Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Οσία Ξένη Empty Παρακλητικός Κανών εις την Οσία Ξένη

Πεμ Ιαν 24, 2013 11:41 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Οσία Ξένη

Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις την Οσία Ξένη Agia2b10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

και Εἴτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.


Ὡς ξενωθεῖσα τῶν ἐν κόσμω πραγμάτων, πολλῶν χαρίτων ἐκ Θεοῦ ἠξιώθης, Ὁσία Ξένη βίου καθαρότητι, ὅθεν ἀεί πρέσβευε, τῷ νυμφίω σου Μῆτερ, πάσης περιστάσεως, καί ἀνάγκης λυτροῦσθαι, τούς τῷ σεπτῶ σπεύδοντας ναῶ, καί τήν θερμήν σου, ζητοῦντας ἀντίληψιν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Οὐ σιωπήσομεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο, ἐκ τοσούντων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἔκ σού, σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.

Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.
Δοχεῖον ἀΰλου οὖσα φωτός, λαμπρότητι βίου, ἐξ ἀχλύος ἁμαρτιῶν, ταῖς σαῖς φωτοφόροις ἰκεσίαις, Ὁσία Ξένη ἠμᾶς ἐλευθέρωσον.

Ἰλύος ρυσθεῖσα τῆς τῶν παθῶν, ἐκ ταύτης Ὁσία, ἀποκάθαρον τάς ψυχᾶς, ἠμῶν τή θερμή σου ἱκεσία, καί πάσιν αἴτει πταισμάτων συγχώρησιν.

Δυνάμωσον Μῆτερ τό ἀσθενές, ἠμῶν τῆς καρδίας, κατά πάσης ἐπιβουλῆς, ἐχθρῶν ὁρατῶν καί ἀοράτων, Ὁσία Ξένη ταῖς σαῖς ἀντιλήψεσι.

Θεοτοκίον
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, παγίδων τοῦ σκότους λύτρωσαι μέ, καί τήν ζοφώδη ψυχήν μου καταύγασον.


Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Ὑπερτέρα του κόσμου, τή σῆ ζωή πέφηνας, ὅθεν ὑπερτέρους ἁπάσης, ἠμᾶς κακώσεως, Ξένη ἀναδεῖξον, καί θλιβερῶν συμπτωμάτων, τούς πιστῶς προστρέχοντας, ταῖς ἰκεσίαις σου.

Ξενοτρόπως ἀγώνα, τόν ἱερόν ἤνυσας, Ξένη θεοφόρε Ὁσία, ἁγίω ἔρωτι, ὅθεν ἐκ πάσης φθορᾶς, καί συμφορᾶς καί ἀνάγκης, ξένωσον δεόμεθα, τούς προσιόντας σοί.

Ἐκ παθῶν ἀκαθάρτων, καί χαλεπῶν θλίψεων, καί ἐπηρειῶν πολυτρόπων, τοῦ πολεμήτορος, ἠμᾶς ἁπάλλαξον, τούς τῷ ἁγίω ναῶ σου, Ξένη παμμακάριστε πίστει προστρέχοντας.

Θεοτοκίον
Νέον τέτοκας βρέφος, ὑπερφυῶς Ἄχραντε, τόν Δημιουργόν τῶν αἰώνων, καί πάντων Κύριον, ὅθεν νεούργησον, παλαιωθέντα τόν νοῦν μου, πλείσταις παραβάσεσιν, ἴνα γεραίρω σέ.

Διασωσον Ὁσία Ξένη πρεσβείαις σου πρός τόν Κτίστην, ἀπό πάσης ἐπιφορᾶς καί κακώσεως, τούς ἐκζητούντας τήν θείαν σου προστασίαν.

Ἐπιβλεψον ἐν εὐμενία Πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα
Ἦχος β΄. Πρεσβεία θερμή

Παθῶν χαλεπῶν, καί συνοχῆς καί θλίψεως, καί νόσων δεινῶν, ἀτρώτους ἠμᾶς φύλαττε, Ὁσία Ξένη πανσεμνέ, τή θερμή σου πρεσβεία πρός Κύριον, καί τῶν πταισμάτων αἴτει ἱλασμόν, τοῖς πίστει προστρέχουσι τή σκέπη σου.


Ὠδή δ’. Εἰσακήκοα Κύριε
Ἡ πρεσβεία σου γένοιτο, θείας εὐφροσύνης καί παρακλήσεως, θεοφόρε Ξένη πρόξενος, τοῖς εἰλικρινῶς σέ μακαρίζουσι.

Ἤν θεόθεν ἀπείληφας, τή σή πολιτεία χάριν σωτήριον, ἠμίν ἀπλωσον θεοσοφέ, ὡς ἄν τῶν δεινῶν περιγινώμεθα.

Μανικῶν ἐπιθέσεων, Ξένη ἠμᾶς λύτρωσαι τοῦ ἀλάστορος, καί ὑγείαν δίδου ἄπασι, τήν κατά ψυχήν καί σῶμα πανσεμνέ.

Θεοτοκίον
Ἰατρόν πάντων τέξασα, καί Σωτήρα Κόρη Χριστόν τόν Κύριον, ἀσθενοῦντα πολλοῖς πάθεσι, ἰασαί μέ Δέσποινα καί σῶσον μέ.


Ὠδή ε’. Φώτισον ἠμας
Νέκρωσον σεμνή, τῶν παθῶν ἠμῶν σκιρτήματα, καί πρός τρῖβον μετανοίας ἀληθοῦς, καθοδήγησον ἠμᾶς ταῖς ἰκεσίαις σου.

Θαύμασι πολλοῖς, θεοφόρε διαλάμπουσα, τήν συνέχουσαν ὀδύνην χαλεπήν, τήν ζωήν ἠμῶν θεράπευσον δεόμεθα.

Ἔχουσα πολλήν, παρρησίαν πρός τόν Κύριον, Μῆτερ Ξένη καθικέτευε ἀεί, τοῦ διδόναι τῶν πταισμάτων ἠμίν ἄφεσιν.

Θεοτοκίον
Ἴθυνον ἠμᾶς, πρός ζωῆς θείας ἐντάλματα, Θεοτόκε ἁπαλλάττουσα ἠμᾶς, τῶν δεσμῶν τῆς ἁμαρτίας ὡς φιλάγαθος.


Ὠδή στ’. Τήν δέησιν
Ἀγγέλων, τήν πολιτείαν μετῆλθες, μετά σώματος θεοληπτε Ξένη, ὅθεν ἠμᾶς τῆς δαιμόνων μανίας, καί τῶν ἐν βίω κινδύνων καί θλίψεων, ρύσαι τή σῆ ἐπισκοπῆ, καί χαρᾶς θεϊκῆς ἠμᾶς πλήρωσον.

Νοσούσι, τήν θεραπείαν παρέχεις, καί τοῖς πάσχουσι τήν ἴασιν Μῆτερ, καί θλιβομένοις παράκλησιν θείαν, ὡς δοξασθεῖσα δυνάμει τοῦ Πνεύματος, ὅθεν βοῶμεν σοί θερμῶς, τάς αἰτήσεις ἠμῶν πλήρου πάντοτε.

Χειμάζει μέ, ἁμαρτίας ἡ ζάλη, καί καθέλκει εἰς βυθόν ἀπωλείας, ἀλλά τῷ σῶ καταφεύγω λιμένι, Ξένη Ὁσία καί πίστει κραυγάζω σοί, ὁδήγησον μέ ἀσφλῶς, σωτηρίας πρός ὅρμον καί σῶσον μέ.

Θεοτοκίον
Ἀφράστως, τόν Ποιητήν τῶν ἁπάντων, τετοκυΐα εἰς ἀνάπλασιν κόσμου, Εὐλογημένη Παρθένε Μαρία, συντετριμμένον τόν νοῦν μου ἀναπλασον, ἐξ ἁμαρτίας χαλεπῆς, πρός ζωῆς ἐναρέτου κατόρθωσον.


Διασωσον Ὁσία Ξένη πρεσβείας σου πρός τόν Κτίστην, ἀπό πάσης ἐπιφορᾶς καί κακώσεως, τούς ἐκζητούντας τήν θείαν σου προστασίαν.

Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου

Ὡς προστασία ἠμῶν καί ἀντίληψις, Ὁσία Ξένη ἀπαύστως περίσωζε, ἐκ πάσης ἀνάγκης καί θλίψεως, ταῖς πρός Χριστόν ἰκεσίαις σου ἔνδοξε, τούς πίστει καί πόθω τιμώντας σέ.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοί.
Στίχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατηύθυνεν τά διαβήματά μου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον Κέφ. κέ΄ 1-13.

Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην, ὠμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἴτινες λαβοῦσαι τάς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δέ ἤσαν ἐξ αὐτῶν φρόνιμοι, καί αἵ πέντε μωραί, αἴτινες μωραί, λαβοῦσαι τάς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον. Αἵ δέ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετά τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δέ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καί ἐκάθευδον. Μέσης δέ νυκτός κραυγή γέγονεν. Ἰδού ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἵ παρθένοι ἐκεῖναι, καί ἐκόσμησαν τάς λαμπάδας αὐτῶν. Αἵ δέ μωραί ταῖς φρονίμοις εἶπον, Δότε ἠμίν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἵ λαμπάδες ἠμῶν σβέννυνται. Ἀπεκρίθησαν δέ αἵ φρόνιμοι, λέγουσαι, Μήποτε οὐκ ἀρκέσει ἠμίν καί ὑμίν, πορεύεσθε δέ μᾶλλον πρός τούς πωλοῦντας, καί ἀγοράσατε ἐαυταῖς. Ἀπερχομένων δέ αὐτῶν ἀγορᾶσαι, ἦλθεν ὁ νυμφίος, καί αἵ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τούς γάμους, καί ἐκλείσθη ἡ θύρα. Ὕστερον δέ ἔρχονται καί αἵ λοιπαί παρθένοι, λέγουσαι, Κύριε, Κύριε, ἀνοιξον ἠμίν. Ὁ δέ ἀποκριθεῖς εἶπεν, Ἀμήν λέγω ὑμίν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὔν, ὅτι οὐκ οἴδατε τήν ἡμέραν οὐδέ τήν ὥραν, ἐν ἡ ὁ Υἱός τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα Πατρί καί Υἵω καί Ἅγιω Πνεύματι.
Ταῖς τῆς σῆς Ὁσίας, πρεσβαίαις Ἐλεήμων, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων, Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβαίαις Ἐλεήμων, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ξένη παμμακάριστε, νύμφη Χριστοῦ θεοφόρε, τοῦ Ἁγίου Πνεύματος, σκεῦος πολυτίμητον τή ἀσκήσει σου, ἐκτενῶς πρέσβευε, ἀπό πάσης βλάβης, καί παθῶν καί περιστάσεων καί νόσων ρύεσθαι, τούς εἰλικρινῶς σέ γεραίροντας, καί βίον δίδου ἄλυτον, καί εἰρήνην Μῆτερ οὐράνιον, τοῖς ἐν εὐλαβεία, προστρέχουσι τῷ θείω σου ναῶ, καί τῆς θερμῆς προστασίας σου, τήν χάριν κηρύττουσι.

Σῶσον ὁ Θεός τόν λαόν σου.....

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας

Ρείθροις θείως χαρίτων, ὧν ἐκτήσω ἀξίως παρά Κυρίου σου, κατασβεσον τήν φλόγα, παθῶν τῶν συνθλιβόντων, τάς ψυχᾶς καί τά σώματα, Ξένη Ὁσία σεμνή, τῶν σέ παρακαλούντων.

Ἰαμάτων τήν χάριν, ἐπομβρία τή θεία βλύζει ἑκάστοτε, Εἰκών σου ἡ ἁγία, καί ἡ σεπτή σορός σου, τοῖς πιστῶς καταφεύγουσι, τῷ ἱερῶ σου ναῶ, Ξένη Ὁσία Μῆτερ.

Νοσημάτων παντοίων, καί δεινῶν συμπτωμάτων ἠμᾶς ἁπάλλαξον, καί ρῶσιν καί ὑγείαν, καί θείαν εὐφροσύνην, καί πταισμάτων τήν ἄφεσιν, αἴτει ἠμίν ἐκ Θεοῦ, Ξένη Ὁσία Μῆτερ.

Θεοτοκίον
Γνώμην ἔμφρονα δίδου, καί ψυχῆς καρτερίαν βίου ταῖς θλίψεσι, καί πάσαν του Βελίαρ τήν καθ’ ἠμῶν μανίαν, Θεοτόκε ἀπότρεπε, ὡς προστασία ἠμῶν, καί τεῖχος ἀσφαλείας.


Ὠδή ἡ’. Τόν Βασιλέα
Ἐπικειμένης, ἠμᾶς ἐκλύτρωσαι βλάβης, καί πᾶν σκάνδαλον ἀπότρεπε Ὁσία, ἐκ τῶν προσιόντων, τή θεία σου πρεσβεία.

Ρύσαι Ὁσία, τή σωστική σου πρεσβεία, τῆς τοῦ ὄφεως κακίστης ἐπηρείας, τούς ἐκδεχομένους, τήν σήν ἐπιστασίαν.

Ἄνωθεν ἴδε, τούς εὐλαβῶς παρεστώτας, τή εἰκόνι σου Ὁσία τή ἁγία, καί τάς ἰκεσίους, φωνᾶς αὐτῶν προσδέχου.

Θεοτοκίον
Σῶσον μέ Κόρη, τῆς τοῦ ἐχθροῦ ἑξαπάτης, καί παρασχου μοί μετάνοιαν γνησίαν, ἴνα ἐπιτύχω, τῆς ἄνω βασιλείας.


Ὠδή θ’. Κυρίως Θεοτόκον
Ἱκέτευε ἀπαύστως, Ξένη μακαρία, ἠμίν διδόναι πταισμάτων συγχώρησιν, καί τῶν ἐν βίω κινδύνων τήν ἀπολύτρωσιν.

Μαστίγων ὀλεθρίων, καί πάσης ἀνάγης, καί παντός φθόνου ἀνώτερον τήρησον, ἠμῶν τόν βίον Ὁσία τή ἀντιλήψει σου.

Ὁλόφωτον παστάδα, ἤδη κατοικοῦσα, τῆς ζοφερᾶς ἁμαρτίας ἁπάλλαξον, Ὁσία Ξένη τους πόθω σέ μεγαλύνοντας.

Θεοτοκίον
Ὑπερφωτε λυχνία, τῆς ἀΰλου δόξης, Θεοχαρίτωτε Δέσποινα λάμπρυνον, τήν σκοτισθεῖσαν ψυχήν μου τοῖς πλημμελήμασι.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια
Χαίρουσα ἀγάπη τή θεϊκή, Ξένη μακαρία, ἠκολούθησας τῷ Χριστῷ, καί τῶν ἐν τῷ κόσμω, ἁπάντων ξενωθεῖσα, Κυρίω ὠκειώθης, τῷ σέ δοξάσαντι.

Ἔλιπες μνηστήρα τόν γεηρόν, καί ἀσχέτω πόθω, νύμφη ὤφθης θεοειδῆς, Ξένη μακαρία, Χριστοῦ τοῦ Ζωοδότου, ἀνύσασα ἐν κόσμω, ζωήν ἰσάγγελον.

Λάθρα ἀπεμάκρυνας σεαυτήν, γονέων καί πλούτου, δί’ ἀγάπην τήν τοῦ Χριστοῦ, καί ἐν ξένη χώρα, ὡς ξένη γεγονυΐα ξενοπρεπών χαρίτων, Ξένη ἠξίωσαι.

Δί’ ἀστέρων ἄνωθεν ὁ Χριστός, ὑπέφηνε πάσι, τήν ἁγίαν σου βιοτήν, Ξένη θεοφόρε, ὤ πρέσβευε ἀπαύστως, ὑπέρ τῶν προσιόντων, τή προστασία σου.

Νόσων ἐκλυτροῦνται καί πειρασμῶν, οἱ πίστει τελεία, προσιόντες τῷ σῶ ναῶ, ἐξ ὧν ἠμᾶς ρύου, ὤ Ξένη πανολβία, καί πλήρου τάς αἰτήσεις, τῶν εὐφημούντων σέ.

Πάσης ἀθυμίας καί συνοχῆς, ἁπάλλαξον Μῆτερ, καί ἐκ νόσων πολυειδῶν, τούς ὑμνολογοῦντας, τούς θείους σου ἀγώνας, ὤ Ξένη θεοφόρε, πιστῶν ἀντίληψις.

Πᾶσαι τῶν ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὄτε ἐκ τοῦ ξύλου.

Ξένη τῶν Ὁσίων ἡ καλλονή, νύμφη τοῦ Χριστοῦ θεοφόρε, αὐτόν ἱκέτευε, πάσης περιστάσεως, καί πάσης θλίψεως, ἀσινεῖς διασώζεσθαι, τούς ἐν εὐλαβεία, σπεύδοντας ἑκάστοτε, τή προστασία σου, λύουσα παθῶν τάς ὀδύνας, καί χαράν παρέχουσα πάσι, ταῖς πρός τόν Σωτήρα ἰκεσίαις σου.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Δίστιχον.

Ξένη Μῆτερ προσδεξαι τάς ἱκεσίας
ἄς σοί ὁ Γεράσιμος ἤδη προσάγει.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης