἐξ αὐτῆς νῦν πᾶσιν Ἄχραντε, οἰκτιρμῶν Σου βρύεις ὕδωρ ἄϋλον.

Συμπαθῶς ἐνωτίσθητι, ὦ Φανερωμένη ταύτην τὴν δέησιν, καὶ χορήγει τὰ συμφέροντα, τοῖς πιστῶς τιμῶσι τὴν Εἰκόνα Σου.

Ἱκεσίας τῶν δούλων Σου, πρόσδεξαι Θεόνυμφε ὡς φιλάγαθος, καὶ παθῶν ἡμῶν τὴν ζόφωσιν, τῷ φωτὶ Σῆς δόξης διασκέδασον.

Ῥώμην δίδου ἑκάστοτε, ὦ Φανερωμένη κατὰ τοῦ ὄφεως, τοῖς προστρέχουσι τῇ σκέπῃ Σου, καὶ ἀσπαζομένοις τὴν Εἰκόνα Σου.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἔχουσα Ἁγνή, συμπαθείας μέγα πέλαγος, ἐπικάμφθητι ἡμῶν τῷ στεναγμῷ, τὴν γαλήνην ταῖς ψυχαῖς ἡμῶν παρέχουσα.

Πρέσβευε Χριστῷ, τῷ ἐκ Σοῦ ἐνανθρωπήσαντι, τοῦ δωρήσασθαι ἡμῖν ἁμαρτιῶν, ὡς Θεὸς Φανερωμένη τὴν συγχώρησιν.

Νεῦσον συμπαθῶς, παρακλήσεσι τῶν δούλων Σου, ἀπαλλάτουσα αὐτοὺς τῶν δυσχερῶν, μητρικῇ Φανερωμένη προμηθείᾳ Σου.

Ἴασαι Ἁγνή, τῶν ψυχῶν ἡμῶν τὴν κάκωσιν, τῶν ἀνθρώπων γὰρ τὸν μέγα ἰατρόν, τὸν Χριστὸν Φανερωμένη ἐσωμάτωσας.


ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Τὴν δέησιν ἐκχεῶ Πανάχραντε, πρὸς Θεοῦ Σε τὴν ἁγίαν Μητέρα˙ μὴ οὖν ἀπώσῃ ἡμᾶς τοὺς φωνοῦντας, Φανερωμένη τὴν πάνσεπτον κλῆσίν Σου, ὅτι εἰς Σὲ οἱ ταπεινοί, τὴν ἐλπίδα Ἁγνὴ πᾶσαν ἔχομεν.

Προστρέχομεν εὐσεβῶς Θεόνυμφε, οἱ πιστοὶ τῇ εὐαγεῖ Σου Εἰκόνι, καὶ ἐκ βαθέων αἰτοῦμεν τὰς δόσεις, Φανερωμένη τῆς θείας προνοίας Σου, ἵνα ῥυσθῶμεν χαλεπῶν, περιστάσεων Μῆτερ ἀπείρανδρε.

Ἀπείρανδρε Μαριὰμ Πανάμωμε, ἡ τὸν Κτίστην τῶν ἁπάντων τεκοῦσα, παραπτωμάτων ἡμῶν τὴν σκοτίαν, μαρμαρυγαῖς χάριτός Σου διάλυσον, καὶ πρὸς ὁδὸν τῶν ἐντολῶν, τοῦ Θεοῦ ἡμᾶς Κόρη ὁδήγησον.

Λυτρώσασθαι ἐκτενῶς ἱκέτευε, τὸν ἐκ Σοῦ ἀνερμηνεύτως τεχθέντα, τοὺς καταφεύγοντας πόθῳ καρδίας, Φανερωμένη τῇ θείᾳ Εἰκόνι Σου, ἐκ συμπτωμάτων χαλεπῶν, καὶ ἀθλίων παθῶν τῆς χειρώσεως.


Διάσωσον Φανερωμένη Παρθένε Θεοκυῆτορ, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοῦ ἀλάστορος, τοὺς τὴν Εἰκόνα Σου πίστει ἀσπαζομένους.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κάθισμα.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.

Τοὺς καταφεύγοντας ὅλης ἐκ πίστεως, Φανερωμένη τῇ θείᾳ Εἰκόνι Σου, κινδύνων παντοίων καὶ θλίψεων, τῇ μητρικῇ προστασίᾳ Σου λύτρωσαι˙ πιστῶν γὰρ ὑπάρχεις ἀντίληψις.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σου καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ πατρός Σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους Σου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α´ 39 - 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Τῆς Φανερωμένης, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στ. Ἐλέησόν με, ὁ Θεός,…  
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Μῆτερ Ἀειπάρθενε, Φανερωμένη Παρθένε, τὴν σεπτὴν Εἰκόνα Σου, μητρικῇ Σου χάριτι, ἐθαυμάστωσας, καὶ αὐτὴν Ἄχραντε, τῆς χρηστότητός Σου, σκεῦος τίμιον ἀνέδειξας, ᾗ καταφεύγοντες, χάριτος τὰς δόσεις λαμβάνομεν˙ διό Σε μακαρίζομεν, ἐν εὐγνωμοσύνῃ κραυγάζοντες˙ χαῖρε Θεοτόκε, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, τῶν προσκυνούντων ἐκ πίστεως, τόκον Σου τὸν ἄσπιλον.


ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑετίζουσα Μῆτερ, ἡ τιμία Εἰκών Σου, ὥσπερ νεφέλη ἀεί, τὸ ὕδωρ τῆς πολλῆς Σου, χρηστότητος Παρθένε, κατευφραίνει τοὺς ψάλλοντας˙ χαῖρε ζωῆς ἡ πηγή, Ἁγνὴ Φανερωμένη.

Τὸν ἐκ Σοῦ σαρκωθέντα, ὑπὲρ ἔννοιαν Λόγον, τοῦ προανάρχου Πατρός, ἱκέτευε ἀπαύστως, Ἁγνὴ Φανερωμένη, τοῦ σωθῆναι ὡς εὔσπλαγχνος, τοὺς προσκυνοῦντας τὴν Σήν, ὑπέρτιμον Εἰκόνα.

Μυστικῇ ἐπομβρίᾳ, μητρικῶν οἰκτιρμῶν Σου, Φανερωμένη Ἁγνὴ, τῶν ἐκ τῆς Σῆς Εἰκόνος, ἀεὶ προερχομένων, τὰς καρδίας ἀνάψυξον, τῶν προστρεχόντων πιστῶς, Ναῷ Σου τῷ ἁγίῳ.

Λυτρωτὴν ἡ τεκοῦσα, τῶν ἀνθρώπων τῷ γένει, Φανερωμένη Ἁγνή, ποικίλων ἀλγηδόνων, καὶ πόνων ἐπωδύνων, ὡς φιλάγαθος λύτρωσαι, τοὺς πεποιθότας τῇ Σῇ, Παρθένε ἀντιλήψει.


ᾨδὴ η´. Τὸν Βασιλέα.
Ἴδε ὑψόθεν, Φανερωμένη Παρθένε, τοὺς τῇ θείᾳ Σου Εἰκόνι παρεστῶτας, καὶ αὐτοῖς παράσχου, τὴν μητρικήν Σου χάριν.

Δίδου εἰρήνην, καὶ εὐπραγίαν ἐν βίῳ, ἀντιλήψει Σου Ἁγνὴ Φανερωμένη, τοῖς κλίνουσι γόνυ, τῇ θείᾳ Σου Εἰκόνι.

Σωτηριώδης, ἡ προστασία Σου πέλει, διασῴζουσα τοὺς ἐπιβοωμένους, τὴν σεπτὴν Σου κλῆσιν, Ἁγνὴ Φανερωμένη.

Ὄμβρισον Μῆτερ, ἐκ τῆς σεπτῆς Σου Εἰκόνος, τὴν σωτήριον πηγὴν τῶν οἰκτιρμῶν Σου, τοῖς προσπίπτουσί Σοι, θερμῶς Φανερωμένη.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ὑπὲρ τῶν προσκυνούντων, ὦ Φανερωμένη, τὸν θαυμαστὸν τῆς Μορφῆς Σου Ἐκτύπωμα, ἀκαταπαύστως δυσώπει, Χριστὸν τὸν Κύριον.

Ἡ βρύουσα ἀφθόνως, ἐκ τῆς Σῆς Εἰκόνος, Φανερωμένη ἰάσεων νάματα, ἐκ νοσημάτων ἀτρώτους, ἡμᾶς διάσῳζε.
Ἐπὶ τὴν κραταιάν Σου, Μῆτερ προστασίαν, πιστῶς προστρέχομεν πάντες δεόμενοι˙ σῶσον ἡμᾶς τῶν ἐφόδων, Μῆτερ τῶν θλίψεων.

Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, Φανερωμένη Παρθένε τοὺς δούλους Σου, τῆς τοῦ ἐχθροῦ ἐπηρείας, πάντοτε φύλαττε.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.

Τῆς Φανερωμένης πανευλαβῶς, Εἰκόνα τὴν θείαν, ἀσπασώμεθα οἱ πιστοί˙ ῥεῖθρα γὰρ θαυμάτων, ἀφθόνως ἀναβλύζει, καὶ πάθη ἀπελαύνει, ψυχῆς καὶ σώματος.

Τήν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, Σὲ Φανερωμένη, Παρθένε ἀνυμνοῦμεν, τὴν θείαν Σου Εἰκόνα, κατασπαζόμενοι.

Ἔχοντες Εἰκόνα Σου τὴν σεπτήν, ἀδάπανον Μῆτερ, ἰατρεῖον οἱ εὐσεβεῖς, προστρέχομεν ταύτῃ, πιστῶς Φανερωμένη, ὑμνοῦντες ἀκορέστως, τὰ μεγαλεῖά Σου.

Τοὺς προσερχομένους τῷ Σῷ Ναῷ, ἔνθα ἡ Εἰκών Σου, τεθησαύρισται ἡ σεπτή, φύλαττε καὶ σκέπε, προνοίᾳ μητρικῇ Σου, Ἁγνὴ Φανερωμένη, ἐν βίῳ πάντοτε.

Ῥῦσαι πάσης θλίψεως Μαριάμ, καὶ παντὸς κινδύνου, ὡς ὑπάρχουσα συμπαθής, τοὺς ἐγκαυχωμένους, τῇ θείᾳ Σου Εἰκόνι, ἐξ ἧς ἀεὶ ἐκλάμπει, τὸ φῶς τῆς χάριτος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Αγιος ό θεός, Αγιος Ισχυρός, "Αγιος Αθάνατος, έλέησον ήμάς. (τρίς).

«Δόξα Πατρί,...». Καί νΰν...
Παναγία Τριάς, έλέησον ήμάς. Κύριε, ίλάσθητι ταϊς άμαρτίαις ήμών. Δέσποτα, συγχώρησον τάς άνομίας ήμίν, Αγιε, έπίσκεψαι καί ίασαι τάς άσθενείας ήμών, ένεκεν τοΰ ονόματος σου.

«Δόξα... καί νΰν...».
«Πάτερ ημών, ό εν τοίς ούρανοΐς, άγιασθήτω...».
«"Οτι σοΰ έστιν ή βασιλεία...». ’Αμήν.
καὶ τὰ Τροπάρια .
Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τῆς Θεοτόκου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας τῇ Σῇ, ὦ Φανερωμένη πρεσβείᾳ, καὶ προσκυνοῦντας θερμῶς, τὴν σεπτήν Εἰκόνα Σου, καὶ χαριτόβρυτον, ὡς φιλεύσπλαγχνος λύτρωσαι, κινδύνων παντοίων, νόσων καὶ κακώσεων, καὶ πάσης θλίψεως˙ αἴτει δὲ εἰρήνην τελείαν, Μῆτερ καὶ ψυχῶν σωτηρίαν, τοῖς εἰς Σὲ ἐλπίζουσιν ἐκ πίστεως.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δίστιχον.
Ῥόδου τὸν Ἐπίσκοπον Κύριλλον σκέπε,
σκέπῃ τῆς πρεσβείας Σου Φανερωμένη.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης